- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:47-54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控告人历数德摩斯梯尼的伪誓与恶行并要求定其罪,同时从法定程序上预先驳斥了德摩斯梯尼声称说话人自身也曾遭阿雷奥帕戈斯指控的谎言,敦促陪审团切勿听信对方旨在贬损议事会权威的诽谤之词。
ἐπιωρκηκὼς μὲν τὰς σεμνὰς θεὰς1 ἐν Ἀρείῳ πάγῳ καὶ τοὺς ἄλλους θεοὺς οὓς ἐκεῖ διόμνυσθαι νόμιμόν ἐστι, κατάρατος δὲ καθʼ ἑκάστην ἐκκλησίαν γιγνόμενος, ἐξεληλεγμένος δῶρα κατὰ τῆς πόλεως εἰληφώς, ἐξηπατηκὼς δὲ καὶ τὸν δῆμον καὶ τὴν βουλὴν παρὰ τὴν ἀράν, καὶ ἕτερα μὲν λέγων ἕτερα δὲ φρονῶν, ἰδίᾳ δὲ συμβεβουλευκὼς Ἀριστάρχῳ δεινὰς καὶ παρανόμους συμβουλάς, ἀνθʼ ὧν — εἴπερ ἐστί που δικαία τιμωρία κατὰ τῶν ἐπιόρκων καὶ πονηρῶν, ὥσπερ ἔστι — δώσει δίκην οὗτος ἐν τῇ τήμερον ἡμέρᾳ. ἀκούσατʼ, ἄνδρες δικασταί, τῆς ἀρᾶς.
他在阿雷奥帕戈斯指着受敬畏的女神们以及依惯例应在那里起誓的其他众神发了伪誓,在每次公民大会上都沦为受诅咒之人,被查实收受不利于城邦的贿赂,无视诅咒欺骗了民众和议事会,言不由衷、口是心非,并在私下向阿里斯塔科斯提供了可怕且非法的建议——由于这些罪行,如果在什么地方对发伪誓者和恶徒存在公正的惩处(正如确实存在的那样),此人必将在今天这一天伏法受诛。审判官诸君,请听诅咒之文。
Ἀρά ἀλλʼ ὅμως, ἄνδρες δικασταί, οὕτω Δημοσθένης τῷ ψεύδεσθαι καὶ μηδὲν ὑγιὲς λέγειν ἑτοίμως χρῆται, καὶ οὔτʼ αἰσχύνης οὔτʼ ἐλέγχου οὔτʼ ἀρᾶς οὐδὲν αὐτῷ μέλει, ὥστε καὶ περὶ ἐμοῦ τολμήσει λέγειν, ὡς ἀκούω, ὡς ἄρα κἀμοῦ κατέγνω πρότερον ἡ βουλή· καὶ ποιῶ πάντων ἀτοπώτατον, ὡς οὗτός φησι, πρότερον μὲν ἐναντίον τῇ τῆς βουλῆς ἀποφάσει ἀγῶνα ἀπολογούμενος ὑπὲρ ἐμαυτοῦ, νυνὶ δὲ συνηγορῶν αὐτῇ, κατηγορῶν τούτου περὶ τῆς γεγενημένης ἀποφάσεως·
诅咒 然而即便如此,审判官诸君,德摩斯梯尼对弄虚作假和满口胡言是如此习以为常,对羞耻、反驳与诅咒是如此不屑一顾,以至于据我所闻,他甚至敢于就我妄言,声称议事会此前同样曾定我的罪;并且正如他所宣称的,我做出了全天下最荒谬的事,以前我曾抗拒议事会的调查报告而为自己辩护,如今却为它充当辩护人,就做出的报告对他提起控告。
πρᾶγμα κατασκευάζων οὐ γεγενημένον, ἀλλὰ ψεύδεσθαι πρὸς ὑμᾶς τολμῶν. ἵνʼ οὖν, ἐὰν ἐπὶ τοῦτον ἴῃ τὸν λόγον, μὴ ἐπιτρέπητʼ αὐτῷ, ἀλλʼ εἰδῆτʼ ἀκριβῶς ὅτι οὔτε μʼ ἀπέφηνεν ἡ βουλὴ οὔτʼ ἐμέλλησεν, ἠδικήθην δὲ ὑφʼ ἑνὸς ἀνθρώπου πονηροῦ καὶ δίκην δεδωκότος παρʼ ὑμῖν, ἀκούσατέ μου βραχέα· ἔπειτʼ ἐπὶ τοῦτον πάλιν βαδιοῦμαι.
他这是在捏造根本未曾发生之事,公然对你们撒谎。因此,为了使你们在他采取这种论调时不听信于他,而是确切知晓议事会既未曾对我提出报告,也未曾打算这么做,我不过是遭到了一名恶徒的构陷,而该恶徒已在你们面前受到了惩罚,请听我简述几句;之后我将再次回到对他的抨击上。
ἀνάγκη τὴν βουλήν, ὦ ἄνδρες, τὴν ἐξ Ἀρείου πάγου κατὰ δύο τρόπους ποιεῖσθαι τὰς ἀποφάσεις πάσας. τίνας τούτους; ἤτοι αὐτὴν προελομένην καὶ ζητήσασαν, ἢ τοῦ δήμου προστάξαντος αὐτῇ. χωρὶς τούτων οὐκ ἔστιν ὅντινʼ ἂν τρόπον ποιήσειεν. εἰ μὲν τοίνυν φῄς, ὦ μιαρὸν σὺ θηρίον, τοῦ δήμου προστάξαντος ζητήσασαν τὴν βουλὴν περὶ ἐμοῦ ποιήσασθαι τὴν ἀπόφασιν, δεῖξον τὸ ψήφισμα, καὶ τίνες ἐγένοντο μου κατήγοροι γενομένης τῆς ἀποφάσεως, ὥσπερ νῦν ἀμφότερα γέγονε, καὶ ψήφισμα καθʼ ὃ ἐζήτησεν ἡ βουλή, καὶ κατήγοροι χειροτονήσαντος τοῦ δήμου, παρʼ ὧν νῦν οἱ δικασταὶ τἀδικήματα πυνθάνονται. κἂν ᾖ ταῦτα ἀληθῆ, ἀποθνήσκειν ἕτοιμός εἰμι. εἰ δʼ αὐτὴν προελομένην ἀποφῆναί με φῄς, παράσχου μάρτυρας τοὺς Ἀρεοπαγίτας, ὥσπερ ἐγὼ παρέξομαι ὅτι οὐκ ἀπεφάνθην.
男人们,阿雷奥帕戈斯议事会做出所有报告必然只有两种途径。是哪两种?要么是它自身主动决意并展开调查,要么是民众向它下达了指令。除此以外,它绝不可能通过任何其他方式做出报告。那么,你这个污秽的畜生,如果你声称议事会是在民众的指令下展开调查并对我做出报告的,就请出示该项法令,并指出当报告做出时谁成了我的控告人,正如现在这两者一应俱全一样——既有议事会据以调查的法令,又有经民众投票选出的控告人,审判官们此刻正从他们那里听取罪状。如果这些是真的,我甘愿领死。但如果你声称是它自身主动决意对我做出报告的,就请提供阿雷奥帕戈斯议员作为证人,正如我也将提供他们来证明我并未被列入报告一样。
καταψευσάμενον μέντοι κἀμοῦ καὶ τῆς βουλῆς ὥσπερ σὺ καὶ πονηρὸν καὶ προδότην ἕνʼ εἰσαγγείλας, καὶ ἐξελέγξας ἐν πεντακοσίοις καὶ δισχιλίοις τῶν πολιτῶν ὅτι μισθώσας αὑτὸν Πυθοκλεῖ κατʼ ἐμοῦ ταῦτʼ ἔπραξεν, ἐτιμωρησάμην μετὰ τῶν τότε δικασάντων. λαβέ μοι σὺ τὴν μαρτυρίαν, ἣν καὶ πρότερον παρεσχόμην μαρτυρουμένην τοῖς δικασταῖς καὶ οὐδεὶς ἐπεσκήψατο ὡς ψευδεῖ οὔσῃ, ἣν καὶ νῦν παρέξομαι. λέγε τὴν μαρτυρίαν.
事实上,我曾弹劾了一名恶徒和叛徒,此人如同你一样对我本人和议事会进行诽谤,并且在两千五百名同胞公民面前揭穿了他受雇于皮托克莱斯而针对我做出这些勾当,我与当时的审判官们一道严惩了他。请为我拿来这份证词,它此前我也曾作为经证实的证据提供给审判官们,且无人指控其为伪证,如今我也将再次出示。请宣读证词。
Μαρτυρία εἶτʼ οὐ δεινόν, ὦ Ἀθηναῖοι, εἰ,2 ὅτι μὲν εἷς ἀνὴρ ἔφησε Πιστίας Ἀρεοπαγίτης ὢν ἀδικεῖν με, καταψευδόμενος κἀμοῦ καὶ τῆς βουλῆς, ἴσχυσεν ἂν τὸ ψεῦδος τῆς ἀληθείας μᾶλλον, εἰ διὰ τὴν ἀσθένειαν τὴν τότε καὶ τὴν ἐρημίαν τὴν ἐμὴν ἐπιστεύθησαν αἱ κατʼ ἐμοῦ ψευδεῖς γενόμεναι κατασκευαί· ἐπειδὴ δὲ τἀληθὲς παρὰ πάσης τῆς ἐξ Ἀρείου πάγου βουλῆς ὁμολογεῖται, Δημοσθένην εἰληφέναι εἴκοσι τάλαντα χρυσίου καθʼ ὑμῶν καὶ ταῦτα πεποιηκότʼ ἀδικεῖν, καὶ ὁ δημαγωγὸς ὑμῖν, ἐν ᾧ τὰς ἐλπίδας ἔχουσί τινες, ἐπʼ αὐτοφώρῳ χρήματα λαμβάνων εἴληπται, νῦν τὰ νόμιμα τἀκεῖθεν καὶ τὰ δίκαια καὶ τἀληθῆ ἀσθενέστερα γενήσεται τῶν Δημοσθένους λόγων, καὶ ἰσχύσει μᾶλλον τῆς ἀληθείας ἡ παρὰ τούτου ῥηθησομένη κατὰ τοῦ συνεδρίου διαβολή, ὡς ἄρα πολλοὺς ἡ βουλὴ ἀποπέφαγκεν ἀδικεῖν τὸν δῆμον, οἳ ἀποπεφεύγασιν εἰσελθόντες εἰς τὸ δικαστήριον, καὶ ἡ βουλὴ ἐπʼ ἐνίων τὸ πέμπτον μέρος οὐ μετείληφε τῶν ψήφων; τοῦτο δὲ ὃν τρόπον γίγνεται, ῥᾳδίως ἅπαντες μαθήσεσθε.
证词 那么,雅典的男人们,这难道不是一件荒谬绝伦之事吗?一方面,当仅仅一个人,身为阿雷奥帕戈斯议员的皮斯蒂阿斯,诽谤我和议事会、声称我有罪时,假使因我当时势单力薄且孤立无援,针对我的虚假捏造竟被采信,谎言本可能压倒真相;然而另一方面,如今真相已获得整个阿雷奥帕戈斯议事会的一致认可,确认德摩斯梯尼收受了针对你们的二十塔兰同黄金并以此犯下罪行,而你们那位某些人寄予厚望的平民领袖,在收受金钱时被当场拿获,如今来自那个机构的法定程序、正义以及真相难道反而会变得比德摩斯梯尼的言辞更为无力,而此人将对那个议事机构所发表的诽谤难道反而会压倒真相吗——他说什么议事会曾报告许多人危害民众,但那些人进入法庭后都宣告无罪,甚至在某些案件中议事会连五分之一的选票都未能获得?至于这种情况究竟是如何发生的,你们大家很快就会完全明了。
- 47ἐπιωρκηκὼς μὲν τὰς σεμνὰς θεὰς
动词 ἐπιορκέω 通常作不及物动词表示“发伪誓”,此处直接带被起誓神祇的名词宾格(τὰς σεμνὰς θεάς,“受敬畏的女神们”,即厄里倪厄斯),表示“指着……发伪誓”或“背弃对……所发的誓言”。紧随其后的 τοὺς ἄλλους θεοὺς 亦属于同类结构。
- 53εἶτʼ οὐ δεινόν, ὦ Ἀθηναῖοι, εἰ
由 εἶτʼ οὐ δεινόν, εἰ...(“如果……难道不是荒谬绝伦吗?”)引导的表示强烈感叹的条件句结构。整句内部嵌套了由 μὲν 与 δὲ 构成的长篇对照结构(ὅτι μὲν εἷς ἀνὴρ ἔφησε... ἴσχυσεν ἄν... 对比 ἐπειδὴ δὲ τἀληθὲς ... ὁμολογεῖται ... νῦν τὰ νόμιμα ... ἀσθενέστερα γενήσεται),前者使用带 ἄν 的过去直陈式表示与过去事实相反的潜势假定(ἴσχυσεν ἄν,“本来可能得势”),后者则转入现在已确认的事实以及未来直陈式(γενήσεται, ἰσχύσει),形成了鲜明的反差。
