- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:109-114
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控方敦促审判官切莫为德摩斯梯尼的乞怜所动,而应捍卫祖国与法律正义将其定罪,并警惕涉案的将领演说家为其说情,最后将发言时间移交给后续控告人,结束了自己的发言。
μὴ οὖν ἄχθεσθʼ αὐτοῦ κλαίοντος καὶ ὀδυρομένου· πολὺ γὰρ ἂν δικαιότερον ἐλεήσαιτε τὴν χώραν, ἣν οὗτος καθίστησιν εἰς τοὺς κινδύνους τοιαῦτα πράττων, ἣ τοὺς ἐξ αὑτῆς γεγενημένους ὑμᾶς ἱκετεύει, παραστησαμένη τὰ ὑμέτερα τέκνα καὶ γυναῖκας, τιμωρήσασθαι τὸν προδότην καὶ σῴζειν ἑαυτήν, ὑπὲρ ἧς οἱ πρόγονοι πολλοὺς καὶ καλοὺς κινδύνους ὑπομείναντες ἐλευθέραν ὑμῖν αὐτὴν παραδεδώκασιν, ἐν ᾗ πολλὰ καὶ καλὰ παραδείγματα λέλειπται τῆς τῶν τελευτησάντων ἀρετῆς.
因此,当他哭泣哀号时,你们切不可为之动容;因为你们若怜悯这片国土,才远为正义得多,正是此人通过此类行径将国土置于险境,正是这片土地带着你们的妻子儿女,恳求你们这些由她所养育的子民严惩叛徒、拯救自身;为了这片土地,祖先们历经重重崇高危险,将其自由地传给了你们,在这片土地上亦留存了许多展现先烈英德的光辉楷模。
εἰς ταύτην ἀποβλέψαντας,1 ὦ Ἀθηναῖοι, καὶ τὰς ἐν αὐτῇ γιγνομένας πατρίους θυσίας καὶ τὰς τῶν προγόνων θήκας φέρειν δεῖ τοὺς εὖ φρονοῦντας τὴν ψῆφον. καὶ ὅταν Δημοσθένης ἐξαπατῆσαι βουλόμενος καὶ παρακρουόμενος ὑμᾶς οἰκτίζηται καὶ δακρύῃ, ὑμεῖς εἰς τὸ τῆς πόλεως σῶμʼ ἀποβλέψαντες καὶ τὴν πρότερον δόξαν ὑπάρχουσαν αὐτῇ ἀντίθετε, πότερον ἡ πόλις ἐλεεινοτέρα διὰ τοῦτον γέγονεν ἢ διὰ τὴν πόλιν Δημοσθένης.
雅典人啊,心存明智之人应当着眼于这片土地,着眼于其中举行的祖传祭礼以及先祖的墓穴,投下自己的选票。每当德摩斯梯尼企图欺骗与迷惑你们而哀泣流泪之时,你们应当审视城邦的身躯,将其与城邦昔日享有的盛名相对照,看看究竟是城邦因他而变得更为可怜,还是德摩斯梯尼因城邦而变得可怜。
εὑρήσετε γὰρ τοῦτον μὲν λαμπρὸν ἐξ οὗ προσελήλυθε πρὸς τὸ πολιτεύεσθαι γεγενημένον, καὶ ἀντὶ μὲν λογογράφου καὶ μισθοῦ τὰς δίκας λέγοντος ὑπὲρ Κτησίππου καὶ Φορμίωνος καὶ ἑτέρων πολλῶν πλουσιώτατον ὄντα τῶν ἐν τῇ πόλει, ἀντὶ δʼ ἀγνῶτος καὶ οὐδεμίαν πατρικὴν δόξαν παρὰ τῶν προγόνων παρειληφότος ἔνδοξον γεγενημένον, τὴν δὲ πόλιν οὐκ ἀξίως ἑαυτῆς οὐδὲ τῆς τῶν προγόνων δόξης διακειμένην. ἀφέντες οὖν τοὺς ἐλέους καὶ τοὺς φενακισμοὺς τοὺς τούτου τὴν ὁσίαν καὶ δικαίαν φέρετε ψῆφον, καὶ σκοπεῖτε τὸ τῇ πατρίδι συμφέρον, μὴ τὸ Δημοσθένει· τοῦτο γάρ ἐστι καλῶν κἀγαθῶν δικαστῶν ἔργον.
因为你们会发现,此人自踏足政坛以来便飞黄腾达,从一个收受报酬为克特西普斯、福尔米昂和许多其他人代写诉状并出庭辩护的文士,一跃成为城中巨富之一;从一个无名小卒且未从先辈那里继承任何荣耀之人,变成了名声显赫者;然而城邦的境况却既不配自身,亦有负先祖的威名。因此,屏弃他的乞怜与诈术,投下虔敬而正义的一票吧,并着眼于祖国的利益,而非德摩斯梯尼的利益;因为这正是善良正直的审判官的本分。
καὶ ὅταν ἀναβαίνῃ τις συνηγορήσων Δημοσθένει. λογίζεσθʼ ὅτι οὗτος ὁ ἄνθρωπος, εἰ μὲν μὴ ἔνοχος ὢν ταῖς μελλούσαις ἀποφάσεσιν ἀναβαίνει, κακόνους ἐστὶ τῇ πολιτείᾳ, καὶ τοὺς ἐπὶ τῷ δήμῳ δῶρα λαμβάνοντας οὐ βουλόμενος δίκην δοῦναι καὶ τὴν κοινὴν τῶν ὑμετέρων σωμάτων φυλακήν, ἐφʼ ᾗ τέτακται τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, καταλυθῆναι βούλεται καὶ συγκεχύσθαι πάντα τὰ ἐν τῇ πόλει δίκαια· εἰ δὲ ῥήτωρ ἢ στρατηγός, οἳ τὴν προσδοκωμένην καθʼ αὑτῶν ἀπόφασιν ἄπιστον βουλόμενοι γενέσθαι συνηγοροῦσιν, οὐ προσεκτέον ὑμῖν ἐστι τοῖς τούτων λόγοις, εἰδότας2 ὅτι ἐκ πάντων τούτων γεγένηται συνεργία περὶ τὸν Ἁρπάλου κατάπλουν καὶ τὴν ἄφεσιν.
每当有人站上法庭为德摩斯梯尼辩护时,你们要明白:如果此人并不在即将公布的调查报告涉案之列却出面辩护,那他就是对政体心怀叵测,不愿看到危害民众而收受贿赂之人受到惩处,妄图摧毁由战神山议事会受命掌管的对你们人身安全的共同护卫,使城邦的一切正义陷入混乱;如果他是演说家或将领,为了使针对他们自身的预期报告失去公信力而出来说情,你们决不可倾听他们的话语,因为你们知道,正是这帮人全体串通参与了哈尔帕罗斯的抵港与放行。
νομίσαντες οὖν, ὦ Ἀθηναῖοι, καθʼ ὑμῶν πάντας τούτους ἀναβαίνειν καὶ κοινοὺς ἐχθροὺς εἶναι τῶν νόμων καὶ τῆς πόλεως ἁπάσης, μὴ ἀποδέχεσθʼ αὐτῶν, ἀλλὰ κελεύετʼ ἀπολογεῖσθαι περὶ τῶν κατηγορημένων· μηδὲ τὴν αὐτοῦ τούτου μανίαν,3 ὃς μέγα φρονεῖ ἐπὶ τῷ δύνασθαι λέγειν, καὶ ἐπειδὰν φανερὸς ὑμῖν γένηται δωροδοκῶν, ἔτι μᾶλλον ἐξελήλεγκται φενακίζων ὑμᾶς, ἀλλὰ τιμωρήσασθε ὑμῶν αὐτῶν καὶ τῆς πόλεως ἀξίως. εἰ δὲ μή, μιᾷ ψήφῳ καὶ ἑνὶ ἀγῶνι πάντας τοὺς ἀποπεφασμένους καὶ τοὺς μέλλοντας ἀφέντες εἰς ὑμᾶς αὐτοὺς καὶ τὸν δῆμον τὴν τούτων δωροδοκίαν τρέψετε, κἂν ὕστερον ἐγκαλῆτε τοῖς ἀφεῖσιν, ὅτε οὐδὲν ἔσται πλέον ὑμῖν.
因此,雅典人啊,认定这帮人全体登台都是在危害你们,是法律和整个城邦的公敌,不要接纳他们的说辞,而要命令他们针对被控罪状进行答辩;亦不可容忍此人自身的狂妄——他自恃善辩,当受贿罪行在你们面前败露之后,更进一步被揭穿是在愚弄你们——而要以配得上你们自身和城邦的方式予以严惩。否则,通过这一次投票与一场审判,你们若放过所有已被呈报者与即将被呈报者,就会将他们受贿的罪责引向你们自身和民众,即便你们日后去责怪那些放行之人,届时对你们亦毫无益处了。
ἐγὼ μὲν οὖν, ὅσον εἰς τὸ μέρος τοὐμὸν τῆς κατηγορίας ἥκει, βεβοήθηκα, τἆλλα πάντα παριδὼν πλὴν τοῦ δικαίου καὶ τοῦ συμφέροντος ὑμῖν. οὐκ ἐγκαταλέλοιπα τὴν πόλιν, οὐ χάριν προὐργιαιτέραν τῆς τοῦ δήμου χειροτονίας ἐποιησάμην. ἀξιῶν δὲ καὶ ὑμᾶς τὴν αὐτὴν γνώμην ἔχειν, παραδίδωμι τὸ ὕδωρ4 τοῖς ἄλλοις κατηγόροις.
至于我,就我所分担的控告部分而言,我已经尽力施援,除正义与对你们有益的事物外将一切置之度外。我未曾抛弃城邦,亦未把私情置于民众的表决决议之上。我期待你们亦怀抱同样的决心,在此将发言水钟移交给其他控诉人。
- 110ἀποβλέψαντας
由非人称动词 δεῖ 支配的不定词 φέρειν 的逻辑主语补足成分,与受格的主语 τοὺς εὖ φρονοῦντας 一致。
- 112εἰδότας
受格分词,在意义上(ad sensum)呼应形容词性动词短语 οὐ προσεκτέον ὑμῖν ἐστι 的行为主体。虽然语法格是与格(ὑμῖν),但因其等同于 δεῖ ὑμᾶς προσέχειν,故自然采用了受格修饰。
- 113μηδὲ τὴν αὐτοῦ τούτου μανίαν
该受格短语承前省略了表示“接纳/容忍”的动词(承接上句 μὴ ἀποδέχεσθʼ αὐτῶν,由支配属格转为支配受格 μανίαν),并在后文由 ἀλλὰ τιμωρήσασθε 构成对比并完成意义。
- 114παραδίδωμι τὸ ὕδωρ
雅典法庭的专门术语,指用于计量发言时间的水钟(klepsydra)之水;将剩余的时间/水流转交给同案其他控告人,标志着本发言者的辩论结束。
