← 安提丰

关于赫罗德谋杀案

§90-96

为防冤案并保留法定审判而请求判决无罪

被告人主张此刻判其无罪可为日后合法的谋杀审判留出查明真相的余地,避免铸成无法挽回的冤案,并以自己问心无愧为由恳求法庭裁决无罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§90

πῶς ἂν οὖν ὀρθῶς δικάσαιτε περὶ αὐτῶν; εἰ τούτους τε ἐάσετε τὸν νομιζόμενον ὅρκον διομοσαμένους κατηγορῆσαι,1 κἀμὲ περὶ αὐτοῦ τοῦ πράγματος ἀπολογήσασθαι. πῶς δὲ ἐάσετε; ἐὰν νυνὶ ἀποψηφίσησθέ μου. διαφεύγω γὰρ οὐδʼ οὕτω τὰς ὑμετέρας γνώμας, ἀλλʼ ὑμεῖς ἔσεσθε οἱ κἀκεῖ περὶ ἐμοῦ διαψηφιζόμενοι. καὶ φεισαμένοις μὲν ὑμῖν ἐμοῦ νῦν ἔξεστι τότε χρῆσθαι ὅ τι ἂν βούλησθε, ἀπολέσασι δὲ οὐδὲ βουλεύσασθαι ἔτι περὶ ἐμοῦ ἐγχωρεῖ.

那么,诸位怎样才能对此案作出正确的裁决呢?那就是允许他们在立下法定誓言之后进行指控,并允许我就事件本身进行申辩。诸位又怎样才能允许这样做呢?只要诸位现在判我无罪即可。因为这样做我并未逃脱诸位的裁判,反而在那场审判中对我进行表决的依然将是诸位。倘若诸位现在饶恕了我,届时尽可随心所欲处置我;但若将我处死,便再也没有机会就我的事进行审议了。

§91

καὶ μὴν εἰ δέοι ἁμαρτεῖν τι, τὸ ἀδίκως ἀπολῦσαι ὁσιώτερον ἂν εἴη τοῦ μὴ δικαίως ἀπολέσαι· τὸ μὲν γὰρ ἁμάρτημα μόνον ἐστί, τὸ δὲ ἕτερον καὶ ἀσέβημα. ἐν ᾧ χρὴ πολλὴν πρόνοιαν ἔχειν, μέλλοντας ἀνήκεστον ἔργον ἐργάζεσθαι. ἐν μὲν γὰρ ἀκεστῷ πράγματι καὶ ὀργῇ χρησαμένους καὶ διαβολῇ πιθομένους ἔλαττόν ἐστιν ἐξαμαρτεῖν· μεταγνοὺς γάρ τις ἔτι ἂν ὀρθῶς βουλεύσαιτο· ἐν δὲ τοῖς ἀνηκέστοις πλέον βλάβος τὸ μετανοεῖν καὶ γνῶναι ἐξημαρτηκότας. ἤδη δέ τισιν ὑμῶν καὶ μετεμέλησεν ἀπολωλεκόσι. καίτοι ὅπου ὑμῖν τοῖς ἐξαπατηθεῖσι μετεμέλησεν, ἦ καὶ πάνυ τοι χρῆν τούς γε ἐξαπατῶντας ἀπολωλέναι.

况且,如果非要犯错不可,不当地释放某人,也比不公正地处死某人更为敬虔;因为前者仅是过失,而后者既是过错亦是不敬。在将要采取不可逆转的举动时,对此必须抱有极大的审慎。因为在尚可挽回的事务中,即便因动怒并轻信中伤而犯错,罪过亦较轻,毕竟人在反省之后尚能重新作出正确的决断;但在不可挽回的事务中,事后懊悔并认识到自己铸成大错,只会带来更大的痛楚。诸位当中就曾有人在处死他人之后深感悔恨。然而,既然受骗的诸位都会感到悔恨,那么行骗之人岂不更应当被处以极刑!

§92

ἔπειτα δὲ τὰ μὲν ἀκούσια τῶν ἁμαρτημάτων ἔχει συγγνώμην, τὰ δὲ ἑκούσια οὐκ ἔχει. τὸ μὲν γὰρ ἀκούσιον ἁμάρτημα, ὦ ἄνδρες, τῆς τύχης ἐστί, τὸ δὲ ἑκούσιον τῆς γνώμης. ἑκούσιον δὲ πῶς ἂν εἴη μᾶλλον ἢ εἴ τις, ὧν βουλὴν ποιοῖτο, ταῦτα παραχρῆμα ἐξεργάζοιτο; καὶ μὴν τὴν ἴσην γε δύναμιν ἔχει, ὅστις τε ἂν τῇ χειρὶ ἀποκτείνῃ ἀδίκως καὶ ὅστις τῇ ψήφῳ.

再者,非出于本意的过失尚可获得宽恕,出于本意的过失则不可。审判员诸位,非本意的过失归咎于机运,本意的过失则归咎于意图。倘若一个人将正在审议的事立时付诸实施,还有什么比这更加出于本意呢?诚然,以双手不当地杀人者与以选票杀人者,其实具有同等的力量。

§93

εὖ δʼ ἴστε ὅτι οὐκ ἄν ποτʼ ἦλθον εἰς τὴν πόλιν, εἴ τι ξυνῄδη ἐμαυτῷ τοιοῦτον· νῦν δὲ πιστεύων τῷ δικαίῳ,2 οὗ πλέονος οὐδέν ἐστιν ἄξιον ἀνδρὶ συναγωνίζεσθαι, μηδὲν αὑτῷ συνειδότι ἀνόσιον εἰργασμένῳ μηδʼ εἰς τοὺς θεοὺς ἠσεβηκότι· ἐν γὰρ τῷ τοιούτῳ ἤδη καὶ τὸ σῶμα ἀπειρηκὸς ἡ ψυχὴ συνεξέσωσεν, ἐθέλουσα ταλαιπωρεῖν διὰ τὸ μὴ ξυνειδέναι ἑαυτῇ. τῷ δὲ ξυνειδότι τοῦτο αὐτὸ πρῶτον πολέμιόν ἐστιν· ἔτι γὰρ καὶ τοῦ σώματος ἰσχύοντος ἡ ψυχὴ προαπολείπει, ἡγουμένη τὴν τιμωρίαν οἱ ἥκειν ταύτην τῶν ἀσεβημάτων ἐγὼ δʼ ἐμαυτῷ τοιοῦτον οὐδὲν ξυνειδὼς ἥκω εἰς ὑμᾶς.

诸位请深知,若是我问心有愧,自知犯下过此类行径,绝不会来到这座城邦;而如今我来到这里,乃是信赖正义,对于一个自知未曾犯下任何不敬之举、亦未亵渎过神明的人而言,世上再没有任何东西比正义更值得引为盟友。因为在身处此境时,即便肉体已经精疲力竭,毫无愧怍之心的灵魂亦曾将其共同挽救,甘愿忍受劳苦。然而对于自知有罪之人,这一自知之明本身就是其首要的大敌;因为即便肉体尚且健壮,灵魂已先行崩溃,认为不敬之举的这一报应已然降临于己身。而我正因问心无愧,才来到了诸位面前。

§94

τὸ δὲ τοὺς κατηγόρους διαβάλλειν οὐδέν ἐστι θαυμαστόν. τούτων γὰρ ἔργον τοῦτο, ὑμῶν δὲ τὸ μὴ πείθεσθαι τὰ μὴ δίκαια. τοῦτο μὲν γὰρ ἐμοὶ πειθομένοις ὑμῖν μεταμελῆσαι ἔστιν, καὶ τούτου φάρμακον τὸ αὖθις κολάσαι, τοῦ δὲ τούτοις πειθομένους ἐξεργάσασθαι ἃ οὗτοι βούλονται οὐκ ἔστιν ἴασις.3 οὐδὲ χρόνος πολὺς ὁ διαφέρων, ἐν ᾧ ταῦτα νομίμως πράξεθʼ ἃ νῦν ὑμᾶς παρανόμως πείθουσιν οἱ κατήγοροι ψηφίσασθαι. οὔ τοι τῶν ἐπειγομένων ἐστὶ τὰ πράγματα, ἀλλὰ τῶν εὖ βουλευομένων. νῦν μὲν οὖν γνωρισταὶ γίγνεσθε τῆς δίκης, τότε δὲ δικασταὶ τῶν μαρτύρων νῦν μὲν δοξασταί, τότε δὲ κριταὶ τῶν ἀληθῶν.

原告们肆意中伤,本不足为奇;因为那是他们的本分,而诸位的职责则是不顺从不正义之辞。倘若听信我的劝说,诸位尚有反悔的余地,其补救之策便是日后再行惩罚;但若听信他们的蛊惑,做出了他们所期望的事,便再无药可救。在诸位能够合法地执行原告如今唆使诸位非法表决之事之前,相隔的时间并不长久。诸事并不属于仓促行事之人,而属于善于审慎决断之人。现在诸位只是诉讼的了解者,届时才是证人的审判者;现在诸位只是推测者,届时才是真理的裁断者。

§95

ῥᾷστον δέ τοί ἐστιν ἀνδρὸς περὶ θανάτου φεύγοντος τὰ ψευδῆ καταμαρτυρῆσαι. ἐὰν γὰρ τὸ παραχρῆμα μόνον πείσωσιν ὥστε ἀποκτεῖναι, ἅμα τῷ σώματι καὶ ἡ τιμωρία ἀπόλωλεν. οὐδὲ γὰρ οἱ φίλοι ἔτι θελήσουσιν ὑπὲρ ἀπολωλότος τιμωρεῖν· ἐὰν δὲ καὶ βουληθῶσιν, τί ἔσται πλέον τῷ γε ἀποθανόντι;

对于面临死罪被审之人,作伪证陷害是极其轻而易举的。因为他们只要在一时之间说服诸位将其处死,复仇的机会便随着肉体一同湮灭。死者的亲友不会再愿意替已死之人申冤复仇;即便他们愿意,对死去之人又能有什么益处呢?

§96

νῦν μὲν οὖν ἀποψηφίσασθέ μου· ἐν δὲ τῇ τοῦ φόνου δίκῃ οὗτοί τε τὸν νομιζόμενον ὅρκον διομοσάμενοι ἐμοῦ κατηγορήσουσι, καὶ ὑμεῖς περὶ ἐμοῦ κατὰ τοὺς κειμένους νόμους διαγνώσεσθε, καὶ ἐμοὶ οὐδεὶς λόγος ἔσται ἔτι, ἐάν τι πάσχω, ὡς παρανόμως ἀπωλόμην. ταῦτά τοι δέομαι ὑμῶν, οὔτε τὸ ὑμέτερον εὐσεβὲς παριεὶς οὔτε ἐμαυτὸν ἀποστερῶν τὸ δίκαιον· ἐν δὲ τῷ ὑμετέρῳ ὅρκῳ καὶ ἡ ἐμὴ σωτηρία ἔνεστι. πειθόμενοι δὲ τούτων ὅτῳ βούλεσθε, ἀποψηφίσασθέ μου.

因此,现在请判我无罪;在随后的谋杀诉讼中,他们将立下法定誓言对我进行指控,诸位将依照现行法律对我作出判决,而我若遭受任何惩处,便再无托词声称自己是非法丧命的。 我向诸位提出这些恳求,既未忽视诸位的敬虔,亦未剥夺我自己的合法权益;在诸位的誓言之中,正包含着我的得救。无论诸位顺从其中的哪一项理由,请判我无罪。

语法注3 条
  1. 90εἰ τούτους τε ἐάσετε τὸν νομιζόμενον ὅρκον διομοσαμένους κατηγορῆσαι

    此条件从句作为对前文疑问句(πῶς ἂν οὖν ὀρθῶς δικάσαιτε περὶ αὐτῶν;)的直接回答,因结论从句(如“若如此则诸位便能正确裁决”)在语境中显而易见而被省略。

  2. 93νῦν δὲ πιστεύων τῷ δικαίῳ

    破格语法(句法中断)。以分词 πιστεύων 开头的句子原本应直接引出限定主动词(如 ἦλθον),但由于中间插入了关于问心无愧与作恶心虚的长篇对比论述,主句结构最终在该节末尾通过 ἐγὼ δʼ ἐμαυτῷ τοιοῦτον οὐδὲν ξυνειδὼς ἥκω εἰς ὑμᾶς 予以重新接续和补足。

  3. 94τοῦ δὲ τούτοις πειθομένους ἐξεργάσασθαι ἃ οὗτοι βούλονται οὐκ ἔστιν ἴασις

    带冠词的不定式属格 τοῦ... ἐξεργάσασθαι 作为宾格性属格依存于名词 ἴασις(“对于付诸实施……并没有补救方法”),与前文的名词短语 τούτου φάρμακον 构成平行对比。不定式的逻辑主语由宾格分词 πειθομένους 充当,体现出从前一句的与格结构(ἐμοὶ πειθομένοις ὑμῖν)向宾格不定式结构的转换。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:90-96