- 底本
- Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (printing); 1960 (reprint).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:23-29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩护人叙述了赫罗德斯夜间离船而自己始终留在船上的经过,以及事后自己主动协助搜寻并提议派出使者。随后他指出,原告关于被害人在陆地被杀或被抛入海中的主张既毫无痕迹和证据支持,亦违背常理。
Μάρτυρες ἐπειδὴ δὲ μετεξέβημεν εἰς τὸ ἕτερον πλοῖον, ἐπίνομεν. καὶ ὁ μέν ἐστι φανερὸς ἐκβὰς1 ἐκ τοῦ πλοίου καὶ οὐκ εἰσβὰς πάλιν· ἐγὼ δὲ τὸ παράπαν οὐκ ἐξέβην ἐκ τοῦ πλοίου τῆς νυκτὸς ἐκείνης. τῇ δʼ ὑστεραίᾳ, ἐπειδὴ ἀφανὴς ἦν ὁ ἀνήρ, ἐζητεῖτο οὐδέν τι μᾶλλον ὑπὸ τῶν ἄλλων ἢ καὶ ὑπʼ ἐμοῦ· καὶ εἴ τῳ τῶν ἄλλων ἐδόκει δεινὸν εἶναι, καὶ ἐμοὶ ὁμοίως. καὶ εἴς τε τὴν Μυτιλήνην ἐγὼ αἴτιος ἦ πεμφθῆναι ἄγγελον, καὶ τῇ ἐμῇ γνώμῃ ἐπέμπετο.
〔证人出庭〕当我们换乘到另一条船上后,便一同饮酒。显而易见的是,他下了船便再也没有返回;而我则在那天夜里完全没有离开过船。次日,当那人不知去向时,寻找他的不仅是其他人,我也同样竭力寻找;如果其他任何人觉得事态严重,我也同样如此觉得。使者被派往米提利尼也是由于我的缘故,且正是根据我的主张派出的。
καὶ ἄλλου οὐδενὸς ἐθέλοντος βαδίζειν, οὔτε τῶν ἀπὸ τοῦ πλοίου οὔτε τῶν αὐτῷ τῷ Ἡρῴδῃ συμπλεόντων, ἐγὼ τὸν ἀκόλουθον τὸν ἐμαυτοῦ πέμπειν ἕτοιμος ἦ· καίτοι οὐ δήπου γε κατʼ ἐμαυτοῦ μηνυτὴν ἔπεμπον εἰδώς. ἐπειδὴ δὲ ὁ ἀνὴρ οὔτε ἐν τῇ Μυτιλήνῃ ἐφαίνετο ζητούμενος οὔτʼ ἄλλοθι οὐδαμοῦ, πλοῦς τε ἡμῖν ἐγίγνετο, καὶ τἆλλʼ ἀνήγετο πλοῖα ἅπαντα, ᾠχόμην κἀγὼ πλέων. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι.
在没有其他人愿意前往的情况下——不论是船上的水手还是与赫罗德斯本人同行的人——我甚至准备派出自己的随从。然而,我断然不可能在明知的情况下派出一个指控我自己的告发者!但当四处寻访之后,那人在米提利尼不见踪影,在其他任何地方也寻不到,而此时航行的时机已到,所有其他船只也都纷纷起锚出海,我也就乘船离去了。关于这些,我将向诸位提供证人。
Μάρτυρες τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν· ἐκ δὲ τούτων ἤδη σκοπεῖτε τὰ εἰκότα. πρῶτον μὲν γὰρ πρὶν ἀνάγεσθαί με εἰς τὴν Αἶνον, ὅτε ἦν ἀφανὴς ὁ ἀνήρ, οὐδεὶς ᾐτιάσατό με ἀνθρώπων, ἤδη πεπυσμένων τούτων τὴν ἀγγελίαν· οὐ γὰρ ἄν ποτε ᾠχόμην πλέων. ἀλλʼ εἰς μὲν τὸ παραχρῆμα κρεῖσσον ἦν τὸ ἀληθὲς καὶ τὸ γεγενημένον τῆς τούτων αἰτιάσεως, καὶ ἅμα ἐγὼ ἔτι ἐπεδήμουν· ἐπειδὴ δὲ ἐγώ τε ᾠχόμην πλέων καὶ οὗτοι ἐξ ἐπιβουλῆς συνέθεσαν ταῦτα καὶ ἐμηχανήσαντο κατʼ ἐμοῦ, τότε ᾐτιάσαντο.
〔证人出庭〕实际发生的事情便是如此;现在请根据这些事实来考量常理。因为首先,在我起航前往埃诺斯之前,当那人失踪之时,尽管这些人已经获悉了消息,却没有一个人指控我;否则我绝不可能乘船离去。但在当时,真相与既成事实的力量胜过了他们的指控,加之我当时依然留在当地;然而,等到我乘船离去,而他们出于蓄谋编造出这套说辞、密谋构陷我时,他们才提出了指控。
λέγουσι δὲ ὡς ἐν μὲν τῇ γῇ ἀπέθανεν ὁ ἀνήρ, κἀγὼ λίθον αὐτῷ ἐνέβαλον εἰς τὴν κεφαλήν, ὃς οὐκ ἐξέβην τὸ παράπαν ἐκ τοῦ πλοίου. καὶ τοῦτο μὲν ἀκριβῶς οὗτοι ἴσασιν. ὅπως δʼ ἠφανίσθη ὁ ἀνήρ, οὐδενὶ λόγῳ εἰκότι δύνανται ἀποφαίνειν. δῆλον γὰρ ὅτι ἐγγύς που τοῦ λιμένος εἰκὸς ἦν τοῦτο γίγνεσθαι, τοῦτο μὲν μεθύοντος τοῦ ἀνδρός, τοῦτο δὲ νύκτωρ ἐκβάντος ἐκ τοῦ πλοίου·2 οὔτε γὰρ αὑτοῦ κρατεῖν ἴσως ἂν ἐδύνατο, οὔτε τῷ ἀπάγοντι νύκτωρ μακρὰν ὁδὸν ἡ πρόφασις ἂν εἰκότως ἐγίγνετο·3
他们声称那人死在陆地上,是我用石头砸中了他的头部——而我根本连船都未曾下过!这一点他们是心知肚明的。但至于那人究竟是如何失踪的,他们却无法提供任何合乎常理的说明。因为显而易见,这件事情理应发生在港口附近的某个地方,这一方面是因为那人喝醉了酒,另一方面是因为他是在夜间离开船的;因为他大概既无法自持,而要在夜间将他引向漫长遥远的道路,对诱拐者而言也难以形成合情合理的借口。
ζητουμένου δὲ τοῦ ἀνδρὸς δύο ἡμέρας καὶ ἐν τῷ λιμένι καὶ ἄπωθεν τοῦ λιμένος, οὔτε ὀπτὴρ οὐδεὶς ἐφάνη οὔθʼ αἷμα οὔτʼ ἄλλο σημεῖον οὐδέν. κᾆτʼ ἐγὼ συγχωρῶ τῷ τούτων λόγῳ, παρεχόμενος μὲν τοὺς μάρτυρας ὡς οὐκ ἐξέβην ἐκ τοῦ πλοίου· εἰ δὲ καὶ ὡς μάλιστα ἐξέβην ἐκ τοῦ πλοίου,4 οὐδενὶ τρόπῳ εἰκὸς ἦν ἀφανισθέντα λαθεῖν τὸν ἄνθρωπον, εἴπερ γε μὴ πάνυ πόρρω ἀπῆλθεν ἀπὸ τῆς θαλάσσης.
在那人于港口内及港口远处被搜寻了两天之后,既没有任何目击者出现,也没有发现血迹或其他任何痕迹。即便我顺着他们的说法退一步承认——尽管我已经提供了证人证明我并未下船;退一万步说,就算我确实下了船,只要他没有走到距离大海极远的地方,这个人彻底失踪而不被任何人察觉也是绝无可能的。
ἀλλʼ ὡς κατεποντώθη λέγουσιν. ἐν τίνι πλοίῳ; δῆλον γὰρ ὅτι ἐξ αὐτοῦ τοῦ λιμένος ἦν τὸ πλοῖον. πῶς ἂν οὖν οὐκ ἐξηυρέθη; καὶ μὴν εἰκός γε ἦν καὶ σημεῖόν τι γενέσθαι ἐν τῷ πλοίῳ ἀνδρὸς τεθνεῶτος ἐντιθεμένου καὶ ἐκβαλλομένου νύκτωρ. νῦν δὲ ἐν ᾧ μὲν ἔπινε πλοίῳ καὶ ἐξ οὗ ἐξέβαινεν, ἐν τούτῳ φασὶν εὑρεῖν σημεῖα, ἐν ᾧ αὐτοὶ μὴ ὁμολογοῦσιν ἀποθανεῖν τὸν ἄνδρα· ἐν ᾧ δὲ κατεποντώθη, οὐχ ηὗρον οὔτʼ αὐτὸ τὸ πλοῖον οὔτε σημεῖον οὐδέν. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι.
然而他们却说他是被抛入大海溺死的。是在哪条船上呢?因为那条船显然必定出自该港口本身。那么它怎么可能没有被查出来呢?况且,如果在夜间将一个死人抬上船再抛入海中,船上也理应留下某种痕迹。可如今的事实是:在他饮酒并走出的那条船上,他们声称找到了痕迹,可他们自己并不承认那人死在这条船上;而对于他被抛入大海的那条船,他们既没有找到船本身,也没有找到任何痕迹。关于这些,我将向诸位提供证人。
Μάρτυρες ἐπειδὴ δὲ ἐγὼ μὲν φροῦδος ἦ πλέων εἰς τὴν Αἶνον, τὸ δὲ πλοῖον ἧκεν εἰς τὴν Μυτιλήνην ἐν ᾧ ἐγὼ καὶ ὁ Ἡρῴδης ἐπίνομεν, πρῶτον μὲν εἰσβάντες εἰς τὸ πλοῖον ἠρεύνων, καὶ ἐπειδὴ τὸ αἷμα ηὗρον, ἐνταῦθα ἔφασαν τεθνάναι τὸν ἄνδρα· ἐπειδὴ δὲ αὐτοῖς τοῦτο οὐκ ἐνεχώρει,5 ἀλλʼ ἐφαίνετο τῶν προβάτων ὂν αἷμα, ἀποτραπόμενοι τούτου τοῦ λόγου συλλαβόντες ἐβασάνιζον τοὺς ἀνθρώπους.
〔证人出庭〕当我启程前往埃诺斯,而我和赫罗德斯曾在其上饮酒的那条船抵达米提利尼后,他们首先登上该船进行搜查,一发现血迹,便声称那人死在船上;但当这一说法对他们难以立足,反而显明那不过是羊血时,他们便放弃了这个借口,转而将人抓获并施以酷刑。
- 23ὁ μέν ἐστι φανερὸς ἐκβὰς
形容词 φανερός 与分词 ἐκβάς 构成的人称句式,在意义上等同于非人称句式(φανερόν ἐστιν ὅτι...),体现了希腊语将逻辑主语置为主格的特点:“显而易见的是,他走出了……”。
- 26τοῦτο μὲν μεθύοντος τοῦ ἀνδρός, τοῦτο δὲ νύκτωρ ἐκβάντος ἐκ τοῦ πλοίου
τοῦτο μέν ... τοῦτο δέ 作副词性用法,意为“一方面……另一方面……”,后接两个属格绝对结构(μεθύοντος τοῦ ἀνδρός 与 νύκτωρ ἐκβάντος...),列举了推断事件理应发生在港口附近的并列理由。
- 26οὔτε τῷ ἀπάγοντι νύκτωρ μακρὰν ὁδὸν ἡ πρόφασις ἂν εἰκότως ἐγίγνετο·
τῷ ἀπάγοντι 为关涉与格(“对诱引/带走他的人而言”),带有表示空间范围的宾格/内宾格 μακρὰν ὁδόν。主语为 ἡ πρόφασις,配合 ἄν + 未完过去时表达潜在假定:“在夜间将他带向遥远路途的人,也不会自然产生合情合理的借口”。
- 27εἰ δὲ καὶ ὡς μάλιστα ἐξέβην ἐκ τοῦ πλοίου
ὡς μάλιστα 为强化最高级程度的副词短语,与让步条件从句 εἰ καί(即使……)结合,表示极端的退步假设:“即使退一万步承认我确实下了船”。
- 29ἐπειδὴ δὲ αὐτοῖς τοῦτο οὐκ ἐνεχώρει
ἐνεχώρει 是非人称动词 ἐγχωρεῖ(“有余地/能够成立/行得通”)的未完过去时,搭配与格 αὐτοῖς,意为“当这一点(指人在船上被杀的主张)对他们而言再也站不住脚时”。
