← 安提丰

关于赫罗德谋杀案

§62-68

否认与吕喀诺斯共谋及对遗体下落不明的辩驳

被告依据经济状况等实际理由论证了他与所谓的谋杀主使吕喀诺斯之间绝不可能存在勾结,并以厄菲阿尔忒斯遇刺悬案为例,驳斥了控方仅因死者下落不明便强令无辜的被告承担揣测与推证责任的不公做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§62

Μάρτυρες ἀλλὰ γὰρ ἐνταῦθα μὲν ἀφῆκεν αὐτόν· οὗ δὲ ἔδει κινδυνεύειν αὐτὸν περί τε αὑτοῦ καὶ περὶ ἐμοῦ, ἐνταῦθα δʼ ἐπεβούλευεν, ἐν ᾧ γνωσθεὶς ἂν ἀπεστέρει μὲν ἐμὲ τῆς πατρίδος, ἀπεστέρει δὲ αὑτὸν ἱερῶν καὶ ὁσίων καὶ τῶν ἄλλων ἅπερ μέγιστα καὶ περὶ πλείστου ἐστὶν ἀνθρώποις. ἔπειτα δʼ εἰ καὶ ὡς μάλιστα ἐβούλετο αὐτὸν ὁ Λυκῖνος τεθνάναι—εἶμι γὰρ καὶ ἐπὶ τὸν τῶν κατηγόρων λόγον,—οὗ αὐτὸς οὐκ ἠξίου αὐτόχειρ γενέσθαι, τοῦτο τὸ ἔργον ἐγώ ποτʼ ἂν ἐπείσθην ἀντʼ ἐκείνου ποιῆσαι;

[证人出庭]然而实际上,在先前那种情形下他放过了那人;但在他不得不使自己和我同陷险境的关头,难道他反倒在此处策划了阴谋吗?——在这一阴谋中,倘若败露,他不仅会剥夺我的祖国,还会剥夺他自身的宗教圣所、世俗权利以及人类视为最崇高、最宝贵的一切。 再者,哪怕吕喀诺斯千真万确极想置他于死地——我姑且采纳控方的说法——但他自己尚且不屑亲自动手的事,难道我竟会被他说动去代他犯下这一罪行吗?

§63

πότερα ὡς ἐγὼ μὲν ἦ1 τῷ σώματι ἐπιτήδειος διακινδυνεύειν, ἐκεῖνος δὲ χρήμασι τὸν ἐμὸν κίνδυνον ἐκπρίασθαι; οὐ δῆτα· τῷ μὲν γὰρ οὐκ ἦν χρήματα, ἐμοὶ δὲ ἦν· ἀλλʼ αὐτὸ τὸ ἐναντίον ἐκεῖνος τοῦτο θᾶσσον ἂν ὑπʼ ἐμοῦ ἐπείσθη κατά γε τὸ εἰκὸς ἢ ἐγὼ ὑπὸ τούτου, ἐπεὶ ἐκεῖνός γʼ ἑαυτὸν οὐδʼ ὑπερήμερον γενόμενον ἑπτὰ μνῶν2 δυνατὸς ἦν λύσασθαι, ἀλλʼ οἱ φίλοι αὐτὸν ἐλύσαντο. καὶ μὲν δὴ καὶ τῆς χρείας τῆς ἐμῆς καὶ τῆς Λυκίνου τοῦτο ὑμῖν μέγιστον τεκμήριόν ἐστιν, ὅτι οὐ σφόδρα ἐχρώμην ἐγὼ Λυκίνῳ φίλῳ, ὡς πάντα ποιῆσαι ἂν τὰ ἐκείνῳ δοκοῦντα· οὐ γὰρ δήπου ἑπτὰ μὲν μνᾶς οὐκ ἀπέτεισα ὑπὲρ αὐτοῦ δεδεμένου καὶ λυμαινομένου, κίνδυνον δὲ τοσοῦτον ἀράμενος ἄνδρα ἀπέκτεινα διʼ ἐκεῖνον.

难道是因为我适合以身涉险,而他适合出资买断我的危险吗?绝非如此。因为他身无分文,而我却有家财。倒不如说恰恰相反:按照常理,他被我说动去干此事的可能性,远大于我被他所说动;毕竟,当他因延期偿还七个谟那的债务而遭扣押时,他甚至都无法赎出自己,反而是他的朋友们将他赎出。事实上,关于我和吕喀诺斯的交情,诸位拥有最大的证据证明我绝未与吕喀诺斯亲近到凡事皆听从其安排的地步:在他被捆绑受辱之际,我尚且没有代他偿付七个谟那,难道我竟会冒着如此巨大的危险为了他去杀害一个人吗?

§64

ὡς μὲν οὖν οὐκ αὐτὸς αἴτιός εἰμι τοῦ πράγματος οὐδὲ ἐκεῖνος, ἀποδέδεικται καθʼ ὅσον ἐγὼ δύναμαι μάλιστα. τούτῳ δὲ χρῶνται πλείστῳ τῷ λόγῳ οἱ κατήγοροι, ὅτι ἀφανής ἐστιν ὁ ἀνήρ, καὶ ὑμεῖς ἴσως περὶ τούτου αὐτοῦ ποθεῖτε ἀκοῦσαι. εἰ μὲν οὖν τοῦτο εἰκάζειν με δεῖ, ἐξ ἴσου τοῦτό ἐστι καὶ ὑμῖν καὶ ἐμοί· οὔτε γὰρ ὑμεῖς αἴτιοι τοῦ ἔργου ἐστὲ οὔτε ἐγώ· εἰ δὲ δεῖ τοῖς ἀληθέσι χρῆσθαι, τῶν εἰργασμένων τινὰ ἐρωτώντων· ἐκείνου γὰρ ἄριστʼ ἂν πύθοιντο.

因此,无论是我还是他,都与此事毫无干系,这在我的能力范围内已得到了最大程度的证明。然而控方最常利用的论调就是那名男子不见踪影,而诸位或许也正切望听听关于这一点的解释。倘若必须由我对此加以揣测,那么这对于诸位和我而言完全是一样的:因为无论诸位还是我都不是这起罪行的肇事者。但若要查明真相,他们大可去审问犯下此罪的凶手,因为唯有从凶手口中才能了解得最为清楚。

§65

ἐμοὶ μὲν γὰρ τῷ μὴ εἰργασμένῳ τοσοῦτον τὸ μακρότατον τῆς ἀποκρίσεώς ἐστιν, ὅτι οὐκ εἴργασμαι· τῷ δὲ ποιήσαντι ῥᾳδία ἐστὶν ἡ ἀπόδειξις, καὶ μὴ ἀποδείξαντι εὖ εἰκάσαι. οἱ μὲν γὰρ πανουργοῦντες ἅμα τε πανουργοῦσι καὶ πρόφασιν εὑρίσκουσι τοῦ ἀδικήματος· τῷ δὲ μὴ εἰργασμένῳ χαλεπὸν περὶ τῶν ἀφανῶν εἰκάζειν. οἶμαι δʼ ἂν καὶ ὑμῶν ἕκαστον, εἴ τίς τινα ἔροιτο ὅ τι μὴ τύχοι εἰδώς, τοσοῦτον ἂν εἰπεῖν, ὅτι οὐκ οἶδεν. εἰ δέ τις περαιτέρω τι κελεύοι λέγειν, ἐν πολλῇ ἂν ἔχεσθαι ὑμᾶς ἀπορίᾳ δοκῶ.

因为对于未曾犯罪的我而言,回答的极限无非就是:我没有做过;但对于真正下手的人来说,予以指证是轻而易举的,即便不指证,做出准确的推测也是容易的。因为行恶之人既做下奸恶之事,便会同时为罪行寻好托词;然而对于未曾动手的人来说,要对隐秘之事加以揣测则是极其困难的。我想诸位中的每一个人,倘若有人询问某件诸位恰好不知晓的事,诸位也只会回答说不知道。但若有人强令诸位再多说些什么,我认为诸位亦会陷入极大的困惑之中。

§66

μὴ τοίνυν ἐμοὶ νείμητε τὸ ἄπορον τοῦτο, ἐν ᾧ μηδʼ ἂν αὐτοὶ εὐποροῖτε· μηδʼ ἐὰν εὖ εἰκάζω, ἐν τούτῳ μοι ἀξιοῦτε τὴν ἀπόφευξιν εἶναι, ἀλλʼ ἐξαρκείτω μοι ἐμαυτὸν ἀναίτιον ἀποδεῖξαι τοῦ πράγματος. ἐν τούτῳ οὖν ἀναίτιός εἰμι, οὐκ ἐὰν μὴ ἐξεύρω ὅτῳ τρόπῳ ἀφανής ἐστιν ἢ ἀπόλωλεν ἁνήρ, ἀλλʼ εἰ μὴ προσήκει μοι μηδὲν ὥστʼ ἀποκτεῖναι αὐτόν.

因此,切莫将这等诸位自己也无法解决的困境分派给我;亦切莫认为我的无罪开释取决于我是否能做出准确的揣测,而是应当准许我只要证明自己与此事无涉便已足矣。因此,在这一案件中我是清白无罪的,这并不取决于我未能查明那名男子究竟以何种方式失踪或丧生,而在于我根本没有任何杀害他的干系。

§67

ἤδη δʼ ἔγωγε καὶ πρότερον ἀκοῇ ἐπίσταμαι γεγονός, τοῦτο μὲν τοὺς ἀποθανόντας, τοῦτο δὲ τοὺς ἀποκτείναντας οὐχ εὑρεθέντας· οὔκουν ἂν καλῶς ἔχοι, εἰ τούτων δέοι τὰς αἰτίας ὑποσχεῖν τοὺς συγγενομένους. πολλοὶ δέ γʼ ἤδη σχόντες ἑτέρων πραγμάτων αἰτίας, πρὶν τὸ σαφὲς αὐτῶν γνωσθῆναι, προαπώλοντο.

我以前就曾耳闻过此等事件:一方面是死者未能寻获,另一方面则是凶手未被找到;假若不得不由与他们同行的人为这些事件承担罪责,那绝非合情合理之事。此前已有许多人因背负他人所犯之罪的罪责,在真相水落石出之前便含冤丧命。

§68

αὐτίκα Ἐφιάλτην τὸν ὑμέτερον πολίτην οὐδέπω νῦν ηὕρηνται οἱ ἀποκτείναντες· εἰ οὖν τις ἠξίου τοὺς συνόντας ἐκείνῳ εἰκάζειν οἵτινες ἦσαν οἱ ἀποκτείναντες Ἐφιάλτην, εἰ δὲ μή, ἐνόχους εἶναι τῷ φόνῳ, οὐκ ἂν καλῶς εἶχε τοῖς συνοῦσιν. ἔπειτα οἵ γε Ἐφιάλτην ἀποκτείναντες οὐκ ἐζήτησαν τὸν νεκρὸν ἀφανίσαι, οὐδʼ ἐν τούτῳ κινδυνεύειν μηνῦσαι τὸ πρᾶγμα, ὥσπερ οἵδε φασὶν ἐμὲ τῆς μὲν ἐπιβουλῆς οὐδένα κοινωνὸν ποιήσασθαι τοῦ θανάτου, τῆς δʼ ἀναιρέσεως.3

例如诸位的同胞市民厄菲阿尔忒斯,杀害他的凶手至今仍未查明;倘若当时有人要求与他同行的人揣测出谁是杀害厄菲阿尔忒斯的凶手,否则便认定他们有谋杀之嫌,那么对那些同行之人而言岂非大为不公?再者,杀害厄菲阿尔忒斯的人并未试图隐匿尸体,亦未曾在隐匿尸体一事上甘冒泄露案情的危险——控方却声称,我在谋害致死方面未曾让任何人同谋,却偏偏在处理尸体时寻找同伙。

语法注3 条
  1. 63πότερα ὡς ἐγὼ μὲν ἦ

    ἦ 是动词 εἰμί 的第一人称单数未完成过去直陈式古阿提卡方言形式(相当于后来的 ἦν)。πότερα ὡς... 引导一个修辞性反问,提出了一个荒谬的理由:“难道是因为我曾……吗?”

  2. 63ἑπτὰ μνῶν

    性质或金额的属格,修饰形容词 ὑπερήμερον(“逾期未清偿债务者”),说明其逾期未还的债务数额为七个谟那,因而遭到扣押拘禁。

  3. 68τῆς μὲν ἐπιβουλῆς οὐδένα κοινωνὸν ποιήσασθαι τοῦ θανάτου, τῆς δʼ ἀναιρέσεως

    由名词性补足语 κοινωνόν(“同谋者/同伙”)所支配的属格对仗结构。前半句 τῆς μὲν ἐπιβουλῆς ... τοῦ θανάτου(“致死的谋划”)与后半句 τῆς δʼ ἀναιρέσεως(“尸体的处理/移走”)形成对比,承前省略了动词 ποιήσασθαι。辩护人借此揭露控方逻辑的前后矛盾:即指控他在杀人谋划中未曾寻找同谋,却偏在运走尸体时寻找了同伙。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:62-68