- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:24-30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指控德摩斯梯尼背弃曾帮助过雅典的底比斯并纵容其毁灭,揭露其长期受贿亲马其顿的历史,敦促陪审团严惩以正城邦国运。
διὰ δὲ τοῦτον τὸν προδότην παῖδες καὶ γυναῖκες αἱ Θηβαίων ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διενεμήθησαν, πόλις ἀστυγείτων καὶ σύμμαχος ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται, ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ τῶν κοινωνησάντων ὑμῖν τοῦ πρὸς Φίλιππον πολέμου.1 ἀροῦται, φημί, καὶ σπείρεται· καὶ οὐκ ἠλέησε, φημί, ὁ μιαρὸς οὗτος πόλιν οἰκτρῶς οὕτως ἀπολλυμένην, εἰς ἣν ἐπρέσβευσεν ὑφʼ ὑμῶν ἀποσταλείς, ἧς ὁμόσπονδος καὶ ὁμοτράπεζος πολλάκις γέγονεν, ἣν αὐτός φησι σύμμαχον ἡμῖν ποιῆσαι. ἀλλὰ πρὸς οὓς εὐτυχοῦντας πολλάκις ἦλθε, τούτους ἀτυχοῦντας προδέδωκεν.
然而,正因为这个叛徒,底比斯人的妇女和儿童被瓜分到了蛮族的帐篷中,一座近邻的同盟城邦从希腊的中心被连根拔起,底比斯人的城邑——他们曾与你们共同承担抗击腓力的战争——如今正被耕犁和播种。我说,正被耕犁和播种!我说,这个污秽之徒竟然丝毫不怜悯那座如此悲惨毁灭的城邦,而他曾受你们派遣作为使节出访那里,曾多次与他们同饮盟酒、同席共餐,甚至亲自声称是他促成了该邦与我们的结盟。然而,对于那些在顺境中他屡屡拜访的人,在他们身陷绝境时,他却予以背叛。
κἀκεῖνοι μέν, ὡς οἱ πρεσβύτεροι λέγουσι, καταλελυμένης τῆς δημοκρατίας τῆς παρʼ ἡμῖν καὶ συνάγοντος ἐν Θήβαις Θρασυβούλου τοὺς φυγάδας ἐπὶ τὴν Φυλῆς κατάληψιν, καὶ Λακεδαιμονίων ἰσχυόντων καὶ ἀπαγορευόντων μηδένʼ Ἀθηναίων ὑποδέχεσθαι μηδʼ ἐκπέμπειν, ὅμως συνέπραττον τῷ δήμῳ τὴν κάθοδον καὶ τὸ πολλάκις ἀνεγνωσμένον παρʼ ὑμῖν ἐψηφίσαντο ψήφισμα, [μὴ] περιορᾶν ἐάν τις ὅπλα διὰ τῆς χώρας [τῆς] Ἀθηναίων ἔχων πορεύηται·2 οὗτος δὲ ὁ κοινὸν αὑτὸν τοῖς συμμάχοις, ὡς αὐτίκα φήσει, παρέχων οὐδὲν τοιοῦτον ἔπραξεν, οὐδὲ τῶν χρημάτων ὧν ἔλαβεν εἰς τὴν τούτων σωτηρίαν οὐδὲν ἠθέλησε προέσθαι. ὧν ὑμεῖς, ὦ ἄνδρες, μνησθέντες, καὶ τὰ ἀτυχήματα τὰ γιγνόμενα διὰ τοὺς προδότας θεωρήσαντες ἐν ταῖς Ὀλυνθίων καὶ Θηβαίων συμφοραῖς, ὑπὲρ ὑμῶν αὐτῶν ὀρθῶς νυνὶ βουλεύεσθε, καὶ τοὺς δωροδοκεῖν ἐθέλοντας κατὰ τῆς πατρίδος ἀνελόντες ἐν ὑμῖν αὐτοῖς καὶ τοῖς θεοῖς τὰς ἐλπίδας τῆς σωτηρίας ἔχετε.
遥想当年,正如长辈们所言,当我们这里的民主政体被颠覆、色拉叙布洛斯在底比斯召集流亡者准备占领费勒之时,尽管拉刻代蒙人势力强大,严禁任何人收留或放行雅典人,但底比斯人依然协助民众重返故土,并投票通过了在你们面前屡次宣读的那项法令,即如果雅典人中有人携带武器穿过其领土,他们将听之任之、不加阻拦;然而,这个自称对盟友竭诚效劳(正如他片刻之后便会声称的那样)的家伙,却未曾做过任何这类事情,甚至不愿从他为拯救他们而收受的钱财中拿出一分一毫。男人们,你们当记取这些往事,并从奥林托斯人和底比斯人的遭遇中认清叛徒所酿成的惨祸,如今当为你们自己作出正确的决断;通过除掉那些企图收受贿赂危害祖国的人,将得救的希望寄托于你们自身与诸神之中。
μόνως γὰρ οὕτως, ἄνδρες Ἀθηναῖοι, μόνως καὶ τοὺς ἄλλους ποιήσετε βελτίους, ἐὰν τοὺς ἐνδόξους τῶν πονηρῶν ἐξελέγξαντες κολάσητε τῶν ἀδικημάτων ἀξίως. τοὺς μὲν γὰρ τυχόντας τῶν κρινομένων, ὅταν ἁλῶσιν, οὐδεὶς οἶδεν οὐδὲ ζητεῖ πυθέσθαι τί πεπόνθασι· τοὺς δʼ ἐνδόξους πάντες πυνθάνονται, καὶ τοὺς δικάζοντας ἐπαινοῦσιν, ὅταν τὸ δίκαιον μὴ προῶνται ταῖς τῶν κρινομένων δόξαις. ἀνάγνωθι τὸ ψήφισμα τὸ Θηβαίων. λέγε τὰς μαρτυρίας. ἀναγίγνωσκε τὰς ἐπιστολάς.
因为唯有如此,雅典的男人们,唯有当你们揭露并依其罪行严惩恶人中的显要者时,才能使其他人弃恶从善。对于受审者中的平庸之辈,一旦被定罪,无人知晓也无人打听他们的下场;但对于显要之流,人人都会探听,并且当审判官们不因受审者的名望而牺牲正义时,众人都会赞美审判官。宣读底比斯人的法令。宣读证词。宣读信函。
Ψήφισμα Μαρτυρίαι Ἐπιστολαί μισθωτὸς οὗτος, ὦ Ἀθηναῖοι, μισθωτὸς οὗτός ἐστι παλαιός. οὗτος ἦν ὁ τὴν πρεσβείαν τὴν παρὰ Φιλίππου πορευομένην ὡς ἡμᾶς ἐκ Θηβῶν καλέσας, καὶ τοῦ λυθῆναι τὸν πρῶτον πόλεμον αἴτιος γενόμενος· οὗτος Φιλοκράτει συναπελογεῖτο τῷ γράψαντι πρὸς Φίλιππον εἰρήνην, διʼ ἣν ὑμεῖς ἐκεῖνον ἐξεβάλετε, καὶ ζεύγη τοῖς πρέσβεσιν ἐμισθώσατο τοῖς μετʼ Ἀντιπάτρου δεῦρʼ ἐλθοῦσιν, ἀναλαμβάνων αὐτοὺς καὶ τὸ κολακεύειν τοὺς Μακεδόνας πρῶτος εἰς τὴν πόλιν εἰσάγων.
法令证词信函雅典人啊,此人是个受雇之徒,是个老牌的受雇之徒。正是他从底比斯召来了腓力派往我们这里的使团,并成为终结第一次战争的罪魁祸首;正是他与菲洛克拉特一同辩护(正是此人起草了与腓力的和约,你们因此将他放逐),正是他为随安提帕特前来的使节雇佣车马,迎合奉承他们,并第一个将阿谀马其顿人的风气引入城邦。
μὴ ἀφῆτε, ἄνδρες Ἀθηναῖοι, μὴ ἀφῆτε τὸν ἐπὶ τοῖς τῆς πόλεως καὶ τῶν ἄλλων Ἑλλήνων ἀτυχήμασιν ἐπιγεγραμμένον3 ἀτιμώρητον, εἰλημμένον ἐπʼ αὐτοφώρῳ δῶρα ἔχοντα κατὰ τῆς πόλεως, μηδὲ τῆς ἀγαθῆς τύχης ὑμᾶς ἐπὶ τὸ βέλτιον ἀγούσης, καὶ τὸν μὲν ἕτερον τῶν τὴν πατρίδα λελυμασμένων ἐκ τῆς πόλεως ἐκβεβληκυίας, τοῦτον δʼ ὑμῖν ἀποκτεῖναι παραδούσης, αὐτοὶ τοῖς πᾶσι συμφέρουσιν ἐναντιωθῆτε, ἀλλὰ μετοιωνίσασθε τὰς τῆς πόλεως πράξεις, εἰς τούτους τοὺς ἡγεμόνας τὰς ἀποτυχίας τρέψαντες.
雅典的男人们,切莫放过、切莫放过这个把自己的名字铭刻在城邦及其他希腊人之不幸上的人,他因收受危害城邦的贿赂而被当场拿获;当好运正引导你们走向更好的境地、将残害祖国的两人中的一个逐出城邦、又将此人交到你们手中处死之时,你们绝不可反对全体公民的利益,而应通过把灾祸归咎于这些头目,来扭转城邦的气运。
εἰς ποῖον γὰρ καιρὸν ἀποθήσεσθε τοῦτον ὑπολαβόντες χρήσιμον ὑμῖν αὐτοῖς ἔσεσθαι; ἔχοι τις ἂν εἰπεῖν ἢ ὑμῶν ἢ τῶν περιεστηκότων, εἰς ποῖα οὗτος πράγματα εἰσελθὼν ἢ ἴδια ἢ κοινὰ οὐκ ἀνατέτροφεν; οὐκ εἰς μὲν τὴν Ἀριστάρχου οἰκίαν εἰσελθών, βουλεύσας μετʼ ἐκείνου τὸν Νικοδήμῳ θάνατον κατασκευασθέντα, ὃν ἴστε πάντες, ἐξέβαλε τὸν Ἀρίσταρχον ἐπὶ ταῖς αἰσχίσταις αἰτίαις; καὶ τοιούτῳ φίλῳ Δημοσθένει ἐχρήσατο, ὥστε δαίμονα αὐτῷ τοῦτον καὶ τῶν γεγενημένων συμφορῶν ἡγεμόνα νομίσαι προσελθεῖν;4
你们究竟打算把此人留到何等时机,竟以为他将来还能对你们有所裨益?在你们当中或周围围观的人当中,难道有谁能说出,此人插手过哪一件私事或公事而没有将其彻底颠覆吗?他难道不是潜入了阿里斯塔库斯的家中,与他一同策划了针对尼科代莫斯的谋杀(这事你们全都知道),随后又以极其可耻的罪名将阿里斯塔库斯逐入流亡吗?〔阿里斯塔库斯〕难道不是交上了德摩斯梯尼这样的朋友,以至于人们简直要认为是一个灾星、一个他所遭遇之灾祸的引路人附上了他的身吗?
- 24ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ τῶν κοινωνησάντων ὑμῖν τοῦ πρὸς Φίλιππον πολέμου
属格分词 τῶν κοινωνησάντων 在性、数、格上与被 ἄστυ 隔开的属格 Θηβαίων 保持语法一致,修饰底比斯人。紧接着重叠出现的 ἀροῦται, φημί, καὶ σπείρεται 通过修辞性反复,极力渲染了该城邦遭受彻底毁灭的凄惨景象。
- 25[μὴ] περιορᾶν ἐάν τις ὅπλα διὰ τῆς χώρας [τῆς] Ἀθηναίων ἔχων πορεύηται
此处 [μὴ] 与 [τῆς] 的删留是文本校勘上的争议点。不定词 περιορᾶν 表述法令的内容,意为“放任/袖手旁观”。若删去此二词,则 Ἀθηναίων 作为部分属格修饰 τις,意为“若雅典人中有人携武器穿过其领土,将不予干预”(指底比斯默许色拉叙布洛斯的流亡军借道波奥提亚);若保留抄本中的 μὴ 与 τῆς,则意为“若有人携武器穿过雅典人的领土,绝不袖手旁观”。
- 29τὸν ἐπὶ τοῖς τῆς πόλεως καὶ τῶν ἄλλων Ἑλλήνων ἀτυχήμασιν ἐπιγεγραμμένον
完成时中被动态分词 ἐπιγεγραμμένον 是一种隐喻用法,指“其名字被铭刻在城邦及其他希腊人之灾难上的人”,意指此人将公众的灾祸作为自己沽名钓誉、攫取政治资本的垫脚石,或是其名字如罪魁祸首般烙印在这些灾难之中。
- 30καὶ τοιούτῳ φίλῳ Δημοσθένει ἐχρήσατο, ὥστε δαίμονα αὐτῷ τοῦτον καὶ τῶν γεγενημένων συμφορῶν ἡγεμόνα νομίσαι προσελθεῖν
主动词 ἐχρήσατο 的主语承接前句的阿里斯塔库斯。结果从句 ὥστε ... νομίσαι 中不定词 νομίσαι 的逻辑主语既可理解为泛指的人们(“以至于任何人都会认为”),亦可理解为阿里斯塔库斯本人(“以至于他自己都觉得”)。此处把德摩斯梯尼比作缠上阿里斯塔库斯并将其引向毁灭的“恶灵”(δαίμων)。
