← 安提丰

关于赫罗德谋杀案

§69-76

草率判决的警示与对父亲过去的辩解

辩护人列举小奴隶企图杀主案以及希腊国库司库官冤案,警示依凭愤怒草率裁决的危害,呼吁借助时间明辨真相,随后开始就其父亲在密提林叛乱期间的作为进行辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§69

τοῦτο δʼ ἐντὸς οὐ πολλοῦ χρόνου παῖς ἐζήτησεν οὐδὲ δώδεκα ἔτη γεγονὼς τὸν δεσπότην ἀποκτεῖναι. καὶ εἰ μὴ φοβηθείς, ὡς ἀνεβόησεν, ἐγκαταλιπὼν τὴν μάχαιραν ἐν τῇ σφαγῇ ὤχετο φεύγων, ἀλλʼ ἐτόλμησε μεῖναι, ἀπώλοντʼ ἂν οἱ ἔνδον ὄντες ἅπαντες· οὐδεὶς γὰρ ἂν ᾤετο τὸν παῖδα τολμῆσαί ποτε τοῦτο· νῦν δὲ συλληφθεὶς αὐτὸς ὕστερον κατεῖπεν αὑτοῦ. τοῦτο δὲ περὶ χρημάτων αἰτίαν ποτὲ σχόντες οὐκ οὖσαν, ὥσπερ ἐγὼ νῦν, οἱ Ἑλληνοταμίαι οἱ ὑμέτεροι, ἐκεῖνοι μὲν ἅπαντες ἀπέθανον ὀργῇ μᾶλλον ἢ γνώμῃ, πλὴν ἑνός, τὸ δὲ πρᾶγμα ὕστερον καταφανὲς ἐγένετο.

再者,就在不久之前,一个年不满十二岁的小奴隶曾企图杀害他的主人。当时若非他在主人呼喊时受惊,把刀留在伤口处仓皇逃窜,而是胆敢留下来,屋里的所有人都会丧命;因为谁也不会想到那个孩子竟敢犯下这种事。但事实上,他后来被捕,自己供认了罪行。 又如,你们的希腊国库司库官们,曾经像如今的我一样,因钱财问题而背负莫须有的罪名,他们除了一人之外,全都在愤怒而非理性裁决之下被处死,而事实真相直到后来才水落石出。

§70

τοῦ δʼ ἑνὸς τούτου—Σωσίαν ὄνομά φασιν αὐτῷ εἶναι—κατέγνωστο μὲν ἤδη θάνατος,1 ἐτεθνήκει δὲ οὔπω· καὶ ἐν τούτῳ ἐδηλώθη τῷ τρόπῳ ἀπωλώλει τὰ χρήματα, καὶ ὁ ἀνὴρ ἀπήχθη ὑπὸ τοῦ δήμου τοῦ ὑμετέρου παραδεδομένος ἤδη τοῖς ἕνδεκα, οἱ δʼ ἄλλοι ἐτέθνασαν οὐδὲν αἴτιοι ὄντες.

关于这唯一幸免的人——据说他的名字叫索西阿斯——死刑虽已被判决,但他尚未受刑;正当此时,钱财究竟以何种方式遗失的真相大白,那人虽已被移交给十一人狱官,却被你们的公民大会召回,而其他人虽毫无罪过却早已含冤而死。

§71

ταῦθʼ ὑμῶν αὐτῶν ἐγὼ οἶμαι μεμνῆσθαι τοὺς πρεσβυτέρους, τοὺς δὲ νεωτέρους πυνθάνεσθαι ὥσπερ ἐμέ. οὕτως ἀγαθόν ἐστι μετὰ τοῦ χρόνου βασανίζειν τὰ πράγματα. καὶ τοῦτʼ ἴσως ἂν φανερὸν γένοιτʼ ἂν ὕστερον, ὅτῳ τρόπῳ τέθνηκεν ὁ ἄνθρωπος. μὴ οὖν ὕστερον τοῦτο γνῶτε, ἀναίτιόν με ὄντα ἀπολέσαντες, ἀλλὰ πρότερόν γʼ εὖ βουλεύσασθε, καὶ μὴ μετʼ ὀργῆς καὶ διαβολῆς, ὡς τούτων οὐκ ἂν γένοιντο ἕτεροι πονηρότεροι σύμβουλοι.

我想你们自己之中的长者当能记住这些事,而年轻者则如我一样是从传闻中得知的。 因此,借助时间来查验事实是大有裨益的。对于本案,那人究竟以何种方式死亡,或许日后亦会真相大白。所以,请切莫在毁灭了我这个无辜之人后才明白这一真相,而应在此之前便审慎裁量,切不可凭着愤怒与诽谤行事,因为绝不可能有比这两者更恶劣的谋士了。

§72

οὐ γὰρ ἔστιν ὅ τι ἂν ὀργιζόμενος ἄνθρωπος εὖ γνοίη· αὐτὸ γὰρ ᾧ βουλεύεται, τὴν γνώμην, διαφθείρει τοῦ ἀνθρώπου. μέγα τοι ἡμέρα παρʼ ἡμέραν γιγνομένη γνώμην, ὦ ἄνδρες, ἐξ ὀργῆς μεταστῆσαι καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενημένων.2

毕竟,一个发怒的人绝不可能正确地做出任何判断;因为愤怒会败坏人赖以深思熟虑的工具,即人的理智。诸位法官,时光日复一日的推移,具有巨大的力量使理智脱离愤怒,并查明既成事实的真相。

§73

εὖ δὲ ἴστε ὅτι ἐλεηθῆναι ὑφʼ ὑμῶν ἄξιός εἰμι μᾶλλον ἢ δίκην δοῦναι· δίκην μὲν γὰρ εἰκός ἐστι διδόναι τοὺς ἀδικοῦντας, ἐλεεῖσθαι δὲ τοὺς ἀδίκως κινδυνεύοντας. κρεῖσσον δὲ χρὴ γίγνεσθαι ἀεὶ τὸ ὑμέτερον δυνάμενον ἐμὲ δικαίως σῴζειν ἢ τὸ τῶν ἐχθρῶν βουλόμενον ἀδίκως με ἀπολλύναι. ἐν μὲν γὰρ τῷ ἐπισχεῖν ἔστι καὶ τὰ δεινὰ ταῦτα ποιῆσαι ἃ οὗτοι κελεύουσιν· ἐν δὲ τῷ παραχρῆμα οὐκ ἔστιν ἀρχὴν ὀρθῶς βουλεύεσθαι.

请诸位深知,我更配得到诸位的怜悯,而非受到惩处;因为作恶之人理应受到惩罚,而蒙受不公之险的人则理应获得同情。诸位那能够公正拯救我的权力,应当永远压倒仇敌意欲不公地毁灭我的愿望。因为在暂缓处置之中,日后仍可行使这些人所催促的那等可怕之举;但在仓促之间,根本不可能有正确的裁夺。

§74

δεῖ δέ με καὶ ὑπὲρ τοῦ πατρὸς ἀπολογήσασθαι. καίτοι γε πολλῷ μᾶλλον εἰκὸς ἦν ἐκεῖνον ὑπὲρ ἐμοῦ ἀπολογήσασθαι, πατέρα ὄντα· ὁ μὲν γὰρ πολλῷ πρεσβύτερός ἐστι τῶν ἐμῶν πραγμάτων, ἐγὼ δὲ πολλῷ νεώτερος τῶν ἐκείνῳ πεπραγμένων, καὶ εἰ μὲν ἐγὼ τούτου ἀγωνιζομένου κατεμαρτύρουν ἃ μὴ σαφῶς ᾔδη, ἀκοῇ δὲ ἠπιστάμην, δεινὰ ἂν ἔφη πάσχειν ὑπʼ ἐμοῦ· νῦν δὲ ἀναγκάζων ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. ὅμως μέντοι καθʼ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς ἀκούοντα ἐν ὑμῖν ἀδίκως. καίτοι τάχʼ ἂν σφαλείην, ἃ ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτʼ ἐγὼ λόγῳ μὴ ὀρθῶς εἰπών· ὅμως δʼ οὖν κεκινδυνεύσεται.3

此外,我还必须为我的父亲进行辩护。然而,他既身为父亲,由他来为我辩护本该合情合理得多;因为他的阅历远早于我的生平,而对于他所经历的作为,我尚年幼得多;倘若在此人〔控方〕受审之际,我就自己并不确知、仅凭道听途说的事情作证指控他,他定会说我是在陷他于不义;然而如今,控方强令我去为自己年纪尚幼、仅由传闻所知之事辩护,却不认为自己做出了何等非分之事。尽管如此,就我所知,我决不会在父亲于诸位面前遭受不公中伤时背弃他。虽然我也许会因未能用言语准确陈述他在行动上所行之正当,从而出现差错;但无论如何,这险非冒不可。

§76

πρὶν μὲν γὰρ τὴν ἀπόστασιν τὴν Μυτιληναίων γενέσθαι, ἔργῳ τὴν εὔνοιαν ἐδείκνυε τὴν εἰς ὑμᾶς· ἐπειδὴ δὲ ἡ πόλις ὅλη κακῶς ἐβουλεύσατο ἀποστᾶσα καὶ ἥμαρτε τῆς ὑμετέρας γνώμης, μετὰ τῆς πόλεως ὅλης ἠναγκάσθη συνεξαμαρτεῖν. τὴν μὲν οὖν γνώμην ἔτι καὶ ἐν ἐκείνοις ὅμοιος ἦν εἰς ὑμᾶς, τὴν δʼ εὔνοιαν οὐκέτι ἦν ἐπʼ ἐκείνῳ τὴν αὐτὴν εἰς ὑμᾶς παρέχειν. οὔτε γὰρ ἐκλιπεῖν τὴν πόλιν εὐρόπως εἶχεν αὐτῷ· ἱκανὰ γὰρ ἦν τὰ ἐνέχυρα ἃ εἴχετο αὐτοῦ,4 οἵ τε παῖδες καὶ τὰ χρήματα· τοῦτο δʼ αὖ μένοντι πρὸς τὴν πόλιν αὐτῷ ἀδυνάτως εἶχεν ἰσχυρίζεσθαι.

因为在密提林人发动叛乱之前,他曾用实际行动表明对诸位的善意;然而当整座城邦在背叛中做出了错误决断,背离了诸位的意旨时,他不得不与整座城邦共同陷入这一过失。因此,在那些事变之中,他在心意上依然一如既往地向着诸位,但在行动上,要向诸位展现出昔日的那般善意,已非他力所能及。因为背离城邦出逃于他而言绝非易事——毕竟扣留着他的抵押物十分充足,即他的子女与财产;而另一方面,若留在城中,他亦不可能与城邦相对抗。

语法注4 条
  1. 70τοῦ δʼ ἑνὸς τούτου... κατέγνωστο μὲν ἤδη θάνατος

    动词 καταγιγνώσκω 通常接“被判决者的属格+刑罚/罪名的宾格”。此处采用过去完成时被动第三人称单数(以主格 θάνατος 为主语的被动结构),而指示当事人的属格 τοῦ δʼ ἑνὸς τούτου 被置于句首以示强调,意为“对于这唯一的一人,死刑虽已被判处”。

  2. 72μέγα τοι ἡμέρα παρʼ ἡμέραν γιγνομένη γνώμην, ὦ ἄνδρες, ἐξ ὀργῆς μεταστῆσαι καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενημένων.

    μέγα 为中性单数形容词,作表语并省略系动词 ἐστί。虽然不定式短语 μεταστῆσαι ... καὶ εὑρεῖν 语法上亦可视为真主语,但此处分词短语 ἡμέρα παρʼ ἡμέραν γιγνομένη(日复一日的流逝)作主语,不定式短语作说明性/结果性限定,意为“日子的推移对于平息愤怒并发现真相具有巨大的作用”。

  3. 75ὅμως δʼ οὖν κεκινδυνεύσεται.

    自动词 κινδυνεύω 的将来完成时被动第三人称单数非人称用法。表达了必然性或不可动摇的决意:“即便如此,这一险也必须冒了(将注定被冒)”。

  4. 76ἱκανὰ γὰρ ἦν τὰ ἐνέχυρα ἃ εἴχετο αὐτοῦ

    在关系从句 ἃ εἴχετο αὐτοῦ 中,动词 εἴχετο 为中动语态,意为“(作为抵押)扣留着/束缚着”,支配属格 αὐτοῦ(“他”)。其后的 οἵ τε παῖδες καὶ τὰ χρήματα 与先行词 τὰ ἐνέχυρα 作同位语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:69-76