- 底本
- Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (printing); 1960 (reprint).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:84-89
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被告论述神兆与证言皆证实其无罪,警示错误判决具有不可逆的危害,敦促陪审员依照法律与誓言判其无罪。
Μάρτυρες ἐπίσταμαι δὲ καὶ τάδε, ὦ ἄνδρες δικασταί, ὅτι εἰ μὲν ἐμοῦ κατεμαρτύρουν οἱ μάρτυρες, ὥς τι ἀνόσιον γεγένηται ἐμοῦ παρόντος ἐν πλοίῳ ἢ ἐν ἱεροῖς, αὐτοῖς γε τούτοις ἰσχυροτάτοις ἂν ἐχρῶντο, καὶ πίστιν τῆς αἰτίας ταύτην σαφεστάτην ἀπέφαινον, τὰ σημεῖα τὰ ἀπὸ τῶν θεῶν· νῦν δὲ τῶν τε σημείων ἐναντίων τοῖς τούτων λόγοις γιγνομένων, τῶν τε μαρτύρων ἃ μὲν ἐγὼ λέγω μαρτυρούντων ἀληθῆ εἶναι, ἃ δʼ οὗτοι κατηγοροῦσι ψευδῆ, τοῖς μὲν μαρτυροῦσιν ἀπιστεῖν ὑμᾶς κελεύουσι, τοῖς δὲ λόγοις οὓς αὐτοὶ λέγουσι πιστεύειν ὑμᾶς φασι χρῆναι. καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι τοῖς ἔργοις τοὺς λόγους ἐλέγχουσιν, οὗτοι δὲ τοῖς λόγοις τὰ ἔργα ζητοῦσιν ἄπιστα καθιστάναι.
〔证人登台〕审判员诸位,我也深知这一点:如果证人们曾对我作出不利的证言,称有我在场的船上或祭礼中发生过任何不敬之事,他们必定会把这些当作最强有力的论据,并将来自神明的预兆视作支持其指控的最明晰的凭证。然而如今,预兆既然与他们的言论完全相悖,证人们又证实我所言属实而他们所控为虚,他们却要求诸位不要相信作证之人,反而声称诸位应当相信他们自己所说的言辞。常人皆以事实来检验言辞,这些人却企图以言辞使事实变得不可置信。
ὅσα μὲν οὖν ἐκ τῶν κατηγορηθέντων μέμνημαι, ὦ ἄνδρες, ἀπολελόγημαι· οἶμαι δὲ καὶ ὑμῶν αὐτῶν ἕνεκα δεῖν ὑμᾶς μου ἀποψηφίσασθαι. ταὐτὰ γὰρ ἐμέ τε σῴζει, καὶ ὑμῖν νόμιμα καὶ εὔορκα γίγνεται. κατὰ γὰρ τοὺς νόμους ὠμόσατε δικάσειν· ἐγὼ δὲ καθʼ οὓς μὲν ἀπήχθην, οὐκ ἔνοχός εἰμι τοῖς νόμοις, ὧν δʼ ἔχω τὴν αἰτίαν, ἀγών μοι νόμιμος ὑπολείπεται. εἰ δὲ δύο ἐξ ἑνὸς ἀγῶνος γεγένησθον,1 οὐκ ἐγὼ αἴτιος, ἀλλʼ οἱ κατήγοροι. καίτοι οὐ δήπου οἱ μὲν ἔχθιστοι οἱ ἐμοὶ δύο ἀγῶνας περὶ ἐμοῦ πεποιήκασιν, ὑμεῖς δὲ οἱ τῶν δικαίων ἴσοι κριταὶ προκαταγνώσεσθέ μου ἐν τῷδε τῷ ἀγῶνι τὸν φόνον.
审判员诸位,凡是我所能记起的被控事项,我均已完成了辩护;我认为,为了诸位自身着想,诸位也应当判我无罪。因为这样做既能拯救我,对诸位而言亦合乎法律与誓言。因为诸位曾起誓依法审判;而在拘捕我所依据的法律下,我并不受其管辖,至于我所蒙受的罪名,依法应有的审判依然在等待着我。倘若一个案件演变成了两场审判,罪不在我,而在于原告。我的死敌固然针对我炮制了两场审判,但诸位身为正义的公正裁决者,绝不至于在这场审判中就预先判定我犯有谋杀罪。
μὴ ὑμεῖς γε, ὦ ἄνδρες· ἀλλὰ δότε τι καὶ τῷ χρόνῳ, μεθʼ οὗ ὀρθότατα εὑρίσκουσιν οἱ τὴν ἀκρίβειαν ζητοῦντες τῶν πραγμάτων. ἠξίουν μὲν γὰρ ἔγωγε περὶ τῶν τοιούτων, ὦ ἄνδρες, εἶναι τὴν δίκην κατὰ τοὺς νόμους, κατὰ μέντοι τούτους τὸ δίκαιον ὡς πλειστάκις ἐλέγχεσθαι. τοσούτῳ γὰρ ἄμεινον ἂν ἐγιγνώσκετο· οἱ γὰρ πολλοὶ ἀγῶνες τῇ μὲν ἀληθείᾳ σύμμαχοί εἰσι, τῇ δὲ διαβολῇ πολεμιώτατοι.
审判员诸位,万万不可如此;请为时间留出余地,因为探求事理真相之人唯有伴随时间才能最准确地发现真情。审判员诸位,我认为对此类事件的审理本应严格依法进行,并且恰恰应当依照这些法律尽可能多次地检验正义。因为唯有如此,真相才能得到更清晰的认识;多次的法庭审理乃是真理的盟友,更是中伤的宿敌。
φόνου γὰρ δίκη καὶ μὴ ὀρθῶς γνωσθεῖσα ἰσχυρότερον τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς ἐστιν· ἀνάγκη γὰρ, ἐὰν ὑμεῖς μου καταψηφίσησθε, καὶ μὴ ὄντα φονέα μηδʼ ἔνοχον τῷ ἔργῳ χρῆσθαι τῇ δίκῃ καὶ τῷ νόμῳ· καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴν δίκην τὴν δεδικασμένην παραβαίνειν, πιστεύσας αὑτῷ ὅτι οὐκ ἔνοχός ἐστιν, οὔτε ξυνειδὼς αὑτῷ τοιοῦτον ἔργον εἰργασμένῳ μὴ οὐ χρῆσθαι2 τῷ νόμῳ· ἀνάγκη δὲ τῆς τε δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς,3 ἄλλως τε καὶ ἐὰν μὴ ᾖ ὁ τιμωρήσων.
因为谋杀案的判决即便裁决不当,其效力亦凌驾于正义与真理之上。倘若诸位投票定我的罪,即便我并非凶手、亦未犯此罪行,我也必将不得不屈从于这一判决与法律。没有任何人敢于凭着自知无罪而违抗已定的判决,亦没有任何人在自知犯下此等罪行时能够免于遵从法律。既必然在背离真理的情况下屈服于判决,亦必然屈服于真理本身,尤其是在无人代为申冤昭雪之时。
αὐτῶν δὲ τούτων ἕνεκα οἵ τε νόμοι καὶ αἱ διωμοσίαι καὶ τὰ τόμια καὶ αἱ προρρήσεις, καὶ τἆλλʼ ὁπόσα γίγνεται τῶν δικῶν ἕνεκα τοῦ φόνου, πολὺ διαφέροντά ἐστιν ἢ καὶ ἐπὶ τοῖς ἄλλοις, ὅτι καὶ αὐτὰ τὰ πράγματα, περὶ ὧν οἱ κίνδυνοι, περὶ πλείστου ἐστὶν ὀρθῶς γιγνώσκεσθαι· ὀρθῶς μὲν γὰρ γνωσθέντα τιμωρία ἐστὶ τῷ ἀδικηθέντι, φονέα δὲ τὸν μὴ αἴτιον ψηφισθῆναι ἁμαρτία καὶ ἀσέβειά ἐστιν εἴς τε τοὺς θεοὺς καὶ εἰς τοὺς νόμους.
正是由于这些缘故,有关谋杀诉讼的法律、严正起誓、牺牲之礼、公开宣斥以及所有其他规制,均大大有别于其他案件,因为所涉险境的事由本身,最需要得到正确的裁决。裁决若得当,是对受害者的告慰与昭雪;然而若将无辜者判定为凶手,则是对神明与法律的双重冒犯与亵渎。
καὶ οὐκ ἴσον ἐστὶ τόν τε διώκοντα μὴ ὀρθῶς αἰτιάσασθαι καὶ ὑμᾶς τοὺς δικαστὰς μὴ ὀρθῶς γνῶναι. ἡ μὲν γὰρ τούτων αἰτίασις οὐκ ἔχει τέλος, ἀλλʼ ἐν ὑμῖν ἐστι καὶ τῇ δίκῃ· ὅ τι δʼ ἂν ὑμεῖς ἐν αὐτῇ τῇ δίκῃ μὴ ὀρθῶς γνῶτε, τοῦτο οὐκ ἔστιν ὅποι ἄν τις ἀνενεγκὼν τὴν ἁμαρτίαν ἀπολύσαιτο.
况且,起诉者指控失当,与诸位审判员裁决失当,二者绝非同一回事。因为他们的指控并非终局,最终取决于诸位和法庭的判决;但诸位若在案件审判中裁决失当,便再无任何地方可供人申诉以纠正这一过错。
- 85γεγένησθον
动词双数形式(完成时中被动态直陈式第三人称双数)。它与主语“两场审判”(δύο [ἀγῶνος/ἀγῶνε])在数上呼应,采用主要时态双数词尾 -σθον。
- 87μὴ οὐ χρῆσθαι
双重否定结构(μὴ οὐ + 不定词),跟在带有否定含义的主动词结构(οὐδεὶς ἂν τολμήσειεν ... οὔτε)之后,表达“〔无人敢〕不遵从法律”之意。
- 87ἀνάγκη δὲ τῆς τε δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς
非人称句式 ἀνάγκη [ἐστί] 之后接被动态不定词 νικᾶσθαι,并带有比较(劣势)属格 τῆς τε δίκης ... αὐτοῦ τε τοῦ ἀληθοῦς。νικᾶσθαι 接属格与 ἡττᾶσθαι 相同,意为“败给……、屈服于……”,呼应前一句的两种情形:既在背离真理时屈服于判决(无辜被定罪者),亦屈服于真理本身(自知犯罪者)。
