← 纳尔科斯

控告德摩斯梯尼

§62-69

德摩斯梯尼先前的法令与赦免带来的危机

演说者列举德摩斯梯尼过去亲自提议赋予阿雷奥帕戈斯议事会全权惩处权并处决罪犯的先例,警告审判官若将其赦免必使城邦陷入绝境,且在亚历山大索款时无言以对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§62

ἀλλὰ μὴν πρότερον ἔγραψας σύ, ὦ Δημόσθενες, κατὰ πάντων τούτων καὶ τῶν ἄλλων Ἀθηναίων κυρίαν εἶναι τὴν ἐξ Ἀρείου πάγου βουλὴν κολάσαι τὸν παρὰ τοὺς νόμους πλημμελοῦντα, χρωμένην τοῖς πατρίοις νόμοις· καὶ παρέδωκας σὺ καὶ ἐνεχείρισας τὴν πόλιν ἅπασαν ταύτῃ, ἣν αὐτίκα φήσεις ὀλιγαρχικὴν εἶναι· καὶ τεθνᾶσι κατὰ τὸ σὸν ψήφισμα δύο τῶν πολιτῶν, πατὴρ καὶ υἱός, παραδοθέντες τῷ ἐπὶ τῷ ὀρύγματι·1 ἐδέθη τῶν ἀφʼ Ἁρμοδίου γεγονότων εἷς κατὰ τὸ σὸν πρόσταγμα· ἐστρέβλωσαν Ἀντιφῶντα καὶ ἀπέκτειναν οὗτοι τῇ τῆς βουλῆς ἀποφάσει πεισθέντες· ἐξέβαλες σὺ Χαρῖνον ἐκ τῆς πόλεως ἐπὶ προδοσίᾳ κατὰ τὰς τῆς βουλῆς ἀποφάσεις καὶ τιμωρίας. κατὰ δὲ σαυτοῦ καὶ ταῦτα γράψας αὐτὸς τὸ ψήφισμʼ ἀκυροῖς; καὶ ποῦ ταῦτα δίκαια ἢ νόμιμά ἐστι;

此外,德摩斯梯尼啊,你先前曾就所有这些人以及其余雅典人提出提案,规定阿雷奥帕戈斯议事会有权依据父祖之法,惩处违抗法律犯罪之人;你亲自将整个城邦移交并委托给这个机构,而你立刻就会声称它是寡头性质的。依据你的法令,两名公民——一对父子——被处死,交给了深坑处的行刑人;哈尔摩狄奥斯的后裔之一遵照你的指令被关押;法官们依据议事会的报告,对安提丰施以酷刑并将其处死;而你本人根据议事会的报告与惩处,以叛国罪将卡里诺斯驱逐出城。既然你自己也针对自身起草了这些规定,如今你却亲自废除这一法令?这在任何意义上又怎能说是合乎正义或符合法律的呢?

§64

μαρτύρομαι τὰς σεμνὰς θεάς, ἄνδρες Ἀθηναῖοι, καὶ τὸν τόπον ὃν ἐκεῖναι κατέχουσι, καὶ τοὺς ἥρωας τοὺς ἐγχωρίους, καὶ τὴν Ἀθηνᾶν τὴν Πολιάδα καὶ τοὺς ἄλλους θεοὺς οἳ τὴν χώραν καὶ τὴν πόλιν ἡμῶν εἰλήχασιν, ὅτι τοῦ δήμου παραδεδωκότος ὑμῖν τιμωρήσασθαι τὸν εἰληφότα τι τῶν κατὰ τῆς πατρίδος, τὸν λελυμασμένον καὶ ἐφθαρκότα τὴν τῆς πόλεως εὐδαιμονίαν, τὸν περικεχαρακωμένην προδεδωκότα τὴν πατρίδα ταῖς αὑτοῦ συμβουλίαις, [ὃν] οἱ μὲν ἐχθροὶ καὶ κακόνοι τῇ πόλει ζῆν ἂν βούλοιντο, συμφορὰν ἡγούμενοι τῆς πόλεως εἶναι, ὅσοι δὲ εὖνοι τοῖς ὑμετέροις πράγμασι, καὶ μεταπεσούσης τῆς τύχης ἐλπίζουσιν ἐπὶ τὸ βέλτιον ἂν τὰ τῆς πόλεως πράγματʼ ἐλθεῖν, τὴν ἀξίαν δίκην δόντα τῶν πεπραγμένων ἀπολωλέναι βούλονται, καὶ ταῦτʼ εὔχονται τοῖς θεοῖς· οὓς κἀγὼ συμπαρακαλῶ σῶσαι τὴν πατρίδα, κινδυνεύουσαν ὁρῶν ὑπὲρ σωτηρίας, ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν, ὑπὲρ δόξης, ὑπὲρ τῶν ἄλλων ἀγαθῶν ἁπάντων.

雅典人啊,我呼告庄严的女神们及其居所、本邦的英雄们、雅典娜·波利亚斯以及分掌我们土地与城邦的其他神明作证:民众已将此人交由你们惩处——他收受背叛祖国的贿赂,玷污并毁灭了城邦的福祉,并在祖国被他自己的谏言构筑营垒加以防卫之后将其出卖;城邦的仇敌和心怀叵测之徒定然希望他苟活,因为他们视他为城邦的灾难;而所有关切你们事务、并期望在命运转折时城邦事务能有所改善的人,都希望他因其所作所为受到应有的惩罚而灭亡,并就此向诸神祈求。我也同他们一道祈求这些神明拯救祖国,因为我看到祖国正为了生存、为了子女、为了妻子、为了荣耀以及所有其他福祉而陷入危局。

§66

τί γὰρ ἐροῦμεν, ὦ Ἀθηναῖοι, πρὸς τοὺς περιεστηκότας ἐξελθόντες ἐκ τοῦ δικαστηρίου, ἐάν, ὃ μὴ γένοιτο, παρακρουσθῆτε ὑπὸ τῆς τούτου γοητείας; τίσιν ὀφθαλμοῖς ἕκαστος ὑμῶν τὴν πατρῴαν ἑστίαν οἴκαδʼ ἀπελθὼν ἰδεῖν τολμήσει, ἀπολελυκότες μὲν τὸν προδότην τὸν πρῶτον εἰς τὸν ἴδιον οἶκον εἰσενεγκάμενον τὸ δεδωροδοκημένον χρυσίον, κατεγνωκότες δὲ μηδὲν ἀληθὲς μήτε ζητεῖν μήθʼ εὑρίσκειν τὸ παρὰ πᾶσιν ἀνθρώποις εἶναι σεμνότατον νομιζόμενον συνέδριον;2

雅典人啊,当我们走出法庭,面对聚集在四周的人群,我们将说什么呢——假若,但愿绝不发生此事,你们被此人的妖术所蒙蔽?当你们每个人回到家中,又有何颜面胆敢直视祖传的灶火——既然你们开释了首开先例将受贿黄金带入私宅的叛徒,又断定那被举世公认为最庄严的会议既未探查亦未查明任何真情?

§67

τίνας δʼ, ὦ Ἀθηναῖοι, — σκοπεῖτε γὰρ πρὸς ὑμᾶς αὐτούς —, τίνας τὰς ἐλπίδας ἕξομεν, ἐὰν κίνδυνός τις καταλάβῃ τὴν πόλιν, τὸ μὲν δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος ἀσφαλὲς εἶναι πεποιηκότες, τὸ δὲ τὴν φυλακὴν ἔχον συνέδριον τῆς πόλεως ἐν τοῖς τοιούτοις κινδύνοις ἀδόκιμον καταστήσαντες;

雅典人啊——你们扪心自问吧——如果任何危难降临城邦,当我们使背叛祖国收受贿赂变得安全无虞,并在这种危急关头使掌管城邦守卫的会议声名扫地时,我们还将抱有何种希望?

§68

τί δʼ ἐάν — τιθῶμεν γὰρ ταῦτα —, ἐὰν κατὰ τὸ ψήφισμα τὸ Δημοσθένους ἀπαιτῇ πέμψας ἡμᾶς Ἀλέξανδρος τὸ χρυσίον τὸ κομισθὲν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου, καὶ πρὸς τῷ γεγενῆσθαι τὴν τῆς βουλῆς ἀπόφασιν3 τοὺς παῖδας καταπέμψῃ πρὸς ἡμᾶς τοὺς νῦν ὡς ἑαυτὸν ἀνακεκομισμένους, καὶ τούτων ἀξιοῖ πυνθάνεσθαι τὴν ἀλήθειαν ἡμᾶς, πρὸς θεῶν, ὦ ἄνδρες, τί ἐροῦμεν;

那么假若——因为让我们作此设想——亚历山大依照德摩斯梯尼的法令遣使向我们索要哈尔帕罗斯带入本境的黄金,并且在议事会做出报告之外,还将如今被带回他身边的仆人们押送给我们,并要求我们向他们审明真相,指着神明起誓,男人们,我们将说什么呢?

§69

γράψεις σύ, Δημόσθενες, πολεμεῖν ἡμᾶς, ἐπειδὴ καὶ τοὺς πρότερον πολέμους καλῶς διῴκησας; καὶ πότερόν ἐστι δικαιότερον, ἂν ταῦτα δόξῃ καὶ τοῖς ἄλλοις Ἀθηναίοις, εἰς τὸν πόλεμον ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ τὸ παρὰ σοῦ χρυσίον, ἢ τοὺς μὲν ἄλλους ἀπὸ τῶν ἰδίων κτημάτων ἕκαστον εἰσφέρειν, καὶ καταχωνεύειν τὸν ἴδιον κόσμον τῶν γυναικῶν, καὶ τὰ ἐκπώματα, καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναθήματα τῶν θεῶν, ὥσπερ ἔφησθα σὺ γράψειν, αὐτὸς εἰσενεγκὼν πεντήκοντα δραχμὰς ἀπὸ τῆς οἰκίας τῆς ἐν Πειραιεῖ, καὶ τῆς ἐν ἄστει; τοσοῦτον γὰρ κατὰ τὴν προτέραν εἰσφορὰν εἰσενηνοχώς, εἴκοσι τάλαντʼ ἔχεις.

德摩斯梯尼,难道你会提议让我们开战,因为你以往领导战争也是如此卓越吗?假若其他雅典人也认为开战可行,那么究竟何者更为正当:是将你手中的黄金与其他物资一同用于战争,还是除你之外的所有人各自从私产中缴纳特别税,熔化妇女的私人首饰、酒杯以及境内敬献给诸神的所有供奉物,正如你自己从位于比雷埃夫斯的宅第以及城内的宅第缴纳了五十德拉克马,却说过将要提议的那样?因为你在上次特别税中仅缴纳了这么多,如今手中却攥着二十塔兰同。

语法注3 条
  1. 62τῷ ἐπὶ τῷ ὀρύγματι

    定冠词 τῷ 名词化了介词短语 ἐπὶ τῷ ὀρύγματι,指主管刑坑(即抛弃被处决罪犯尸体的深坑 barathron/orygma)的官吏,即公职行刑人。

  2. 66ἀπολελυκότες μὲν τὸν προδότην τὸν πρῶτον εἰς τὸν ἴδιον οἶκον εἰσενεγκάμενον τὸ δεδωροδοκημένον χρυσίον, κατεγνωκότες δὲ μηδὲν ἀληθὲς μήτε ζητεῖν μήθʼ εὑρίσκειν τὸ παρὰ πᾶσιν ἀνθρώποις εἶναι σεμνότατον νομιζόμενον συνέδριον;

    尽管从句法上看主语是单数的 ἕκαστος ὑμῶν,但随后的分词 ἀπολελυκότες 和 κατεγνωκότες 却采用了阳性复数主格,这是按照陪审法官全体的实际意义进行的一致(构意一致,constructio ad sensum)。

  3. 68πρὸς τῷ γεγενῆσθαι τὴν τῆς βουλῆς ἀπόφασιν

    介词 πρός 支配与格带冠词完成时不定式(τῷ γεγενῆσθαι),构成表示附加的句式:“除议事会的报告已经做出之外”。宾格短语 τὴν τῆς βουλῆς ἀπόφασιν 充当该不定式的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:62-69