- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:70-76
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指责德摩斯梯尼隐匿私产、图谋潜逃且不具备为政者的法定资格,并援引底比斯与雅典的历史例证,论证城邦的盛衰兴亡全然取决于领袖与谋士的优劣。
ἢ πολεμεῖν μὲν οὐ γράψεις, ἀποδιδόναι δὲ κατὰ τὸ γεγραμμένον ὑπὸ σοῦ ψήφισμα κελεύσεις Ἀλεξάνδρῳ τὸ κεκομισμένον χρυσίον; οὐκοῦν ὑπὲρ σοῦ τὸν δῆμον ἀποδιδόναι δεήσει. καὶ ποῦ τοῦτʼ ἐστὶ δίκαιον ἢ κοινὸν ἢ δημοτικόν, τοὺς μὲν ἐργαζομένους εἰσφέρειν, σὲ δʼ ἁρπάζειν καὶ κλέπτειν; καὶ τοὺς μὲν φανερὰν κεκτῆσθαι τὴν οὐσίαν καὶ ἀπὸ ταύτης εἰσφέρειν, σὲ δὲ1 πλείω ἢ πεντήκοντα καὶ ἑκατὸν τάλαντα, τὰ μὲν ἐκ τῶν βασιλικῶν, τὰ δʼ ἐκ τῶν Ἀλεξάνδρου πραγμάτων, εἰληφέναι, μηδὲν δὲ φανερὸν ἐν τῇ πόλει κεκτῆσθαι, ἀλλὰ διεσκευάσθαι πρὸς τὸν δῆμον ὡς οὐ πιστεύοντα τοῖς ἑαυτῷ πολιτευομένοις;
抑或你不会提议开战,而是依据你自己起草的法令,命令我们将带入的黄金归还给亚历山大?既然如此,民众就必须代你归还!劳作之人缴纳捐税,而你却巧取豪夺,这在何种意义上可以说是正义、公正或符合民主体制的呢?其他人拥有明面上的财产并以此纳税,而你虽从波斯王的款项以及亚历山大的事务中获取了一百五十多塔兰同,在城邦中却没有分文显露的财产,反而面对民众做好了潜逃的行装,仿佛对自己推行的政治作为毫无信任一般,这又算什么呢?
καὶ τοὺς μὲν νόμους προλέγειν τῷ ῥήτορι καὶ τῷ στρατηγῷ, τῷ τὴν παρὰ τοῦ δήμου πίστιν ἀξιοῦντι λαμβάνειν, παιδοποιεῖσθαι κατὰ τοὺς νόμους, γῆν ἐντὸς ὅρων κεκτῆσθαι, πάσας τὰς δικαίας πίστεις παρακαταθέμενον οὕτως ἀξιοῦν προεστάναι τοῦ δήμου· σὲ δὲ τὴν μὲν πατρῴαν γῆν πεπρακέναι, τοὺς δʼ οὐ γεγενημένους υἱεῖς σαυτῷ προσποιεῖσθαι παρὰ τοὺς νόμους τῶν ἐν ταῖς κρίσεσιν ἕνεκα γιγνομένων ὅρκων,2 ἐπιτάττειν δὲ τοῖς ἄλλοις στρατεύεσθαι λιπόντʼ αὐτὸν τὴν κοινὴν τάξιν.
法律明文规定,凡欲获得民众信任的演说家和将领,必须依照法律生育子女,在国界之内拥有地产,在提供了一切正当抵押之后方可立志领导民众;而你却变卖祖产,为了法庭审判中的宣誓而违背法律假称拥有并未出生的儿子,且在自己擅离共同阵列之后还命令他人从军出征!
ὦ Ἀθηναῖοι, παρὰ τί3 οἴεσθε τὰς πόλεις τοτὲ μὲν εὖ τοτὲ δὲ φαύλως πράττειν; οὐδὲν εὑρήσετʼ ἄλλο πλὴν παρὰ τοὺς συμβούλους καὶ τοὺς ἡγεμόνας. ἐπιβλέψατε δʼ ἐπὶ τὴν Θηβαίων πόλιν. ἐγένετο πόλις, ἐγένετο μεγίστη· καὶ τίνων τυχοῦσα ἡγεμόνων καὶ στρατηγῶν; ἅπαντες ἂν ὁμολογήσαιεν οἱ πρεσβύτεροι, παρʼ ὧνπερ κἀγὼ τοὺς λόγους ἀκούων ἐρῶ, ὅτε Πελοπίδας, ὥς φασιν, ἡγεῖτο τοῦ ἱεροῦ λόχου καὶ Ἐπαμινώνδας ἐστρατήγει καὶ οἱ μετὰ τούτων, τότε τὴν ἐν Λεύκτροις μάχην ἐνίκησεν ἡ τῶν Θηβαίων πόλις, τότʼ εἰς τὴν ἀπόρθητον νομιζομένην εἶναι Λακεδαιμονίων χώραν εἰσέβαλον, κατʼ ἐκείνους τοὺς χρόνους πολλὰ καὶ καλὰ διεπράξαντʼ ἔργα, Μεσσήνην τετρακοσιοστῷ ἔτει κατῴκισαν, Ἀρκάδας αὐτονόμους ἐποίησαν, ἔνδοξοι παρὰ πᾶσιν ἦσαν.
雅典人啊,你们认为城邦有时昌盛而有时衰败是归因于什么呢?除了归因于谋士和领袖之外,你们找不到任何其他原因。请看看底比斯人的城邦。它曾是一座城邦,且曾变得最为伟大;那是因为获得了怎样的领袖和将领呢?全体长者——我也是从他们那里听闻这些说法转述给你们的——都会承认:正如人们所说,当佩洛皮达斯统领神圣军团,伊巴密浓达及其同僚出任将领之时,正是那时底比斯城邦赢得了留克特拉之战,正是那时他们攻入了被视为不可逾越的拉刻代蒙人的国土,在那个时代立下了丰功伟绩,历经四百年后重建了美塞尼亚,使阿卡迪亚人实现自治,威名远扬于天下。
πότε δʼ αὖ τοὐναντίον ταπεινὰ καὶ τοῦ φρονήματος ἀνάξια διεπράξαντο; ὅτʼ ἐδωροδόκει μὲν λαμβάνων χρήματα παρὰ Φιλίππου Τιμόλαος ὁ τούτου φίλος, ἐπὶ δὲ τοῖς ξένοις τοῖς εἰς Ἄμφισσαν συλλεγεῖσι Πρόξενος ὁ προδότης ἐγένετο, ἡγεμὼν δὲ τῆς φάλαγγος κατέστη Θεαγένης, ἄνθρωπος ἀτυχὴς καὶ δωροδόκος ὥσπερ οὗτος. τότε διὰ τρεῖς γʼ ἀνθρώπους οὓς εἶπον ἅπασʼ ἡ πόλις ἐκ τῶν Ἑλλήνων ἀπώλετο καὶ διεφθάρη. οὐ γὰρ ψεῦδός ἐστιν ἀλλὰ καὶ λίαν ἀληθὲς τὸ τοὺς ἡγεμόνας αἰτίους ἁπάντων γίγνεσθαι καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τοῖς πολίταις.
然而他们又是何时做出了卑微低下且与其傲骨不相称的行径呢?正是当此人的好友蒂莫拉奥斯接受腓力的金钱而收受贿赂,叛徒普罗克塞诺斯统领在安菲萨集结的外邦佣兵,而方阵的统帅被任命为塞阿格内斯——一个正如被告一样不幸且受贿之人——之时。就在那时,仅因我所提及的三个人,整个城邦便从希腊人中覆灭败亡了。因为领袖成为公民一切顺遂与逆境的根源,这绝非虚言,而是千真万确的事实。
θεωρήσατε δὴ πάλιν καὶ ἐπὶ τῆς ἡμετέρας πόλεως, τὸν αὐτὸν τρόπον ἐξετάσαντες. ἡ πόλις ἡμῶν ἦν μεγάλη καὶ ἔνδοξος παρὰ τοῖς Ἕλλησι καὶ τῶν προγόνων ἀξία, μετά γε τὰς ἀρχαίας ἐκείνας πράξεις, ὅτε Κόνων, ὡς οἱ πρεσβύτεροι λέγουσιν, ἐνίκησε τὴν ἐν Κνίδῳ ναυμαχίαν, ὅτʼ Ἰφικράτης ἀνεῖλε τὴν Λακεδαιμονίων μόραν, ὅτε Χαβρίας ἐν Νάξῳ κατεναυμάχησε τὰς Λακεδαιμονίων τριήρεις, ὅτε Τιμόθεος τὴν ἐν Κερκύρᾳ ναυμαχίαν ἐνίκησε.
现在,请以同样的方式审视,回头看一看我们的城邦。在那些古老的事迹之后,我们的城邦在希腊人中同样伟大显赫且无愧于先祖——正如长者们所言,当科农赢得克尼多斯海战之时,当伊菲克拉特斯歼灭拉刻代蒙人的莫拉军团之时,当卡布里亚斯在纳克索斯海战中击溃拉刻代蒙人的三段帆船之时,当蒂莫塞乌斯赢得克基拉海战之时。
τότε, ὦ Ἀθηναῖοι, τότε οἱ μὲν πρότερον ὄντες λαμπροὶ διὰ τοὺς ἡγεμόνας Λακεδαιμόνιοι καὶ ὑπὸ τοῖς ἐκείνων ἤθεσι τραφέντες ταπεινοὶ πρὸς τὴν πόλιν ἡμῶν ἧκον, δεόμενοι τῆς παρὰ τῶν προγόνων ἡμῶν σωτηρίας, ὁ δὲ καταλυθεὶς ὑπʼ ἐκείνων δῆμος διὰ τοὺς τότε γενομένους παρʼ ἡμῖν συμβούλους πάλιν ἡγεμὼν ἦν τῶν Ἑλλήνων, δικαίως οἶμαι, στρατηγῶν μὲν τοιούτων τετυχηκὼς οἵων εἶπον ἀρτίως, συμβούλους δʼ ἔχων Ἀρχῖνον καὶ Κέφαλον τὸν Κολλυτέα. μία γὰρ αὕτη σωτηρία καὶ πόλεως καὶ ἔθνους ἐστί, τὸ προστατῶν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων τυχεῖν.
在那时,雅典人啊,在那时,此前因领袖而辉煌且在他们的风尚熏陶下成长的拉刻代蒙人,谦卑地来到我们的城邦,祈求我们先祖的拯救;而曾被他们推翻的民主政体,由于当时在我们邦内出现的谋士们,再次成为希腊人的领袖——我认为这是名正言顺的——因为获得了我刚才提及的那样一批将领,并拥有阿尔基诺斯和科利托斯区的凯法洛斯作为谋士。因为获得优秀的领导者与忠诚负责的谋士,乃是城邦与民族唯一的救赎之策。
- 70καὶ τοὺς μὲν νόμους προλέγειν ... σὲ δὲ
带不定式的宾格句式(τοὺς μὲν νόμους προλέγειν... σὲ δὲ... πεπρακέναι...)承接前一句的愤慨质问(καὶ ποῦ τοῦτʼ ἐστὶ δίκαιον...),起到感叹与阐释性不定式的作用,在结构上将法律对公职人员的明文要求与被告背信弃义的恶劣行径形成强烈对比。
- 71τῶν ἐν ταῖς κρίσεσιν ἕνεκα γιγνομένων ὅρκων
此处出现语序倒装(hyperbaton):在定冠词 τῶν 与名词 ὅρκων(誓言)之间,插入了介词短语 ἐν ταῖς κρίσεσιν(在审判中)、后置词 ἕνεκα(为了)以及分词 γιγνομένων(产生的/举行的)。其统语结构等同于 ἕνεκα τῶν ὅρκων τῶν ἐν ταῖς κρίσεσιν γιγνομένων(为了审判中举行的宣誓)。
- 72παρὰ τί
介词 παρά 搭配疑问代词宾格 τί,在此表示原因或归咎(“归因于什么”或“由于什么”)。该短语与下文的回答“οὐδὲν εὑρήσετʼ ἄλλο πλὴν παρὰ τοὺς συμβούλους...”中的 παρά 构成严密的对应关系。
