← 安提丰

关于赫罗德谋杀案

§77-83

父亲的城邦忠诚与航海祭典中的神明眷顾

辩护人阐明叛乱平定之后父亲对城邦的忠贞与清白,敦促法官抵制原告出于私利所作的中伤,并援引自己在航海与祭典中从未带来厄运的事实作为神明昭示其无罪的明证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§77

ἐπεὶ δʼ ὑμεῖς τοὺς αἰτίους τούτων ἐκολάσατε, ἐν οἷς οὐκ ἐφαίνετο ὢν ὁ ἐμὸς πατήρ, τοῖς δʼ ἄλλοις Μυτιληναίοις ἄδειαν ἐδώκατε οἰκεῖν τὴν σφετέραν αὐτῶν, οὐκ ἔστιν ὅ τι ὕστερον αὐτῷ ἡμάρτηται τῷ ἐμῷ πατρί, οὐδʼ ὅ τι οὐ πεποίηται τῶν δεόντων, οὐδʼ ἧς τινος λῃτουργίας ἡ πόλις ἐνδεὴς γεγένηται, οὔτε ἡ ὑμετέρα οὔτε ἡ Μυτιληναίων, ἀλλὰ καὶ χορηγίας χορηγεῖ καὶ τέλη κατατίθησιν.

而在你们惩治了这些事的祸首之后——显而易见我的父亲不在其列——并且准许其余的密提林人安居于他们自己的家园,此后我的父亲未曾犯下任何过失,应尽的本分无一未尽,无论对于你们的城邦还是密提林人的城邦,亦从未短缺过任何公共奉献;相反,他既承担合唱队资助之职,又按时交纳赋税。

§78

εἰ δʼ ἐν Αἴνῳ χωροφιλεῖ, τοῦτο ποιεῖ οὐκ ἀποστερῶν γε τῶν εἰς τὴν πόλιν ἑαυτὸν οὐδενὸς οὐδʼ ἑτέρας πόλεως πολίτης γεγενημένος, ὥσπερ ἑτέρους ὁρῶ, τοὺς μὲν εἰς τὴν ἤπειρον ἰόντας καὶ οἰκοῦντας ἐν τοῖς πολεμίοις τοῖς ὑμετέροις, τοὺς δὲ καὶ δίκας ἀπὸ ξυμβόλων ὑμῖν δικαζομένους, οὐδὲ φεύγων τὸ πλῆθος τὸ ὑμέτερον, τοὺς δʼ οἵους ὑμεῖς μισῶν συκοφάντας.1

至于他喜爱居于埃诺斯,他这样做绝非借此免除自己对城邦的任何义务,亦未曾如我所见的其他人那样入籍别邦——其中有人前往大陆居住在你们的仇敌之间,甚至有人依据条约与你们涉讼——他并非在躲避你们的民众,而只是憎恶那些一如你们所憎恶的诬告者。

§79

ἃ μὲν οὖν μετὰ τῆς πόλεως ὅλης ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ ἔπραξεν, τούτων οὐ δίκαιός ἐστιν ὁ ἐμὸς πατὴρ ἰδίᾳ δίκην διδόναι. ἅπασι γὰρ Μυτιληναίοις ἀείμνηστος ἡ τότε ἁμαρτία γεγένηται· ἠλλάξαντο μὲν γὰρ πολλῆς εὐδαιμονίας πολλὴν κακοδαιμονίαν, ἐπεῖδον δὲ τὴν ἑαυτῶν πατρίδα ἀνάστατον γενομένην. ἃ δὲ ἰδίᾳ οὗτοι διαβάλλουσι τὸν ἐμὸν πατέρα, μὴ πείθεσθε· χρημάτων γὰρ ἕνεκα ἡ πᾶσα παρασκευὴ γεγένηται ἐπʼ ἐμοὶ κἀκείνῳ. πολλὰ δʼ ἐστὶ τὰ συμβαλλόμενα τοῖς βουλομένοις τῶν ἀλλοτρίων ἐφίεσθαι. γέρων μὲν ἐκεῖνος ὥστʼ ἐμοὶ βοηθεῖν,2 νεώτερος δʼ ἐγὼ πολλῷ ἢ ὥστε δύνασθαι ἐμαυτῷ τιμωρεῖν ἱκανῶς.

因此,对于当年他随同整座城邦被迫而非自愿所做之事,我的父亲受惩于私是绝不合乎正义的。因为当年的过失已成为全体密提林人永世难忘的惨痛记忆:他们以极大的福分换来了极大的灾难,眼睁睁看着自己的祖国遭到摧残。而对于这些人私下对我父亲的构陷,请诸位切莫听信;因为针对我和父亲的这整套阴谋,全系为了钱财而起。对于那些企图觊觎他人财产之人,有诸多便利的条件:他已年迈,无力襄助我;而我又太年轻,远不足以充分自保。

§80

ἀλλʼ ὑμεῖς βοηθήσατέ μοι, καὶ μὴ διδάσκετε τοὺς συκοφάντας μεῖζον ὑμῶν αὐτῶν δύνασθαι. ἐὰν μὲν γὰρ εἰσιόντες εἰς ὑμᾶς ἃ βούλονται πράσσωσι, δεδειγμένον ἔσται τούτους μὲν πείθειν, τὸ δʼ ὑμέτερον πλῆθος φεύγειν· ἐὰν δὲ εἰσιόντες εἰς ὑμᾶς πονηροὶ μὲν αὐτοὶ δοκῶσιν εἶναι, πλέον δʼ αὐτοῖς μηδὲν γένηται, ὑμετέρα ἡ τιμὴ καὶ ἡ δύναμις ἔσται, ὥσπερ καὶ τὸ δίκαιον ἔχει. ὑμεῖς οὖν ἐμοί τε βοηθεῖτε καὶ τῷ δικαίῳ.

因此,请诸位援助我,切莫让诬告者知晓其力量竟能凌驾于诸位之上。因为倘若他们来到诸位面前并得以任意妄为,这就将表明人们应当去买通他们,而避开诸位的民众;但倘若他们来到诸位面前显出其卑劣面目,且一无所获,那么尊严与权威便属于诸位,这正如正义之所求。因此,请诸位扶助我,亦扶助正义。

§81

ὅσα μὲν οὖν ἐκ τῶν ἀνθρωπίνων τεκμηρίων καὶ μαρτυριῶν οἷά τε ἦν ἀποδειχθῆναι, ἀκηκόατε· χρὴ δὲ καὶ τοῖς ἀπὸ τῶν θεῶν σημείοις γενομένοις εἰς τὰ τοιαῦτα οὐχ ἥκιστα τεκμηραμένους ψηφίζεσθαι.3 καὶ γὰρ τὰ τῆς πόλεως κοινὰ τούτοις μάλιστα πιστεύοντες ἀσφαλῶς διαπράσσεσθε, τοῦτο μὲν τὰ εἰς τοὺς κινδύνους ἥκοντα, τοῦτο δὲ εἰς τὰ ἔξω τῶν κινδύνων. χρὴ δὲ καὶ εἰς τὰ ἴδια ταῦτα μέγιστα καὶ πιστότατα ἡγεῖσθαι.

至于由人间的证据和证言所能证明之事,诸位皆已听闻;但在诸如此类的事情上,诸位投票时亦必须特别依据来自神明的预兆来裁决。因为无论在面临危险之事上,抑或在无危难之事上,诸位正是最为信赖这些预兆,才得以安全地处理城邦的公事。而在私人事务中,亦当视这些神兆为最重大、最可靠的依据。

§82

οἶμαι γὰρ ὑμᾶς ἐπίστασθαι ὅτι πολλοὶ ἤδη ἄνθρωποι μὴ καθαροὶ τὰς χεῖρας ἢ ἄλλο τι μίασμα ἔχοντες συνεισβάντες εἰς τὸ πλοῖον συναπώλεσαν μετὰ τῆς αὑτῶν ψυχῆς τοὺς ὁσίως διακειμένους τὰ πρὸς τοὺς θεούς· τοῦτο δὲ ἤδη ἑτέρους ἀπολομένους μὲν οὔ, κινδυνεύσαντας δὲ τοὺς ἐσχάτους κινδύνους διὰ τοὺς τοιούτους ἀνθρώπους· τοῦτο δὲ ἱεροῖς παραστάντες πολλοὶ δὴ καταφανεῖς ἐγένοντο οὐχ ὅσιοι ὄντες, καὶ διακωλύοντες τὰ ἱερὰ μὴ γίγνεσθαι τὰ νομιζόμενα.4

因为我想诸位皆知,在此之前已有许多双手不净或身染其他污秽之人,在登上船只时,将那些对神敬虔之人连同他们自己的性命一同毁灭;在此之前亦曾有其他人虽未丧命,却因这类人而遭遇了极度的危险;更有许多人因参与献祭而被揭露出其不洁,并阻碍了既定祭礼的顺利举行。

§83

ἐμοὶ τοίνυν ἐν πᾶσι τούτοις τὰ ἐναντία ἐγένετο. τοῦτο μὲν γὰρ ὅσοις συνέπλευσα, καλλίστοις ἐχρήσαντο πλοῖς· τοῦτο δὲ ὅπου ἱεροῖς παρέστην, οὐκ ἔστιν ὅπου οὐχὶ κάλλιστα τὰ ἱερὰ ἐγένετο. ἃ ἐγὼ ἀξιῶ μεγάλα μοι τεκμήρια εἶναι τῆς αἰτίας, ὅτι οὐκ ἀληθῆ μου οὗτοι κατηγοροῦσι. εἰσὶ δέ μοι καὶ τούτων μάρτυρες.

然而在我身上,于所有这些事上所发生的情况却恰恰相反。因为凡与我同舟航行者,皆享有最顺利的航程;无论何处我参与祭典,无处不是祭礼极尽顺遂。我认为,这些乃是反驳指控的重大明证,证明这些人对我的控告绝非属实。并且关于这些,我亦持有证人。

语法注4 条
  1. 78τοὺς δʼ οἵους ὑμεῖς μισῶν συκοφάντας

    缩略关系从句结构,相当于 τοὺς συκοφάντας τοιούτους ὄντας οἵους ὑμεῖς μισεῖτε。关系代词 οἵους 作为省略动词(μισεῖτε)的宾语而处于宾格,意为“憎恶那些一如诸位所憎恶的诬告者”。

  2. 79γέρων μὲν ἐκεῖνος ὥστʼ ἐμοὶ βοηθεῖν

    原级形容词 γέρων 后接 ὥστε 加不定式,用以表示过度或不可能:“他已年迈,无力襄助我”。此结构与后半句中“比较级加 ἢ ὥστε”(νεώτερος... ἢ ὥστε δύνασθαι)形成严格对照,此处原级形容词直接与 ὥστε 搭配表达了“过分……以致不能……”之意。

  3. 81τεκμηραμένους ψηφίζεσθαι

    依附于非人称动词 χρή 的宾格不定式结构。不定式 ψηφίζεσθαι 的逻辑主语为隐含的宾格(指陪审法官 ὑμᾶς),因此分词 τεκμηραμένους 与该潜在主语保持一致作阳性宾格复数,而未受前文与格成分 τοῖς σημείοις 的牵引。

  4. 82διακωλύοντες τὰ ἱερὰ μὴ γίγνεσθαι τὰ νομιζόμενα

    阻碍类动词(διακωλύω)之后接带有赘用否定词 μή 的不定式。整句意为“阻碍既定祭礼的举行”;μή 仅为阻碍类动词后的惯用搭配,并不使不定式产生双重否定的肯定含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:77-83