- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:55-61
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控告人列举阿雷奥帕戈斯以往的调查报告及法庭开释的先例(如微小过失以及出于亲情的波吕厄克托斯案),为议事会调查的真实性辩护,强调德摩斯梯尼背叛祖国的受贿重罪绝不应被宽宥,并指出德摩斯梯尼本人曾主动提议由议事会调查并在查实收贿时处以死刑。
ἡ βουλή, ὦ ἄνδρες, ζητεῖ τὰ προσταχθένθʼ ὑφʼ ὑμῶν καὶ τὰ γεγενημένα παρʼ αὑτοῖς ἀδικήματʼ οὐχ ὡς ὑμεῖς — καί μοι μὴ ὀργισθῆτε — δικάζειν ἐνίοτε εἴθισθε, τῇ σῇ γνώμῃ πλέον ἢ τῷ δικαίῳ ἀπονέμοντες,1 ἀλλʼ ἁπλῶς τὸν ἔνοχον ὄντα τοῖς ζητουμένοις ἀποφαίνει καὶ τὸν ὁποιονοῦν ἠδικηκότα παρὰ τὰ πάτρια, νομίζουσα τὸν ἐν τοῖς μικροῖς συνεθιζόμενον ἀδικεῖν τοῦτον τὰ μεγάλα τῶν ἀδικημάτων εὐχερέστερον προσδέξεσθαι.
雅典的男人们,议事会在调查受你们指派的事务以及在它自身范围内发生的罪行时,并不像你们——请不要对我发怒——有时习惯审判的那样,把更多的考量留给各自的心情而非正义;相反,它只是如实报告在受调查事项中负有罪责之人,以及任何违背祖制犯罪之人,因为它认为,在小事上习惯于犯罪的人,会更容易陷入重大的罪行之中。
διόπερ τὸν παρʼ αὑτῶν ἀποστερήσαντα τὸ ναῦλον τὸν πορθμέα ζημιώσασα πρὸς ὑμᾶς ἀπέφηνε· πάλιν τὸν τὴν πεντεδραχμίαν ἐπὶ τῷ τοῦ μὴ παρόντος ὀνόματι λαβεῖν ἀξιώσαντα, καὶ τοῦτον ὑμῖν ἀπέφηνε, καὶ τὸν τὴν μερίδα τὴν ἐξ Ἀρείου πάγου τολμήσαντʼ ἀποδόσθαι παρὰ τὰ νόμιμα τὸν αὐτὸν τρόπον ζημιώσασʼ ἐξέβαλε.
因此,议事会惩处了他们自己人中克扣渡船夫船资的人,并将他向你们报告;又将企图以不在场者之名冒领五德拉克马的人,也向你们报告;而对于胆敢违反法度出卖阿雷奥帕戈斯分配份额的人,它以同样的方式惩罚并将他除名。
τούτους ὑμεῖς κρίναντες ἀφήκατε, οὐ τῆς ἐξ Ἀρείου πάγου βουλῆς καταγιγνώσκοντες ψεύδεσθαι, ἀλλὰ τῇ συγγνώμῃ μᾶλλον ἢ τῷ δικαίῳ προσθέμενοι, καὶ τὴν τιμωρίαν μείζω νομίζοντες εἶναι τῆς ὑπὸ τῶν κρινομένων γεγενημένης ἁμαρτίας. ἦ που ἄρα ἡ βουλή, Δημόσθενες, τὰ ψευδῆ ἀπέφηνεν; οὐ δήπου. τούτους μέντοι, ὦ ἄνδρες, καὶ τοιούτους ἑτέρους ἀδικεῖν παρʼ ἑαυτοῖς ἀποφηνάσης τῆς βουλῆς ὑμεῖς ἀφήκατε.
你们审判了这些人并将他们开释,并非断定阿雷奥帕戈斯议事会陈述虚伪,而是倾向于宽宥而非严格的正义,认为惩罚重于受审者所犯下的过失。德摩斯梯尼啊,难道议事会当时当真报告了虚假之事吗?绝非如此。然而,男人们,当议事会报告这些人以及其他类似之人在其内部犯下不正之行时,你们却开释了他们。
πολύευκτον δὲ τὸν Κυδαντίδην τοῦ δήμου προστάξαντος ζητῆσαι τὴν βουλήν, εἰ συνέρχεται τοῖς φυγάσιν εἰς Μέγαρα, καὶ ζητήσασαν ἀποφῆναι πρὸς ὑμᾶς, ἀπέφηνεν ἡ βουλὴ συνιέναι.2 κατηγόρους εἵλεσθε κατὰ τὸν νόμον, εἰσῆλθεν εἰς τὸ δικαστήριον, ἀπελύσαθʼ ὑμεῖς, ὁμολογοῦντος τοῦ Πολυεύκτου βαδίζειν εἰς Μέγαρʼ ὡς τὸν Νικοφάνην· ἔχειν γὰρ τὴν αὑτοῦ μητέρα τοῦτον. οὐδὲν οὖν ἄτοπον οὐδὲ δεινὸν ἐφαίνεθʼ ὑμῖν ποιεῖν τῷ τῆς μητρὸς ἀνδρὶ διαλεγόμενος ἠτυχηκότι καὶ συνευπορῶν, καθʼ ὅσον δυνατὸς ἦν, ἀπεστερημένῳ τῆς πατρίδος.
至于基丹提代区的波吕厄克托斯,当民众指派议事会调查他是否前往墨伽拉与流亡者勾结,并在调查后向你们报告时,议事会报告他确曾前往会合。你们依法律选派了控告人,他进入了法庭,而你们却开释了他——尽管波吕厄克托斯承认前往墨伽拉见尼科法内斯;因为后者娶了他的母亲。因此在你们看来,他与遭遇不幸的母亲的丈夫交谈,并尽其所能接济这位被剥夺祖国之人,并没有做出任何荒谬或可怕之事。
αὕτη, Δημόσθενες, τῆς βουλῆς ἡ ἀπόφασις οὐκ ἐξηλέγχθη ψευδὴς οὖσα, ἀληθινῆς δὲ αὐτῆς οὔσης ἔδοξε τοῖς δικασταῖς ἀφεῖναι τὸν Πολύευκτον· τὸ μὲν γὰρ ἀληθὲς τῇ βουλῇ προσετάχθη ζητεῖν, τὸ δὲ συγγνώμης ἄξιόν φημι τὸ δικαστήριον ἔκρινε. διὰ τοῦτʼ οὐ πιστευτέον τῇ βουλῇ περὶ τῶν γιγνομένων ἀποφάσεων, ἐπειδή σε καὶ τοὺς μετὰ σοῦ τὸ χρυσίον ἔχοντας ἀποπέφαγκε; δεινὸν μέντʼ ἂν εἴη.
德摩斯梯尼啊,议事会的这份报告并未被证明是虚假的,正是在报告属实的情况下,审判官们认为应当开释波吕厄克托斯;因为指派给议事会的是探求真相,而我认为,法庭所裁断的是何者值得宽宥。难道就因为议事会报告了你和你的同伙侵吞黄金,人们就不应当在做出的报告上信任议事会吗?那才真是荒谬绝伦了。
δεῖξον γὰρ τοῖς δικασταῖς σύ, Δημόσθενες, νυνὶ ὡς τούτων τι τῶν ἁμαρτημάτων ὅμοιόν ἐστι τοῖς σοῖς ἀδικήμασι, καὶ ὡς τὸ δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος συγγνώμης ἐστὶν ἄξιον, ὥστʼ ἀποφύγοις ἂν παρὰ τούτοις εἰκότως.3 ἀλλʼ οἱ νόμοι περὶ μὲν τῶν ἄλλων ἀδικημάτων τῶν εἰς ἀργυρίου λόγον ἀνηκόντων διπλῆν τὴν βλάβην ὀφλεῖν κελεύουσι, περὶ δὲ τῶν δωροδοκούντων δύο μόνον τιμήματα πεποιήκασιν, ἢ θάνατον, ἵνα ταύτης τυχὼν τῆς ζημίας ὁ λαβὼν παράδειγμα γένηται τοῖς ἄλλοις, ἢ δεκαπλοῦν τοῦ ἐξ ἀρχῆς λήμματος τὸ τίμημα τῶν δώρων, ἵνα μὴ λυσιτελήσῃ τοῖς τοῦτο τολμῶσι ποιεῖν.
德摩斯梯尼,你现在就向审判官们指出,这些过失有哪一点与你的罪行相似,以及收受背叛祖国的贿赂何以值得宽宥,从而使你理应在他们面前被宣告无罪。然而法律对于涉及钱财的其他罪行,规定须赔偿双倍的损失;对于受贿者却只规定了两种刑罚:要么处死,使收受〔贿赂〕者遭受此惩罚而成为众人的警戒;要么处以原受贿额十倍的罚金,使胆敢做这等事的人无利可图。
ἢ τοῦτο μὲν οὐκ ἐπιχειρήσεις λέγειν, ὅτι δὲ τῶν πρότερον ἀποφανθέντων4 ὑπὸ τῆς βουλῆς, τοῖς μὲν ἄλλοις ὡμολογηκέναι συμβέβηκεν ἀξίαν εἶναι τὴν τῆς βουλῆς ζημίαν, σοὶ δὲ μόνῳ τὰ περὶ αὐτῆς ἠναντιῶσθαι. ἀλλὰ μόνος σὺ τῶν πώποτʼ ἀποπεφασμένων ἠξίωσας ἑκὼν σεαυτῷ τούτους κριτὰς καὶ ζητητὰς γενέσθαι, καὶ ἔγραψας κατὰ σαυτοῦ τὸ ψήφισμα, καὶ τὸν δῆμον ἐποιήσω μάρτυρα τῶν ὡμολογημένων, ὁρισάμενος σεαυτῷ ζημίαν εἶναι θάνατον, ἐὰν ἀποφήνῃ σʼ ἡ βουλὴ τῶν χρημάτων εἰληφότα τι τῶν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου κομισθέντων.
抑或你不会试图谈论这一点,而是声称在以往被议事会报告的人当中,其他人恰好都承认议事会的惩处是罪有应得,而唯独你反对涉及它的一切?然而在历来所有被报告的人当中,唯独你自愿要求他们担任你的审判官和调查员,亲自起草了针对自己的法令,并让民众作为协议事项的见证人,自己规定若议事会报告你拿了哈尔帕罗斯带入境内的任何钱财,刑罚便是死刑。
- 55τῇ σῇ γνώμῃ πλέον ἢ τῷ δικαίῳ ἀπονέμοντες
手抄本所传之 τῇ σῇ γνώμῃ 在前面呼告复数听众 ὑμεῖς 的情况下使用了单数物主形容词 σῇ,一些校勘者因此主张校订为 τῇ συγγνώμῃ(宽宥、体谅)。若保留传抄文本,则指陪审员各人在审判时将更多分量给予个人主观的心情与裁量(γνώμη),而非严格的正义(τὸ δίκαιον)。第57节中出现的平行表述 τῇ συγγνώμῃ μᾶλλον ἢ τῷ δικαίῳ προσθέμενοι 亦证实此处指主观宽恕与客观审理的对比。
- 58Πολύευκτον δὲ τὸν Κυδαντίδην τοῦ δήμου προστάξαντος ζητῆσαι τὴν βουλὴν ... ἀπέφηνεν ἡ βουλὴ συνιέναι
句首宾格 Πολύευκτον τὸν Κυδαντίδην 是先取构词(prolepsis),逻辑上充当后文不定式 συνιέναι 的主语。在插入了属格绝对句 τοῦ δήμου προστάξαντος ... 之后,主句动词 ἀπέφηνεν ἡ βουλή 出现,整体意义为:当民众下令时,议事会报告波吕厄克托斯与他们有勾结会合。
- 60ὥστʼ ἀποφύγοις ἂν παρὰ τούτοις εἰκότως
表示结果的连词 ὥστε 与带 ἄν 的希求法(ἀποφύγοις ἄν)连用,构成潜在结果从句,意为“从而使你理应在他们面前得以开释”。
- 61ἢ τοῦτο μὲν οὐκ ἐπιχειρήσεις λέγειν, ὅτι δὲ τῶν πρότερον ἀποφανθέντων
在由 ἤ(“抑或……”)引导的疑问构式中,μέν 从句(“你不会试图说这点”)与由 δέ 引导的 ὅτι 从句(“但[你会试图说]……”)形成对比,该 ὅτι 从句承接前面的 ἐπιχειρήσεις λέγειν,借此预先驳斥德摩斯梯尼可能采取的另一种辩解。
