- 底本
- Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (printing); 1960 (reprint).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:46-52
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩护人谴责原告方未经公开审理和法定表决即私自收买并处死关键告发人的违法行为,并通过对比受审奴隶自相矛盾的供词与自由人自始至终一贯的辩护,力证有利于被告的情理与无罪事实。
ὅ δὲ δεῖ καὶ μάλιστα ἐνθυμεῖσθαι,1—καὶ μή μοι ἄχθεσθε, ἂν ὑμᾶς πολλάκις ταὐτὰ διδάξω. μέγας γὰρ ὁ κίνδυνός ἐστι, καθʼ ὅ τι δʼ ἂν ὑμεῖς ὀρθῶς γνῶτε, κατὰ τοῦτο σῴζομαι, καθʼ ὅ τι δʼ ἂν ψευσθῆτε τἀληθοῦς, κατὰ τοῦτο ἀπόλλυμαι—μὴ οὖν ἐξέληται τοῦτο ὑμῶν μηδείς, ὅτι τὸν μηνυτὴν ἀπέκτειναν, καὶ διετείναντο αὐτὸν μὴ εἰσελθεῖν εἰς ὑμᾶς, μηδʼ ἐμοὶ ἐγγενέσθαι παρόντι ἄξαι τὸν ἄνδρα καὶ βασανίσαι αὐτόν.
而诸位最当铭记在心的事——若我多次向诸位陈述同样的事情,切莫对我心生厌烦;因为这危险极其巨大,诸位在何种程度上作出公正的裁决,我便在何种程度上得以保全,诸位在何种程度上偏离了真相,我便在何种程度上走向毁灭——那么,诸位切不可遗忘这一事实:正是他们处死了那名告发人,并竭力阻止他出庭站在诸位面前,也不容许我亲自到场提审并拷问那名男子。
καίτοι πρὸς τούτων ἦν τοῦτο. νῦν δὲ πριάμενοι τὸν ἄνδρα, ἰδίᾳ ἐπὶ σφῶν αὐτῶν ἀπέκτειναν, τὸν μηνυτήν, οὔτε τῆς πόλεως ψηφισαμένης, οὔτε αὐτόχειρα ὄντα τοῦ ἀνδρός. ὃν ἐχρῆν δεδεμένον αὐτοὺς φυλάσσειν, ἢ τοῖς φίλοις τοῖς ἐμοῖς ἐξεγγυῆσαι, ἢ τοῖς ἄρχουσι τοῖς ὑμετέροις παραδοῦναι, καὶ ψῆφον περὶ αὐτοῦ γενέσθαι. νῦν δὲ αὐτοὶ καταγνόντες τὸν θάνατον τοῦ ἀνδρὸς ἀπεκτείνατε·2 ὃ οὐδὲ πόλει ἔξεστιν, ἄνευ Ἀθηναίων οὐδένα θανάτῳ ζημιῶσαι. καὶ τῶν μὲν ἄλλων λόγων τῶν ἐκείνου τουτουσὶ κριτὰς ἠξιώσατε γενέσθαι, τῶν δὲ ἔργων αὐτοὶ δικασταὶ γίγνεσθε.
然而,依理这本是合乎他们利益的做法。可事实上,他们将那人买下,在既无城邦的表决许可、他又非亲手杀死死者的凶手的情况下,私自按照他们自己的意愿处死了告发人。他们本该将他锁拿拘押,或准许我的朋友们将其保释,抑或交由诸位的官吏处置,并由众人就他进行投票裁决。然而实际上,你们亲自判处该男子死刑并将他处死——这是连同盟城邦都不被允许擅自为之的事,即在未经雅典人同意的情况下绝不可将任何人处以死刑。你们一方面认为在座的这些法官应当对那人的其他供词作出裁决,另一方面却将自己充作行为的仲裁者。
καίτοι οὐδὲ οἱ τοὺς δεσπότας ἀποκτείναντες, ἐὰν ἐπʼ αὐτοφώρῳ ληφθῶσιν, οὐδʼ οὗτοι ἀποθνῄσκουσιν ὑπʼ αὐτῶν τῶν προσηκόντων, ἀλλὰ παραδιδόασιν αὐτοὺς τῇ ἀρχῇ κατὰ νόμους ὑμετέρους πατρίους. εἴπερ γὰρ καὶ μαρτυρεῖν ἔξεστι δούλῳ κατὰ τοῦ ἐλευθέρου τὸν φόνον, καὶ τῷ δεσπότῃ, ἂν δοκῇ, ἐπεξελθεῖν ὑπὲρ τοῦ δούλου, καὶ ἡ ψῆφος ἴσον δύναται τῷ δοῦλον ἀποκτείναντι καὶ τῷ ἐλεύθερον, εἰκός τοι καὶ ψῆφον γενέσθαι περὶ αὐτοῦ ἦν, καὶ μὴ ἄκριτον ἀποθανεῖν αὐτὸν ὑφʼ ὑμῶν. ὥστε πολλῷ ἂν ὑμεῖς δικαιότερον κρίνοισθε ἢ ἐγὼ νῦν φεύγω ὑφʼ ὑμῶν ἀδίκως.
然而,即便是杀害主人的人,哪怕被当场抓获,也绝不会由亲属自行处死,而是会依照诸位祖传的法律将他们移交给官府。因为既然法律容许奴隶就凶杀案作证指控自由人,也容许主人在认为适当时代表奴隶提起控告,并且对杀害奴隶者的投票表决与杀害自由人者具有同等效力,那么理所当然也应对他进行投票审判,而不应由你们未经审判就予以处死。因此,你们遭受审判将远比我如今遭受你们不公正的控告要合乎公义得多。
σκοπεῖτε δή, ὦ ἄνδρες, καὶ ἐκ τοῖν λόγοιν τοῖν ἀνδροῖν ἑκατέροιν τοῖν βασανισθέντοιν τὸ δίκαιον καὶ τὸ εἰκός. ὁ μὲν γὰρ δοῦλος δύο λόγω ἔλεγε· τοτὲ μὲν ἔφη με εἰργάσθαι τὸ ἔργον, τοτὲ δὲ οὐκ ἔφη· ὁ δὲ ἐλεύθερος οὐδέπω νῦν εἴρηκε περὶ ἐμοῦ φλαῦρον οὐδέν, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος.
诸位审判官,请结合两名受拷问者的言辞,审视何为公正与何为情理。因为那名奴隶讲了两套互相矛盾的话:有时声称我做下了那件事,有时又予以否认;而那名自由人经受了同样的酷刑,迄今为止却从未说过半句对我不利的话。
τοῦτο μὲν γὰρ οὐκ ἦν αὐτῷ ἐλευθερίαν προτείναντας ὥσπερ τὸν ἕτερον πεῖσαι·3 τοῦτο δὲ μετὰ τοῦ ἀληθοῦς ἐβούλετο κινδυνεύων πάσχειν ὅ τι δέοι, ἐπεὶ τό γε συμφέρον καὶ οὗτος ἠπίστατο, ὅτι τότε παύσοιτο στρεβλούμενος, ὁπότε εἴποι τὰ τούτοις δοκοῦντα. ποτέρῳ οὖν εἰκός ἐστι πιστεῦσαι, τῷ διὰ τέλους τὸν αὐτὸν ἀεὶ λόγον λέγοντι, ἢ τῷ τοτὲ μὲν φάσκοντι τοτὲ δʼ οὔ; ἀλλὰ καὶ ἄνευ βασάνου τοιαύτης οἱ τοὺς αὐτοὺς αἰεὶ περὶ τῶν αὐτῶν λόγους λέγοντες πιστότεροί εἰσι τῶν διαφερομένων σφίσιν αὐτοῖς.
这一方面是因为他们无法像对待另一人那样,通过许诺自由来诱使他屈服;另一方面,他甘愿冒着危险,与真相共存亡,承受任何必要的折磨,因为就切身利益而言,他也深知,只要他说出迎合他们心意的话,就能立刻免受车刑架上的摧残。那么,究竟应当相信哪一方才合乎情理呢?是始终如一陈述同一番话的人,还是时而断言时而否认的人?即便没有这般酷刑,就同一事实始终如一陈述的人,也显然比自相矛盾的人更加可信。
ἔπειτα δὲ καὶ ἐκ τῶν λόγων τῶν τοῦ ἀνθρώπου μερὶς ἑκατέροις ἴση ἂν εἴη, μὲν τὸ φάσκειν, ἐμοὶ δὲ τὸ μὴ φάσκειν· ἔκ τε ἀμφοῖν τοῖν ἀνδροῖν τοῖν βασανισθέντοιν· ὁ μὲν γὰρ ἔφησεν, ὁ δὲ διὰ τέλους ἔξαρνος ἦν. καὶ μὲν δὴ τὰ ἐξ ἴσου γενόμενα τοῦ φεύγοντός ἐστι μᾶλλον ἢ τοῦ διώκοντος,4 εἴπερ γε καὶ τῶν ψήφων ὁ ἀριθμὸς ἐξ ἴσου γενόμενος τὸν φεύγοντα μᾶλλον ὠφελεῖ ἢ τὸν διώκοντα.
再者,即便仅从那名男子的证词来看,双方各占一半份额——肯定之词归于他们,否定之词归于我;从受拷问的两人整体来看亦是如此,一人作了肯定,而另一人则自始至终予以否认。而势均力敌、胜负难分的事项,天然属于被告而非原告,正如票数相等时,有利于被告而绝非有利于原告一样。
ἡ μὲν βάσανος, ὦ ἄνδρες, τοιαύτη ἐγένετο, ᾗ οὗτοι πιστεύοντες εὖ εἰδέναι φασὶν ὑπʼ ἐμοῦ ἀποθανόντα τὸν ἄνδρα. καίτοι τὸ παράπαν ἔγωγʼ ἂν εἴ τι συνῄδη ἐμαυτῷ καὶ εἴ τί μοι τοιοῦτον εἴργαστο, ἠφάνισʼ ἂν τὼ ἀνθρώπω, ὅτε ἐπʼ ἐμοὶ ἦν τοῦτο μὲν εἰς τὴν Αἶνον ἀπάγειν ἅμα ἐμοί, τοῦτο δὲ εἰς τὴν ἤπειρον διαβιβάσαι, καὶ μὴ ὑπολείπεσθαι μηνυτὰς κατʼ ἐμαυτοῦ τοὺς συνειδότας.
诸位,拷问的实际情形便是如此,他们却借此断言确凿知晓死者是丧命于我之手。然而,倘若我扪心有愧,当真做下了此类勾当,当时我完全有能力将他们一同带往埃诺斯,或将他们转移送至大陆,我何不将这两人灭口,又怎会将知情的同谋留作指控我自己的告发人呢?
- 46ὅ δὲ δεῖ καὶ μάλιστα ἐνθυμεῖσθαι
句首的中性单数宾格关系代词 ὅ 包含先行词,构成绝对宾格或话题标记结构,意为“诸位最当铭记在心的事”。在经历了较长的插入语(καὶ μή μοι ἄχθεσθε ... κατὰ τοῦτο ἀπόλλυμαι)之后,主句通过代词 τοῦτο 以及随后的 ὅτι 从句(从属于否定虚拟式主句 μὴ οὖν ἐξέληται)对其进行了照应与内容补充。
- 47νῦν δὲ αὐτοὶ καταγνόντες τὸν θάνατον τοῦ ἀνδρὸς ἀπεκτείνατε
此处人称由前文针对诉讼对手的第三人称叙述(ἀπέκτειναν, ἐχρῆν αὐτούς)转换为第二人称复数(ἀπεκτείνατε,以及随后的 ἠξιώσατε, γίγνεσθε, ὑφʼ ὑμῶν)。这是对站在法庭上的原告控方直接发出的顿呼(apostrophe),而非指向陪审官们(ὦ ἄνδρες)。
- 50τοῦτο μὲν γὰρ οὐκ ἦν αὐτῷ ἐλευθερίαν προτείναντας ὥσπερ τὸν ἕτερον πεῖσαι
非人称结构 οὐκ ἦν(相当于 οὐκ ἐξῆν,“是不可能的”)中,宾格分词短语 ἐλευθερίαν προτείναντας(指原告方)充当不定式 πεῖσαι 的逻辑主语,而与格 αὐτῷ(指该自由人男子)则是 προτείναντας 的间接宾语(πεῖσαι 的宾语亦由此补出),全句意为“[原告方]不可能通过向他许诺自由来劝诱他”。句首的 τοῦτο μέν 与下文的 τοῦτο δέ 呼应,引出并列的两项理由。
- 51καὶ μὲν δὴ τὰ ἐξ ἴσου γενόμενα τοῦ φεύγοντός ἐστι μᾶλλον ἢ τοῦ διώκοντος
表语性属格 τοῦ φεύγοντός ἐστι 意为“属于被告/有利于被告”。实质化的中性复数主语 τὰ ἐξ ἴσου γενόμενα(平分秋色、势均力敌的事项)在此借由法庭审判中同票即判被告胜诉的法律原则来类比佐证。
