- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:39-46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以凯法洛斯等先辈勇敢的外交行动为对比,猛烈谴责德摩斯梯尼等人的自私与贪腐,列举其通过窜改法案和滥授公民权与荣誉而大肆受贿的具体例证,敦促陪审官予以严惩。
οἱ δὲ πείσαντος ἐξελθεῖν ὑμῶν τοὺς προγόνους Κεφάλου τοῦ τὸ ψήφισμα γράψαντος,1 ὃς οὐ καταπλαγεὶς τὴν Λακεδαιμονίων δύναμιν, οὐδὲ λογισάμενος ὅτι τὸ κινδυνεύειν καὶ τὸ γράφειν ὑπὲρ τῆς πόλεως ἐπισφαλές ἐστιν, ἔγραψεν ἐξιέναι βοηθήσοντας Ἀθηναίους τοῖς κατειληφόσι τῶν φυγάδων Θήβας· καὶ ἐξελθόντων ἐκεῖσε τῶν ὑμετέρων πατέρων ὀλίγαις ἡμέραις ἐξεβλήθη ὁ τῶν Λακεδαιμονίων φρούραρχος, ἠλευθέρωντο Θηβαῖοι, διεπέπρακτο ἡ πόλις ἡ ὑμετέρα ἄξια τῶν προγόνων.
而其他人,在起草法令的凯法洛斯说服你们的先辈出征时——他既未被拉刻代蒙人的权势所吓倒,也未计较为了城邦挺身犯险和起草法案是危险之举,而是起草动议让雅典人出兵去援助那些占领了底比斯的流亡者;当你们的父辈出兵到那里时,没过几天拉刻代蒙人的守备官便被驱逐,底比斯人获得了自由,你们的城邦成就了无愧于先辈的功业。
ἐκεῖνοι ἦσαν, ἐκεῖνοι, ὦ Ἀθηναῖοι, ἄξιοι σύμβουλοι καὶ ἡγεμόνες ὑμῶν καὶ τοῦ δήμου· μὰ Δίʼ οὐ τὰ τοιαῦτα κινάδη, οἳ πεποιήκασι μὲν οὐδὲν οὐδὲ πράξουσιν ἀγαθὸν ὑπὲρ τῆς πόλεως, τὴν δὲ αὑτῶν ἀσφάλειαν τηροῦντες καὶ πανταχόθεν ἀργυριζόμενοι καὶ πεποιηκότες τὴν πόλιν ἀδοξοτέραν ἑαυτῶν, καὶ νῦν εἰλημμένοι δῶρα καθʼ ὑμῶν εἰληφότες,2 παρακρούονται ὑμᾶς, καὶ ἀξιοῦσι τοιοῦτοι γεγενημένοι περὶ τῆς ἑαυτῶν πλεονεξίας παραγγέλλειν. οὓς χρῆν τεθνάναι πάλαι κατὰ τὸ ἑαυτῶν ψήφισμα, τοιαῦτα διαπεπραγμένους.
雅典的男人们,那些人,那些人才是你们和民众当之无愧的顾问与领袖;指着宙斯发誓,绝非此类禽兽之徒,他们未曾为城邦做过任何好事,将来也不会做,只顾保全自身安危,四处敛财,使城邦的名声沦落到比他们自己还要不堪,如今他们收受不利于你们的贿赂被抓了个现行,却还在欺骗你们,并且身为这等货色,竟然还妄图为了满足自身的贪欲而发号施令。做出这等行径的他们,本该早就按照他们自己的法令被处以死刑了。
οὐκ αἰσχύνεσθε, ἄνδρες Ἀθηναῖοι, τὴν κατὰ Δημοσθένους τιμωρίαν ἐκ τῶν ἡμετέρων λόγων μόνων ἡγούμενοι δεῖν κρίνειν; οὐκ ἴστε τοῦτον αὐτοὶ δωροδόκον ὄντα καὶ κλέπτην καὶ προδότην τῶν φίλων, καὶ τῆς πόλεως ἀνάξιον καὶ αὐτὸν καὶ τὴν περὶ τοῦτον τύχην γεγενημένην; ἀπὸ ποίων ψηφισμάτων οὗτος ἢ ποίων νόμων οὐκ εἴληφεν ἀργύριον;
雅典的男人们,你们认为对德摩斯梯尼的惩处仅仅需要根据我们的演说来裁定,难道不感到羞愧吗?难道你们自己不知道此人是个受贿者、盗贼和出卖朋友的叛徒,无论是他本人还是发生在他身上的厄运都配不上这座城邦吗?从哪一项法令或哪一项法律中,他没有捞取银钱?
εἰσί τινες ἐν τῷ δικαστηρίῳ τῶν ἐν τοῖς τριακοσίοις γεγενημένων, ὅθʼ οὗτος ἐτίθει τὸν περὶ τῶν τριηράρχων νόμον; οὐ φράσετε τοῖς πλησίον ὅτι τρία τάλαντα λαβὼν μετέγραφε καὶ μετεσκεύαζε τὸν νόμον καθʼ ἑκάστην ἐκκλησίαν, καὶ τὰ μὲν ἐπώλει ὧν εἰλήφει τὴν τιμήν, τὰ δʼ ἀποδόμενος οὐκ ἐβεβαίου;
在这座法庭上,可有当他提出关于三列桨座战船船长的法律时名列三百人团中的人士?难道你们不打算告诉邻座的人:他收受了三塔兰同,在每一次公民大会上都在窜改和修饰法律,把收取了报酬的条款出卖,而已然出卖的条款又拒不落实?
εἴπατέ μοι πρὸς Διός, ὦ ἄνδρες, προῖκα τοῦτον οἴεσθε γράψαι Διφίλῳ τὴν ἐν πρυτανείῳ σίτησιν, καὶ τὴν εἰς τὴν ἀγορὰν ἀνατεθησομένην εἰκόνα; ἢ τὸ ποιῆσαι πολίτας ὑμετέρους Χαιρέφιλον καὶ Φείδωνα καὶ Πάμφιλον καὶ Φείδιππον, ἢ πάλιν Ἐπιγένην καὶ Κόνωνα τοὺς τραπεζίτας; ἢ τὸ χαλκοῦς ἐν ἀγορᾷ στῆσαι Βηρισάδην καὶ Σάτυρον καὶ Γόργιππον τοὺς ἐκ τοῦ Πόντου τυράννους, παρʼ ὧν αὐτῷ χίλιοι μέδιμνοι τοῦ ἐνιαυτοῦ πυρῶν ἀποστέλλονται τῷ οὐδʼ ὅποι καταφύγῃ αὐτίκα φήσοντι εἶναι;3
看在宙斯的份上,男人们,请告诉我,你们难道以为他提议在市政厅为狄菲罗斯提供公食、并在广场上为之树立雕像,是无偿的吗?或者提议将你们的公民权授予凯瑞菲洛斯、斐冬、潘菲洛斯和斐迪波斯,抑或授予银行家埃庇革涅斯和科农?或者在广场上为来自本都的僭主贝里萨德斯、萨梯洛斯和戈尔吉波斯树立青铜雕像?尽管这名片刻之后就会宣称自己甚至无处避难的人,每年都从他们那里获赠一千麦狄姆诺斯的小麦。
ἢ τὸ γράψαι Ταυροσθένην Ἀθηναῖον εἶναι, τὸν τοὺς μὲν αὑτοῦ πολίτας καταδουλωσάμενον, τῆς δʼ Εὐβοίας ὅλης μετὰ τοῦ ἀδελφοῦ Καλλίου προδότην Φιλίππῳ γεγενημένον; ὃν οὐκ ἐῶσιν οἱ νόμοι τῆς Ἀθηναίων χώρας ἐπιβαίνειν, εἰ δὲ μή, τοῖς αὐτοῖς ἔνοχον εἶναι κελεύουσιν οἷσπερ ἄν τις τῶν φευγόντων ἐξ Ἀρείου πάγου κατίῃ.4 καὶ τοῦτον οὗτος ὁ δημοτικὸς ὑμέτερον ἔγραψε πολίτην εἶναι.
抑或他提议让陶罗斯特涅斯成为雅典人——此人奴役了自己的同胞公民,并与兄弟卡利亚斯一道将整个优卑亚出卖给腓力?法律根本不允许此人踏上雅典的土地,否则就下令对他处以如同任何被阿雷奥帕戈斯法庭流放者擅自返乡所应受的惩罚。然而,正是这位“民粹派”,提议让此人成为你们的同胞公民。
περὶ τούτων οὖν μάρτυρας ὑμῖν δεῖ καλεῖν, ἢ περὶ τῶν ἄλλων ὅσους οὗτος γέγραφε προξένους εἶναι καὶ Ἀθηναίους; εἶτα, πρὸς τῆς Ἀθηνᾶς, οἴεσθʼ αὐτὸν ἀργύριον μὲν χαίρειν λαμβάνοντα, χρυσίου δʼ εἴκοσι τάλαντʼ οὐκ ἂν λαβεῖν; ἢ κατὰ μικρὸν μὲν δωροδοκεῖν, ἁθρόον δʼ οὐκ ἂν προσδέξασθαι τοσοῦτον λῆμμα; ἢ τὴν ἐξ Ἀρείου πάγου βουλὴν Δημοσθένην καὶ Δημάδην καὶ Κηφισοφῶντα ζητήσασαν ἓξ μῆνας ἀδίκως εἰς ὑμᾶς πεποιῆσθαι τὰς ἀποφάσεις;
那么,关于这些事,或者关于被他提议成为公客和雅典人的其他所有人,难道还需要为你们传唤证人吗?况且,指着雅典娜发誓,难道你们认为他喜欢收受银钱,却不会收取二十塔兰同黄金?或者他只是一点一点地受贿,却不会一下子收下这么大一笔巨款?难道阿雷奥帕戈斯议事会在对德摩斯梯尼、德玛德斯和刻菲索丰调查了六个月之后,向你们做出的报告是不公正的吗?
πολλοί, ὦ ἄνδρες, πολλοὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων, ὅπερ καὶ πρότερον εἶπον, θεωροῦσιν ὑμᾶς πῶς τοῦτον δικάσετε τὸν ἀγῶνα, καὶ πότερον εἰσαγωγίμους καὶ τὰς τῶν ἄλλων δωροδοκίας ποιήσετε, ἢ ἀνέδην ἐξέσται δῶρα λαμβάνειν καθʼ ὑμῶν, καὶ τὰ πρότερον δοκοῦντα πιστὰ καὶ βέβαιʼ εἶναι νῦν ἄπιστα διὰ τὴν Δημοσθένους κρίσιν γενήσεται, ὃν ἐκ τῶν ἄλλων προσῆκεν ἀπολωλέναι τῶν πεπολιτευμένων αὐτῷ, ὃς ἁπάσαις ταῖς ἀραῖς ταῖς ἐν τῇ πόλει γιγνομέναις ἔνοχος καθέστηκεν,
男人们,正如我之前所言,公民中的许多人以及其他希腊人中的许多人都在注视着你们,看你们将如何裁决这场审判,究竟是让其他人的受贿行为同样受到追诉,还是放任收受针对你们的贿赂成为自由合法之事,以及以往被视为可靠和确凿的事物如今是否会因对德摩斯梯尼的审判而变得不可信任。凭借他在政治生涯中的其他所作所为,此人早就理应灭亡,他如今已然成了城邦中所宣告的一切诅咒的承受者。
- 39οἱ δὲ πείσαντος ἐξελθεῖν ὑμῶν τοὺς προγόνους Κεφάλου τοῦ τὸ ψήφισμα γράψαντος
句子以与前一节末尾“τούτων γὰρ οἱ μέν”相呼应的“οἱ δέ”开头,但紧接着插入了属格独立结构“πείσαντος... Κεφάλου”,并由关系从句“ὃς οὐ καταπλαγείς...”进一步延伸。句子并未出现与主格“οἱ δέ”一致的谓语动词,而是在“καὶ ἐξελθόντων... ἐξεβλήθη...”中发生了句法破格(anacoluthon)。
- 40εἰλημμένοι δῶρα καθʼ ὑμῶν εἰληφότες
动词 λαμβάνω 的完成时被动分词 εἰλημμένοι(被当场抓获)与同根的完成时主动分词 εἰληφότες(收取了)在此重叠使用。前者表示其罪行败露、被抓现行的状态,后者带有宾语 δῶρα καθʼ ὑμῶν(不利于你们的贿赂),通过同根动词的叠用在修辞上强调其贪腐罪证确凿且无耻。
- 43τῷ οὐδʼ ὅποι καταφύγῃ αὐτίκα φήσοντι εἶναι
与格分词短语 τῷ... φήσοντι(对于那个稍后将宣称……的人)同位修饰前文的 αὐτῷ。其内部结构结合了含有商榷虚拟式的间接疑问从句 ὅποι καταφύγῃ(应当逃往何处)与不定式 εἶναι,整体表示“宣称自己连可以逃往的地方都没有”,与他每年从黑海僭主处获取巨额谷物形成讽刺性对比。
- 44εἰ δὲ μή, τοῖς αὐτοῖς ἔνοχον εἶναι κελεύουσιν οἷσπερ ἄν τις τῶν φευγόντων ἐξ Ἀρείου πάγου κατίῃ
εἰ δὲ μή 接在前面的否定禁令之后,属于表示“否则/若违反之”的惯用表达。短语 τοῖς αὐτοῖς... οἷσπερ(与……相同之罪)在关系从句中承前省略了 ἔνοχός ἐστιν。带有 ἄν 的虚拟式(ἄν... κατίῃ)构成泛指条件从句,意为“正如任何被阿雷奥帕戈斯法庭流放者若擅自返回时所应承受的一样”。
