← 纳尔科斯

控告德摩斯梯尼

§31-38

德摩斯梯尼带来的灾祸与昔日先贤之对比

演说者痛斥德摩斯梯尼自参政以来仅给雅典及全希腊带来灾祸并屡次错失良机,并将其行径与昔日真正为国效力的先辈功业作对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31

οὐκ ἐπειδὴ τῷ δήμῳ συμβουλεύειν ἤρξατο, ὡς μήποτε ὤφελεν1 — ἀφήσω γὰρ αὐτοῦ τὰ ἴδια· ὁ γὰρ χρόνος οὐκ ἐπιδέχεται μακρολογεῖν —, ἀγαθὸν μὲν ἁπλῶς εἰπεῖν οὐδὲν γέγονε τῇ πόλει, ἐν κινδύνοις δὲ καὶ κακοῖς καὶ ἀδοξίᾳ πᾶσʼ ἡ Ἑλλάς, οὐ μόνον ἡ πόλις, καθέστηκε; καί, πλείστοις καιροῖς ἐν ταῖς δημηγορίαις χρώμενος, ἅπαντας ἀφῆκε τοὺς ὑπὲρ ὑμῶν καιρούς; καὶ ἐν οἷς τις ἂν φιλόπολις ἀνὴρ καὶ κηδεμὼν προείλετό τι πρᾶξαι, τοσοῦτον ἐδέησεν ὁ δημαγωγὸς καὶ χρήσιμος αὐτίκα φήσων ὑμῖν γεγενῆσθαι πρᾶξίν τινα προφέρειν, ὥστε2 καὶ τοὺς πράττοντας ὑπὲρ ὑμῶν τι τῆς αὑτοῦ τύχης ἀνέπλησεν.

自从他开始向民众进言以来——但愿他从未如此!因为我将略过他的私事,时间不容我赘述——简而言之,城邦何曾获得过任何益处?难道不是不仅本城邦,甚至全希腊都陷入了危险、灾难与声名狼藉之中吗?而且,他在公开发言中利用过极多的机会,难道不是白白错失了为你们争取的每一次良机吗?在任何爱国者和护国之士都会选择有所作为的形势下,这位民意领袖——他片刻之后便会自称对你们有用——不仅没有拿出任何实际行动,反而使那些为你们效力的人染上了他本人的厄运。

§32

ἀπῆρε Χαρίδημος πρὸς τὸν Περσῶν βασιλέα, χρήσιμος ὑμῖν οὐ λόγοις ἀλλʼ ἔργοις βουλόμενος γενέσθαι, καὶ τοῖς ἰδίοις τοῖς αὑτοῦ κινδύνοις ὑμῖν καὶ τοῖς ἄλλοις Ἕλλησι βουλόμενος τὴν σωτηρίαν παρασκευάσαι· περιιὼν οὗτος κατὰ τὴν ἀγορὰν ἐλογοποίει καὶ τῶν πραττομένων εἰσεποίει κοινωνὸν αὑτόν· οὕτω κατέστρεψεν ἡ τύχη ταῦτα ὥστʼ ἐναντία γενέσθαι τοῖς προσδοκωμένοις.

哈里代莫斯前往波斯国王处,希望不是用言辞而是用行动对你们有所裨益,并甘冒个人的危险为你们和其他希腊人谋求拯救;而此人却在广场上四处走动,捏造谣言,强行将自己塞入正在进行的事务中充当合伙人;命运彻底粉碎了这些谋划,以至于结果与所期待的适得其反。

§33

ἐξέπλευσεν Ἐφιάλτης, μισῶν μὲν τοῦτον, ἀναγκαζόμενος δὲ τῶν πραγμάτων κοινωνεῖν· ἀφείλετο καὶ τοῦτον ἡ τύχη τῆς πόλεως. Εὐθύδικος προῃρεῖτο τὰς ὑπὲρ τοῦ δήμου πράξεις· ἔφη τούτῳ Δημοσθένης φίλος εἶναι· καὶ οὗτος ἀπώλετο. καὶ ταῦθʼ ὑμεῖς ὁρῶντες καὶ ἐπιστάμενοι πολὺ βέλτιον ἢ ἐγὼ οὐ λογίζεσθε, οὐ σκοπεῖσθε πρὸς ὑμᾶς αὐτούς, τεκμαιρόμενοι τὰ μέλλοντα ἐκ τῶν γεγενημένων, ὅτι οὐδὲν οὗτος χρήσιμος ἀλλʼ ἢ3 τοῖς ἐχθροῖς κατὰ τῆς πόλεως;

埃菲阿尔特斯出海远航,他虽憎恶此人,却不得不与他共理政务;命运也将他从城邦夺走了。欧梯迪科斯选择为民众采取行动;德摩斯梯尼宣称是他的朋友;而此人也丧生了。你们亲眼目睹这些事,且比我清楚得多,难道你们在自己心中不想一想、不考量一下,根据已发生的事来推断未来:此人除了在对抗城邦上对敌人有用之外,毫无用处吗?

§34

συστῆσαι κατασκευὴν ἑτέραν οἵα ἐπʼ Ἄγιδος ἐγένετο, ὅτε Λακεδαιμόνιοι μὲν ἅπαντες ἐξεστράτευσαν, Ἀχαιοὶ δὲ καὶ Ἠλεῖοι τῶν πραγμάτων ἐκοινώνουν, ὑπῆρχον δὲ ξένοι μύριοι, Ἀλέξανδρος δʼ, ὡς οἱ λέγοντες, ἐν Ἰνδοῖς ἦν, ἡ δʼ Ἑλλὰς ἅπασα διὰ τοὺς ἐν ἑκάστῃ τῶν πόλεων προδότας ἀχθομένη τοῖς παροῦσι πράγμασιν ἠσμένει μεταβολήν τινα τῶν κακῶν τῶν περιεστηκότων.

组织起另一场如同阿吉斯时期的态势——那时全体拉刻代蒙人出征,阿开亚人和厄利斯人参与其事,并有一万名雇佣军可用,而据传言亚历山大正在印度,全希腊因各城邦内部的叛徒而对现状深恶痛绝,欢欣鼓舞地期盼着从包围他们的灾难中发生某种转变。

§35

τί οὖν; ἐν τούτοις τοῖς καιροῖς Δημοσθένης τίς ἦν, ὁ τοῦ συμβουλεῦσαι καὶ γράψαι κύριος καὶ φήσων αὐτίκα δὴ μισεῖν τὰ καθεστῶτα πράγματα; ἐῶ γὰρ τοὺς ἄλλους κινδύνους. ἔγραψάς τι περὶ τούτων [κινδύνων]; συνεβούλευσας; ἐπόρισας χρήματα; μικρόν τι χρήσιμος ἐγένου τοῖς ὑπὲρ τῆς κοινῆς σωτηρίας πράττουσιν; οὐδʼ ὁτιοῦν, ἀλλὰ περιῄεις κατασκευάζων λογοποιούς, καὶ παρʼ αὑτῷ γράφων ἐπιστολήν, καὶ καταισχύνων τὴν τῆς πόλεως δόξαν, ἐκ τῶν δακτύλων ἀναψάμενος4 περιεπορεύετο, τρυφῶν ἐν τοῖς τῆς πόλεως κακοῖς, καὶ ἐπὶ φορείου κατακομιζόμενος τὴν εἰς Πειραιᾶ ὁδόν, καὶ τὰς τῶν πενήτων ἀπορίας ὀνειδίζων. εἶθʼ οὗτος εἰς τοὺς μέλλοντας ὑμῖν καιροὺς ἔσται χρήσιμος, παραβεβηκὼς ἅπαντας τοὺς παρεληλυθότας; τοιούτων, ὦ δέσποινʼ Ἀθηνᾶ καὶ Ζεῦ σῶτερ, συμβούλων καὶ ἡγεμόνων ὤφελον τυχεῖν οἱ πολεμήσαντες τῇ πόλει, καὶ μηδεπώποτε βελτιόνων.

那么结果如何呢?在那些紧要关头,德摩斯梯尼究竟算是个什么样的人?他拥有进言和起草法令的全权,且稍后定会宣称痛恨现存体制。我且不提其他的危难。你可曾就这些危难起草过任何法令?可曾提出过建议?可曾筹措过资金?对那些为共同安全而奔走的人,你可曾有过丝毫的用处?完全没有;相反,你四处活动纠集造谣者,在家中闭门书写信函,玷污城邦的名誉,他把信件拴在手指上四处走动,在城邦的灾难中骄奢淫逸,乘坐轿子沿路下到比雷埃夫斯,嘲弄穷人的困顿。这样一个错过了以往所有时机的人,在你们未来的时机中难道还能有用吗?女主人雅典娜啊,救主宙斯啊,但愿昔日与城邦作战的敌人遇到的就是这样的谋士和领袖,而永远遇不到更好的人!

§37

οὐκ ἀναμνήσεσθε, ὦ ἄνδρες, τὰς τῶν πρεσβυτέρων πράξεις; οἳ μεγάλων καὶ πολλῶν κινδύνων καταλαμβανόντων τὴν πόλιν ἀξίως τῆς πατρίδος καὶ τῆς αὐτῶν ἐλευθερίας καὶ τῆς δόξης τῆς δικαίας ὑπὲρ τῶν τοῦ δημοσίου συμφερόντων ἐκινδύνευσαν; ὧν τοὺς μὲν ἀρχαίους ἐκείνους μακρὸν ἂν εἴη λέγειν, Ἀριστείδην καὶ Θεμιστοκλέα, τοὺς ὀρθώσαντας τὰ τείχη τῆς πόλεως καὶ τοὺς φόρους εἰς ἀκρόπολιν ἀνενεγκόντας παρʼ ἑκόντων καὶ βουλομένων τῶν Ἑλλήνων· ἀλλὰ ταυτὶ τὰ μικρὸν πρὸ τῆς ἡμετέρας ἡλικίας γεγενημένα ὑπὸ Κεφάλου τοῦ ῥήτορος καὶ Θράσωνος τοῦ Ἑρχιέως καὶ Ἠλείου καὶ Φορμισίου καὶ ἑτέρων ἀνδρῶν ἀγαθῶν, ὧν ἐνίων ἔτι καὶ νῦν ζῇ τὰ σώματα. τούτων γὰρ οἱ μὲν φρουρουμένης ὑπὸ Λακεδαιμονίων τῆς Καδμείας βοηθήσαντες τοῖς εἰς Θήβας κατιοῦσι τῶν φυγάδων τοῖς ἰδίοις κινδύνοις ἠλευθέρωσαν πόλιν ἀστυγείτονα καὶ πολὺν χρόνον δουλεύουσαν,

雅典的男人们,难道你们不会记起先辈们的功业吗?当重大而繁多的危难降临城邦之际,他们无愧于祖国、无愧于自身的自由和应得的声誉,为了公众的利益挺身犯险。谈论那些古代的名人——阿里斯提德与地米斯托克利,他们重建了城邦的城墙,在希腊人心甘情愿之下将贡赋送上卫城——未免篇幅过长;但是看看在我们这一代人不久之前,由演说家凯法洛斯、埃尔基亚的特拉松、埃莱奥斯、福尔米西奥斯以及其他善士所成就的这些事迹吧,他们当中的某些人至今依然健在。正是在卡德墨亚卫城被拉刻代蒙人驻守之时,他们中的一些人援助了返回底比斯的流亡者,冒着个人的危险,解放了一座邻近且长期遭受奴役的城邦,

语法注4 条
  1. 31ὡς μήποτε ὤφελεν

    由 ὀφείλω 的第二不定过去时 ὤφελεν 与否定词 μήποτε 构成的插入短语,用以表达针对过去既成事实的与事实相反的愿望(“但愿他从未……”)。

  2. 31τοσοῦτον ἐδέησεν ... ὥστε

    由人称动词短语 τοσοῦτον ἐδέησεν(主语为 ὁ δημαγωγός,“相去如此之远”)后接不定式(προφέρειν)与 ὥστε 结果从句构成的习惯句式,意为“不但没有……,反而甚至……”。

  3. 33ἀλλʼ ἢ

    承接否定短语 οὐδὲν χρήσιμος 使用的惯用连词 ἀλλʼ ἤ,表示排除(“除了……之外”)。

  4. 36ἐκ τῶν δακτύλων ἀναψάμενος

    中动语态分词短语,其支配的隐含宾语承接前文的 ἐπιστολήν(“将信函系在手指上”),形象地描绘了德摩斯梯尼四处招摇、炫耀书信的做作姿态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:31-38