← 安提丰

关于赫罗德谋杀案

§30-37

受刑奴隶的虚假供述与控方的灭口处决

辩护人指出,数日后受刑的奴隶是在利诱与威逼下做出虚假供述并随后被灭口处决的,由此控诉控方的构陷行径,并论证该奴隶临死前翻供的真实性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30

καὶ ὃν μὲν τότε παραχρῆμα ἐβασάνισαν, οὗτος μὲν οὐδὲν εἶπε περὶ ἐμοῦ φλαῦρον· ὃν δʼ ἡμέραις ὕστερον πολλαῖς ἐβασάνισαν, ἔχοντες παρὰ σφίσιν αὐτοῖς τὸν πρόσθεν χρόνον, οὗτος ἦν ὁ πεισθεὶς ὑπὸ τούτων καὶ καταψευσάμενος ἐμοῦ. παρέξομαι δὲ τούτων τοὺς μάρτυρας. "Μάρτυρες"

他们当时当场施以酷刑的人,对我没有说过半句不利之词;而在许多天之后才被施刑的人,此前一直被他们扣留在身边,此人正是被他们说服而诬陷我的。关于这些,我将提供证人。

§31

Μάρτυρες ὡς μὲν ὕστερον τοσούτῳ χρόνῳ ὁ ἀνὴρ ἐβασανίσθη, μεμαρτύρηται ὑμῖν· προσέχετε δὲ τὸν νοῦν αὐτῇ τῇ βασάνῳ, οἵα γεγένηται. ὁ μὲν γὰρ δοῦλος, ᾧ ἴσως οὗτοι τοῦτο μὲν ἐλευθερίαν ὑπέσχοντο, τοῦτο δʼ ἐπὶ τούτοις ἦν παύσασθαι κακούμενον αὐτόν,1 ἴσως ὑπʼ ἀμφοῖν πεισθεὶς κατεψεύσατό μου, τὴν μὲν ἐλευθερίαν ἐλπίσας οἴσεσθαι, τῆς δὲ βασάνου εἰς τὸ παραχρῆμα βουλόμενος ἀπηλλάχθαι. οἶμαι δʼ ὑμᾶς ἐπίστασθαι τοῦτο, ὅτι ἐφʼ οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου, πρὸς τούτων εἰσὶν οἱ βασανιζόμενοι λέγειν2 ὅ τι ἂν ἐκείνοις μέλλωσι χαριεῖσθαι· ἐν τούτοις γὰρ αὐτοῖς ἐστιν ἡ ὠφέλεια, ἄλλως τε κἂν μὴ παρόντες τυγχάνωσιν ὧν ἂν καταψεύδωνται. εἰ μὲν γὰρ ἐγὼ ἐκέλευον αὐτὸν στρεβλοῦν ὡς οὐ τἀληθῆ λέγοντα, ἴσως ἂν ἐν αὐτῷ τούτῳ ἀπετρέπετο μηδὲν κατʼ ἐμοῦ καταψεύδεσθαι· νῦν δὲ αὑτοὶ ἦσαν καὶ βασανισταὶ καὶ ἐπιτιμηταὶ τῶν σφίσιν αὐτοῖς συμφερόντων.

〔证人出庭〕那人是在相隔如此久之后才受刑的,这一点已经向诸位作证;但请诸位留意酷刑本身,看它是何种性质的。因为那个奴隶,他们一方面或许向他许诺了自由,另一方面使他停止受苦的权力全在他们掌握之中,他或许正是受了这两方面的驱使而诬陷了我,一方面希冀获得自由,另一方面则渴望当下能从酷刑中解脱。而且我想诸位也知道这一点:对那些掌握酷刑主要支配权的人,受刑者总是倾向于说出任何能讨好他们的话;因为受刑者的利益全在于此,特别是当他们所诬告的人恰好不在场的时候。因为如果当时由我下令对他施以刑架酷刑、斥责他没有讲真话,他或许单凭这一点就会退缩,不敢对我进行任何诬告;但事实上,他们自己既是行刑者,又是自身利益的裁判者。

§33

ἕως μὲν οὖν μετὰ χρηστῆς ἐλπίδος ἐγίγνωσκέ μου καταψευσάμενος, τούτῳ διισχυρίζετο τῷ λόγῳ· ἐπειδὴ δὲ ἐγίγνωσκεν ἀποθανούμενος, ἐνταῦθʼ ἤδη τῇ ἀληθείᾳ ἐχρῆτο, καὶ ἔλεγεν ὅτι πεισθείη ὑπὸ τούτων ἐμοῦ καταψεύδεσθαι. διαπειραθέντα δʼ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν,3 ἀλλʼ ἀπέκτειναν ἄγοντες τὸν ἄνδρα, τὸν μηνυτήν, ᾧ πιστεύοντες ἐμὲ διώκουσι, τοὐναντίον ποιήσαντες ἢ οἱ ἄλλοι ἄνθρωποι. οἱ μὲν γὰρ ἄλλοι τοῖς μηνυταῖς τοῖς μὲν ἐλευθέροις χρήματα διδόασι, τοὺς δὲ δούλους ἐλευθεροῦσιν· οὗτοι δὲ θάνατον τῷ μηνυτῇ τὴν δωρεὰν ἀπέδοσαν, ἀπαγορευόντων τῶν φίλων τῶν ἐμῶν μὴ ἀποκτείνειν τὸν ἄνδρα πρὶν ἂν ἐγὼ ἔλθοιμι.

因此,只要他怀着良好的期望认为诬陷我是可行的,他就坚守着这番供词;但是,当他明白自己将要被处死时,这时他终于诉诸真相,说自己是被这些人说服来诬告我的。然而,无论是尝试说谎,还是后来道出实情,两者都没能救他,相反,他们把这名男子带走并杀害了——也就是他们所信赖并据此起诉我的告发人——其所作所为与其他人截然相反。因为其他人对于告发者,若是自由人则给予金钱,若是奴隶则予以释放;但这些人却把死亡当作报酬给予告发者,尽管我的朋友们曾竭力制止,要求在我抵达之前不得杀害该男子。

§35

δῆλον οὖν ὅτι οὐ τοῦ σώματος αὐτοῦ χρεία ἦν αὐτοῖς, ἀλλὰ τῶν λόγων· ζῶν μὲν γὰρ ὁ ἀνὴρ διὰ τῆς αὐτῆς βασάνου ἰὼν ὑπʼ ἐμοῦ κατήγορος ἂν ἐγίγνετο τῆς τούτων ἐπιβουλῆς, τεθνεὼς δὲ τὸν μὲν ἔλεγχον τῆς ἀληθείας ἀπεστέρει διʼ αὐτοῦ τοῦ σώματος ἀπολλυμένου, τοῖς δὲ λόγοις τοῖς ἐψευσμένοις ὑπʼ ἐκείνου ὡς ἀληθέσιν οὖσιν ἐγὼ ἀπόλλυμαι. τούτων δὲ μάρτυράς μοι κάλει.

显而易见,他们所需要的不是他的肉体,而是他的言辞;因为那人若活着,在我主持下经受同样的酷刑,就会成为揭露他们阴谋的控告者;但他一旦死去,随着肉体本身的毁灭,便剥夺了对真相的检验,而我却要因他所捏造的假话被当作实情而蒙受灭顶之灾。请为我传唤关于这些事实的证人。

§36

Μάρτυρες ἐχρῆν μὲν γὰρ αὐτούς, ὡς ἐγὼ νομίζω, ἐνθάδε παρέχοντας τὸν μηνυτὴν αὐτὸν ἀπελέγχειν ἐμέ, καὶ αὐτῷ τούτῳ χρῆσθαι ἀγωνίσματι, ἐμφανῆ παρέχοντας τὸν ἄνδρα καὶ κελεύοντας βασανίζειν, ἀλλὰ μὴ ἀποκτεῖναι. φέρε γὰρ δὴ ποτέρῳ νῦν χρήσονται τῶν λόγων; πότερα ᾧ πρῶτον εἶπεν ἢ ᾧ ὕστερον; καὶ πότερʼ ἀληθῆ ἐστιν, ὅτʼ ἔφη με εἰργάσθαι τὸ ἔργον ἢ ὅτʼ οὐκ ἔφη;

〔证人出庭〕因为照我认为,他们理应在这里呈出告发人本人来驳倒我,并以此作为辩诉的凭据,将该男子公之于众并要求施刑,而不是将他处死。且问,他们现在究竟要采用两份供词中的哪一份呢?是采用他起初说的,还是后来说的?究竟何时说的是真话,是他声称我犯下罪行之时,还是声称我没有犯下之时呢?

§37

εἰ μὲν γὰρ ἐκ τοῦ εἰκότος ἐξετασθῆναι δεῖ τὸ πρᾶγμα, οἱ ὕστεροι λόγοι ἀληθέστεροι φαίνονται. ἐψεύδετο μὲν γὰρ ἐπʼ ὠφελείᾳ τῇ ἑαυτοῦ, ἐπειδὴ δὲ τῷ ψεύδεσθαι ἀπώλλυτο, ἡγήσατο τἀληθῆ κατειπὼν διὰ τοῦτο σωθῆναι ἄν. τῆς μὲν οὖν ἀληθείας οὐκ ἦν αὐτῷ τιμωρὸς οὐδείς· οὐ γὰρ παρὼν ἐγὼ ἐτύγχανον, ᾧπερ σύμμαχος ἦν ἡ ἀλήθεια τῶν ὑστέρων λόγων· τοὺς δὲ προτέρους λόγους τοὺς κατεψευσμένους ἦσαν οἱ ἀφανιοῦντες, ὥστε μηδέποτε εἰς τὸ ἀληθὲς καταστῆναι.

因为如果必须根据常理来审查此事,后来的言辞显然更为真实。因为他先前说谎是为了自身的利益;但当他因说谎而濒临死亡时,他认为吐露真相或许能让自己藉此得救。然而对于真相而言,他却没有得到任何人的主持;因为我当时并不在场,而后来言辞的真相对我而言本是同盟;至于先前那些诬陷之辞,却有人急于将其掩盖,以致真相永远无法大白于天下。

语法注3 条
  1. 31τοῦτο δʼ ἐπὶ τούτοις ἦν παύσασθαι κακούμενον αὐτόν

    介词短语 ἐπὶ τούτοις ἦν 是 ἐπί 接与格与 εἰμί 连用的习语,意为“掌握在某人手中 / 处于某人的决定权之下”;不定式 παύσασθαι 充当主语,分词短语 κακούμενον αὐτόν 依附于该不定式,意即“使他自身停止遭受折磨的权力在这些人手中”。

  2. 31ἐφʼ οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου, πρὸς τούτων εἰσὶν οἱ βασανιζόμενοι λέγειν

    在关系从句 ἐφʼ οἷς ἂν... 中省略了虚拟语气系动词(如 ᾖ)。主句中的 πρὸς τούτων εἰσίν 为习惯用法(πρός 带属格加 εἰμί),意为“站在……一边 / 倾向于……”,后接表结果或倾向的不定式 λέγειν(“倾向于说出……”)。

  3. 33διαπειραθέντα δʼ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν

    句首的宾格分词短语 διαπειραθέντα... αὐτόν(分词支配不定式 λέγειν)与后面的 ὕστερον δὲ τἀληθῆ λέγοντα 并列,修饰宾格代词 αὐτόν,整体充当动词 ὠφέλησεν 的宾语;主语是中性复数代词 οὐδέτερα,全句结构为“他尝试说谎以及后来讲出实情,这两者都没有使他得益”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:30-37