← 安提丰

关于赫罗德谋杀案

§53-61

书板证据的矛盾与谋害动机的缺乏

被告指出了在船上所发现伪造便条与拷问供词之间的明显矛盾,以此揭露原告的阴谋,并论证了他自身与吕喀诺斯均毫无谋害死者的动机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§53

φασὶ δὲ γραμματείδιον εὑρεῖν ἐν τῷ πλοίῳ, ὃ ἔπεμπον ἐγὼ Λυκίνῳ, ὡς ἀποκτείναιμι τὸν ἄνδρα.1 καίτοι τί ἔδει με γραμματείδιον πέμπειν, αὐτοῦ συνειδότος τοῦ τὸ γραμματείδιον φέροντος; ὥστε τοῦτο μὲν σαφέστερον αὐτὸς ἔμελλεν ἐρεῖν ὁ εἰργασμένος, τοῦτο δὲ οὐδὲν ἔδει κρύπτειν αὐτόν· ἃ γὰρ μὴ οἷόν τε εἰδέναι τὸν φέροντα, ταῦτʼ ἄν τις μάλιστα συγγράψας πέμψειεν.

此外,他们还声称在船中发现了我要送给吕喀诺斯的一份便条,其中写着是我杀害了那名男子。然而,既然送信人自己本身就知道内情,我又何须送去便条呢?如此一来,一方面,那名犯下罪行的人亲自口述本会更加清晰;另一方面,对他也没有隐瞒任何事情的必要。因为凡是信使不可能知道的事,人们才会特意写成文字送去。

§54

ἔπειτα δὲ ὅ τι μὲν μακρὸν εἴη πρᾶγμα, τοῦτο μὲν ἄν τις ἀναγκασθείη γράψαι τῷ μὴ διαμνημονεύειν τὸν ἀπαγγέλλοντα ὑπὸ πλήθους.2 τοῦτο δὲ βραχὺ ἦν ἀπαγγεῖλαι, ὅτι τέθνηκεν ὁ ἀνήρ. ἔπειτα ἐνθυμεῖσθε ὅτι διάφορον ἦν τὸ γραμματείδιον τῷ βασανισθέντι,3 διάφορος δʼ ὁ ἄνθρωπος τῷ γραμματειδίῳ. ὁ μὲν γὰρ βασανιζόμενος αὐτὸς ἔφη ἀποκτεῖναι, τὸ δὲ γραμματείδιον ἀνοιχθὲν ἐμὲ τὸν ἀποκτείναντα ἐμήνυεν.

再者,倘若事情冗长繁复,人或许会因信使难以凭记忆记下如此多的细节而被迫写下来。但这件事只需传达一句简短的话:那人已经死了。随后,请诸位留心:便条与受拷问者的言辞相互矛盾,而受拷问者亦与便条截然相反。因为正受拷问的人声称是他自己动的手,而启封后的便条却指明我是凶手。

§55

καίτοι ποτέρῳ χρὴ πιστεῦσαι; τὸ μὲν γὰρ πρῶτον οὐχ ηὗρον ἐν τῷ πλοίῳ ζητοῦντες τὸ γραμματείδιον, ὕστερον δέ. τότε μὲν γὰρ οὔπω οὕτως ἐμεμηχάνητο αὐτοῖς. ἐπειδὴ δὲ ὁ ἄνθρωπος ὁ πρότερος βασανισθεὶς οὐδὲν ἔλεγε κατʼ ἐμοῦ, τότε εἰσβάλλουσιν εἰς τὸ πλοῖον τὸ γραμματείδιον, ἵνα ταύτην ἔχοιεν ἐμοὶ τὴν αἰτίαν ἐπιφέρειν· ἐπειδὴ δʼ ἀνεγνώσθη τὸ γραμματείδιον καὶ ὁ ὕστερος βασανιζόμενος οὐ συνεφέρετο τῷ γραμματειδίῳ, οὐκέθʼ οἷόν τʼ ἦν ἀφανίσαι τὰ ἀναγνωσθέντα. εἰ γὰρ ἡγήσαντο τὸν ἄνδρα πείσειν ἀπὸ πρώτης καταψεύδεσθαί μου, οὐκ ἄν ποτʼ ἐμηχανήσαντο τὰ ἐν τῷ γραμματειδίῳ. καί μοι μάρτυρας τούτων κάλει.

然而,究竟应当相信哪一个呢?因为起初他们在搜查船只时并未找到便条,而是后来才找到的。当时他们尚未策划出这套伎俩。但当先前受拷问的那个人未曾讲出任何对我不利的话时,他们这才将便条扔进船里,以便获得将此罪名加诸于我的口实;而当便条被宣读出来,随后受拷问的人又与便条所载不相吻合时,他们便再也无法抹除已经宣读的内容了。因为如果他们从一开始就认为能够说服那人诬陷于我,他们就绝不会策划便条上的内容了。请为我传唤有关这些事实的证人。

§57

Μάρτυρες τίνος γε δὴ ἕνεκα τὸν ἄνδρα ἀπέκτεινα; οὐδὲ γὰρ ἔχθρα οὐδεμία ἦν ἐμοὶ κἀκείνῳ. λέγειν δὲ τολμῶσιν ὡς ἐγὼ χάριτι τὸν ἄνδρα ἔκτεινα. καὶ τίς πώποτε χαριζόμενος ἑτέρῳ τοῦτο εἰργάσατο; οἶμαι μὲν γὰρ οὐδένα, ἀλλὰ δεῖ μεγάλην τὴν ἔχθραν ὑπάρχειν τῷ τοῦτο μέλλοντι ποιήσειν, καὶ τὴν πρόνοιαν ἐκ πολλῶν εἶναι φανερὰν ἐπιβουλευομένην. ἐμοὶ δὲ κἀκείνῳ οὐκ ἦν ἔχθρα οὐδεμία.

[证人出庭]那么,我究竟是为了什么杀害那名男子呢?我和他之间根本没有任何仇怨。然而他们竟敢声称,我是出于顺水人情才杀害了那人。可曾有谁仅仅为了讨好他人而做下此等罪行?我想绝不会有人如此,相反,对于将要干出这等事的人,必须事先存有极深的仇恨,且经过深思熟虑的预谋必须在诸多方面昭然若揭。但在我和他之间,却不存在任何仇怨。

§58

εἶεν, ἀλλὰ δείσας περὶ ἐμαυτοῦ μὴ αὐτὸς παρʼ ἐκείνου τοῦτο πάθοιμι; καὶ γὰρ ἂν τῶν τοιούτων ἕνεκά τις ἀναγκασθείη τοῦτο ἐργάσασθαι. ἀλλʼ οὐδέν μοι τοιοῦτον ὑπῆρκτο εἰς αὐτόν. ἀλλὰ χρήματα ἔμελλον λήψεσθαι ἀποκτείνας αὐτόν; ἀλλʼ οὐκ ἦν αὐτῷ.

好罢,难道是因为担心自身安危,害怕自己反倒会遭受他的毒手吗?因为出于此类缘故,人确实可能被迫铤而走险。但在我和他之间,我从未面临这等境况。难道我是指望杀害他而谋取钱财吗?可他根本身无分文。

§59

ἀλλὰ σοὶ μᾶλλον ἐγὼ τὴν πρόφασιν ταύτην ἔχοιμʼ ἂν εἰκότως μετὰ τῆς ἀληθείας ἀναθεῖναι, ὅτι χρημάτων ἕνεκα ζητεῖς ἐμὲ ἀποκτεῖναι, μᾶλλον ἢ σὺ ἐμοὶ ἐκεῖνον· καὶ πολὺ ἂν δικαιότερον ἁλοίης σὺ φόνου ἐμὲ ἀποκτείνας ὑπὸ τῶν ἐμοὶ προσηκόντων, ἢ ἐγὼ ὑπὸ σοῦ καὶ τῶν ἐκείνου ἀναγκαίων. ἐγὼ μὲν γὰρ σοῦ φανερὰν τὴν πρόνοιαν εἰς ἐμὲ ἀποδείκνυμι, σὺ δʼ ἐμὲ ἐν ἀφανεῖ λόγῳ ζητεῖς ἀπολέσαι.

毋宁说,以贪图钱财为由试图杀害我这一借口,由我合情合理且依据实情安在你的头上,远比你就那人安在我头上更为恰当。倘若你杀害了我,由我的亲属对你提起诉讼并判处谋杀罪,也远比你和那人的亲属将我定罪要正当得多。因为我能够揭示出你针对我所怀有的昭然若揭的预谋,而你却试图凭着毫无根据的捕风捉影来置我于死地。

§60

ταῦτα μὲν ὑμῖν λέγω, ὡς αὐτῷ μοι πρόφασιν οὐδεμίαν εἶχε τἀποκτεῖναι τὸν ἄνδρα· δεῖ δέ με καὶ ὑπὲρ Λυκίνου ἀπολογήσασθαι, ὡς ἔοικεν, ἀλλʼ οὐχ ὑπὲρ αὑτοῦ μόνον, ὡς οὐδʼ ἐκεῖνον εἰκότως αἰτιῶνται. λέγω τοίνυν ὑμῖν ὅτι ταὐτὰ ὑπῆρχεν αὐτῷ εἰς ἐκεῖνον ἅπερ ἐμοί· οὔτε γὰρ χρήματα ἦν αὐτῷ ὁπόθεν ἂν ἔλαβεν ἀποκτείνας ἐκεῖνον, οὔτε κίνδυνος αὐτῷ ὑπῆρχεν οὐδεὶς ὅντινα διέφευγεν ἀποθανόντος ἐκείνου.

我对诸位陈述这些,是为了说明我自己绝无任何杀害该男子的借口。然而,看来我不仅必须为自己辩护,还必须代表吕喀诺斯进行辩护,以表明他们对他的指控同样毫无道理。因此我告诉诸位:在他与那名死者之间,情况与我和那人如出一辙。因为那人既没有可供他杀害后夺取的钱财,在那人死后他也没有摆脱任何原先存在的危险。

§61

τεκμήριον δὲ μέγιστον ὡς οὐκ ἐβούλετο αὐτὸν ἀπολέσαι. ἐξὸν γὰρ αὐτῷ ἐν ἀγῶνι καὶ κινδύνῳ μεγάλῳ καταστήσαντι μετὰ τῶν νόμων τῶν ὑμετέρων ἀπολέσαι ἐκεῖνον,4 εἴπερ προωφείλετο αὐτῷ κακόν, καὶ τό τε ἴδιον τὸ αὑτοῦ διαπράξασθαι καὶ τῇ πόλει τῇ ὑμετέρᾳ χάριν καταθέσθαι, εἰ ἐπέδειξεν ἀδικοῦντα ἐκεῖνον, οὐκ ἠξίωσεν, ἀλλʼ οὐδʼ ἦλθεν ἐπὶ τοῦτον. καίτοι καλλίων γε ἦν ὁ κίνδυνος αὐτῷ

而他无意毁灭那名男子的最大证据在于:如果对方当真久欠其仇怨,他本可以依照诸位的法律,使那人陷入法庭的重大审判与危险之中,从而将其摧毁,如此一来,不仅能够实现他个人的目的,且若能证实那人的罪行,还可使诸位的城邦蒙受其恩德。但他并未认为应当这样做,甚至根本没有对他采取法律行动。然而,这种合法的诉讼风险对他而言本是更为光明正大的,

语法注4 条
  1. 53ὡς ἀποκτείναιμι τὸν ἄνδρα

    间接引语中的希求语气(斜引希求法),受前文过去叙述背景制约,引导表示便条内容的从句(“说是我杀害了那名男子”)。

  2. 54τῷ μὴ διαμνημονεύειν τὸν ἀπαγγέλλοντα ὑπὸ πλήθους

    表原因的定冠词与格不定式(τῷ μὴ διαμνημονεύειν)。不定式的逻辑主语为宾格的 τὸν ἀπαγγέλλοντα,而 ὑπὸ πλήθους(“由于繁多/篇幅过长”)作为介词短语修饰该不定式。

  3. 54διάφορον ἦν τὸ γραμματείδιον τῷ βασανισθέντι

    形容词 διάφορος 支配与格(τῷ βασανισθέντι),意为“与……不符/相抵触”。该句与后半句 διάφορος δʼ ὁ ἄνθρωπος τῷ γραμματειδίῳ 构成交叉对仗,强调物证与人证之间的自相矛盾。

  4. 61ἐξὸν γὰρ αὐτῷ ἐν ἀγῶνι καὶ κινδύνῳ μεγάλῳ καταστήσαντι μετὰ τῶν νόμων τῶν ὑμετέρων ἀπολέσαι ἐκεῖνον

    由宾格绝对分词 ἐξόν(“在……成为可能的情况下”)引导的从属结构,其逻辑接受者为与格代词 αὐτῷ,并由一致的与格分词 καταστήσαντι 修饰,在句法上受主句谓语动词 οὐκ ἠξίωσεν 统辖。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:53-61