← 安提丰

关于赫罗德谋杀案

§38-45

告发人的隐匿与奴隶证言的矛盾

辩护人揭露原告方杀害并隐匿告发人的不正当行径,指出受刑奴隶供词前后的动摇及与同行另一人的证言矛盾,并从常理推论力证控方所描述的行凶情节纯属无稽之谈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38

καὶ οἱ μὲν ἄλλοι καθʼ ὧν ἂν μηνύῃ τις, οὗτοι κλέπτουσι τοὺς μηνύοντας, κᾆτʼ ἀφανίζουσιν· αὐτοὶ δὲ οὗτοι οἱ ἀπάγοντες καὶ ζητοῦντες τὸ πρᾶγμα τὸν κατʼ ἐμοῦ μηνυτὴν ἠφάνισαν. καὶ εἰ μὲν ἐγὼ τὸν ἄνδρα ἠφάνισα ἢ μὴ ἤθελον ἐκδοῦναι τούτοις ἢ ἄλλον τινὰ ἔφευγον ἔλεγχον, αὐτοῖς ἂν τούτοις ἰσχυροτάτοις εἰς τὰ πράγματα ἐχρῶντο, καὶ ἦν ταῦτα αὐτοῖς μέγιστα τεκμήρια κατʼ ἐμοῦ· νῦν δέ, ὁπότε αὐτοὶ οὗτοι προκαλουμένων τῶν φίλων τῶν ἐμῶν ταῦτʼ ἔφυγον, ἐμοὶ δήπου κατὰ τούτων εἶναι χρὴ ταὐτὰ ταῦτα τεκμήρια, ὡς οὐκ ἀληθῆ τὴν αἰτίαν ἐπέφερον ἣν ᾐτιῶντο.

当别人受到告发时,通常是那些被指控的人私下拐走告发者并将他们灭口;然而,正是这些亲自拿办嫌犯并调查此案的人,将指控我的告发人灭了口。如果是我将那人灭口,或者不愿将他交予他们,抑或是逃避任何其他检验,他们本会把这些事实作为其案情中最有力的凭据,而这些也会成为针对我最不利的证据。但实际上,当我的朋友们提出挑战时,是他们自己逃避了这些检验;那么理所当然,这些同样的凭据应当为我所用以对抗他们,证明他们所罗织的罪名绝非实情。

§39

ἔτι δὲ καὶ τάδε λέγουσιν, ὡς ὡμολόγει ὁ ἄνθρωπος βασανιζόμενος συναποκτεῖναι τὸν ἄνδρα. ἐγὼ δέ φημι ταῦτα μὲν οὐ λέγειν αὐτόν, ὅτι δὲ ἐξαγάγοι ἐμὲ καὶ τὸν ἄνδρα ἐκ τοῦ πλοίου, καὶ ὅτι ἤδη τεθνεῶτα αὐτὸν ὑπʼ ἐμοῦ συνανελὼν καὶ ἐνθεὶς εἰς τὸ πλοῖον καταποντώσειε.1

此外,他们还声称,那人在受刑时曾招供与我合谋杀害了死者。而我则主张,他并未说过这番话,而是说他将我和那名男子带下船,并且在该男子已被我杀害之后,他协助抬起尸体,将其搬上小艇并抛入海中。

§40

καίτοι σκέψασθε ὅτι πρῶτον μέν, πρὶν ἐπὶ τὸν τροχὸν ἀναβῆναι, ὁ ἀνὴρ μέχρι τῆς ἐσχάτης ἀνάγκης τῇ ἀληθείᾳ ἐχρῆτο καὶ ἀπέλυέ με τῆς αἰτίας· ἐπειδὴ δὲ ἐπὶ τὸν τροχὸν ἀνέβη, τῇ ἀνάγκῃ χρώμενος ἤδη κατεψεύδετό μου, βουλόμενος ἀπηλλάχθαι τῆς βασάνου.

然而请诸位考虑:起初,在登上车刑架之前,那人直到承受极致的逼迫之前始终坚守真相,免除了我的罪责;但是,一旦登上了车刑架,屈服于强力的逼迫,他便开始诬陷我,只求能当下从酷刑中解脱。

§41

ἐπειδὴ δὲ ἐπαύσατο βασανιζόμενος, οὐκέτι ἔφη με τούτων εἰργάσθαι οὐδέν, ἀλλὰ τὸ τελευταῖον ἀπῴμωξεν ἐμέ τε καὶ αὑτὸν ὡς ἀδίκως ἀπολλυμένους, οὐ χάριτι τῇ ἐμῇ—πῶς γάρ; ὅς γε κατεψεύσατο,—ἀλλʼ ἀναγκαζόμενος ὑπὸ τοῦ ἀληθοῦς καὶ βεβαιῶν τοὺς πρώτους λόγους ὡς ἀληθεῖς εἰρημένους.

然而,当拷问停止时,他便不再声称我做过这些事中的任何一件,最后反而痛哭哀悼我和他自己是不公正地走向毁灭。这绝非出于对我的关照——怎么可能呢?他毕竟曾诬陷过我——而是被迫于真相,并证实起初的言辞才是依实所言。

§42

ἔπειτα δὲ ὁ ἕτερος ἄνθρωπος, ὁ ἐν τῷ αὐτῷ πλοίῳ πλέων καὶ παρὼν διὰ τέλους καὶ συνών μοι, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος τοῖς μὲν πρώτοις καὶ τοῖς ὕστερον λόγοις τοῖς τοῦ ἀνθρώπου συνεφέρετο ὡς ἀληθέσιν οὖσι, διὰ τέλους γάρ με ἀπέλυε, τοῖς δʼ ἐπὶ τοῦ τροχοῦ λεγομένοις, οὓς ἐκεῖνος ἀνάγκῃ μᾶλλον ἢ ἀληθείᾳ ἔλεγε, τούτοις δὲ διεφέρετο. ὁ μὲν γὰρ ἐκβάντα μʼ ἔφη ἐκ τοῦ πλοίου ἀποκτεῖναι τὸν ἄνδρα, καὶ αὐτὸς ἤδη τεθνεῶτα συνανελεῖν μοι· ὁ δὲ τὸ παράπαν ἔφη οὐκ ἐκβῆναί με ἐκ τοῦ πλοίου.

其次,另一名男子——乘同一条船航行、全程在场并与我在一起的人——在经受同样的酷刑时,与前一人的最初和最后的供词完全相符,认同其为实情(因为他始终坚称我是无辜的),但却与那人在车刑架上所说的言辞相左——那人当时是出于逼迫而非依从真相而言。因为那人声称我下了船并杀害了死者,且他自己在人死后协助我抬起尸体;但这位男子却说我根本就没有下过船。

§43

καίτοι τὸ εἰκὸς σύμμαχόν μοί ἐστιν. οὐ γὰρ δήπου οὕτω κακοδαίμων ἐγώ, ὥστε τὸ μὲν ἀποκτεῖναι τὸν ἄνδρα προὐνοησάμην μόνος, ἵνα μοι μηδεὶς συνειδείη, ἐν ᾧ μοι ὁ πᾶς κίνδυνος ἦν, ἤδη δὲ πεπραγμένου μοι τοῦ ἔργου μάρτυρας καὶ συμβούλους ἐποιούμην.2

况且,合乎情理的推论也是支持我的。我绝不至于如此昏愦,以致在整个危险都系于我一人的杀人罪行上,我独自预谋以免任何人知晓;而在罪行已经得手之后,却反倒为自己招引见证人和共谋者。

§44

καὶ ἀπέθανε μὲν ὁ ἀνὴρ οὑτωσὶ ἐγγὺς τῆς θαλάσσης καὶ τῶν πλοίων, ὡς ὁ τούτων λόγος ἐστίν· ὑπὸ δὲ ἑνὸς ἀνδρὸς ἀποθνῄσκων οὔτε ἀνέκραγεν οὔτʼ αἴσθησιν οὐδεμίαν ἐποίησεν οὔτε τοῖς ἐν τῇ γῇ οὔτε τοῖς ἐν τῷ πλοίῳ; καὶ μὴν πολλῷ ἐπὶ πλέον γε ἀκούειν ἔστι νύκτωρ ἢ μεθʼ ἡμέραν, ἐπʼ ἀκτῆς ἢ κατὰ πόλιν· καὶ μὴν ἔτι ἐγρηγορότων φασὶν ἐκβῆναι τὸν ἄνδρα ἐκ τοῦ πλοίου.

再者,按照他们的说法,那名男子是在离海边和船只如此近的地方死去的;然而他在被一个人杀死时,难道既没有大声呼救,也没有让岸上的人或船上的人察觉到半点动静吗?须知夜间能听到的声音远比白天传得更远,海滩上也远比城里更能听清;更何况他们还声称,那人是在大家尚未入睡时走下船的。

§45

ἔπειτα ἐν τῇ γῇ μὲν ἀποθανόντος, ἐντιθεμένου δὲ εἰς τὸ πλοῖον,3 οὔτε ἐν τῇ γῇ σημεῖον οὐδὲ αἷμα ἐφάνη οὔτε ἐν τῷ πλοίῳ, νύκτωρ μὲν ἀναιρεθέντος, νύκτωρ δʼ ἐντιθεμένου εἰς τὸ πλοῖον. ἢ δοκεῖ ἂν ὑμῖν ἄνθρωπος δύνασθαι ἐν τοιούτῳ πράγματι ὢν τά τʼ ἐν τῇ γῇ ὄντα ἀναξύσαι καὶ τὰ ἐν τῷ πλοίῳ ἀποσπογγίσαι, ἃ οὐδὲ μεθʼ ἡμέραν ἄν τις οἷός τʼ ἐγένετο, ἔνδον ὢν αὑτοῦ4 καὶ μὴ πεφοβημένος, τὸ παράπαν ἀφανίσαι; ταῦτα, ὦ ἄνδρες, πῶς εἰκότα ἐστίν;

此外,他在陆地上死去,又被搬运上船,然而无论在陆地上还是在船内,都既没有发现痕迹,也没有发现血迹——尽管他是在夜间被杀,又在夜间被搬上船的。难道诸位以为,置身于那般境地的人竟能刮去地上的痕迹并擦去船内的血迹吗?哪怕是在白天、在神志清醒且毫无恐慌的情况下,人们都未必能将这些痕迹彻底消除。诸位,这怎么可能合乎情理呢?

语法注4 条
  1. 39ὅτι δὲ ἐξαγάγοι ἐμὲ καὶ τὸν ἄνδρα ἐκ τοῦ πλοίου, καὶ ὅτι ἤδη τεθνεῶτα αὐτὸν ὑπʼ ἐμοῦ συνανελὼν καὶ ἐνθεὶς εἰς τὸ πλοῖον καταποντώσειε

    两个 ὅτι 从句承接前文 φημι ταῦτα μὲν οὐ λέγειν αὐτόν 中省去的“而是说(λέγειν δέ)”,动词采用斜格祈愿气(ἐξαγάγοι, καταποντώσειε)以表示间接引语。辩护人借此将控方声称的“共同谋杀”自白,与奴隶实际所说的“事后弃尸”供词清晰区分开来。

  2. 43ὥστε τὸ μὲν ἀποκτεῖναι τὸν ἄνδρα προὐνοησάμην μόνος, ἵνα μοι μηδεὶς συνειδείη, ἐν ᾧ μοι ὁ πᾶς κίνδυνος ἦν, ἤδη δὲ πεπραγμένου μοι τοῦ ἔργου μάρτυρας καὶ συμβούλους ἐποιούμην

    紧接前句 οὐ γὰρ δήπου οὕτω κακοδαίμων ἐγώ [εἰμί] 的 ὥστε 引导结果从句,搭配过去直陈语气动词(προὐνοησάμην, ἐποιούμην)。此处以荒谬的结果(“独自谋划杀人以防走漏风声,得手后反倒去招揽同伙”)作为假定,从常理反驳指控的荒谬性。

  3. 45ἐν τῇ γῇ μὲν ἀποθανόντος, ἐντιθεμένου δὲ εἰς τὸ πλοῖον

    省略了名词主语(τοῦ ἀνθρώπου,即被害人赫罗得斯)的独立属格结构。紧随其后的 νύκτωρ μὲν ἀναιρεθέντος, νύκτωρ δʼ ἐντιθεμένου εἰς τὸ πλοῖον 同样是此种独立属格,构成了按常理必定会留下血迹或痕迹的情境前提。

  4. 45ἔνδον ὢν αὑτοῦ

    字面意为“留在自己内部”,此为固定习语,意指“神志清醒”、“理智自持”,在此与惊恐失措(πεφοβημένος)相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:38-45