← 安提丰

关于赫罗德谋杀案

§16-22

控诉非法监禁与当夜航行的始末

辩护人谴责原告通过非法监禁和重叠诉讼程序置其于极端不利地位,随后陈述出海航行的正当缘由,说明中途停靠及换乘另一艘船纯粹是因风暴与避雨所致的偶然事件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

ἔπειτα δὲ οὐχ ὡς πιστεύων τῷ πράγματι ἀναμφισβητήτως ἕνα τὸν ἀγῶνα περὶ τοῦ πράγματος ἐποιήσω, ἀλλὰ ἀμφισβήτησιν καὶ λόγον ὑπελίπου ὡς καὶ τοῖσδε τοῖς δικασταῖς ἀπιστήσων. ὥστε μηδέν μοι ἐνθάδε μηδὲ πλέον εἶναι μηδʼ ἀποφυγόντι, ἀλλʼ ἐξεῖναί σοι λέγειν ὅτι κακοῦργος ἀπέφυγον, ἀλλʼ οὐ τοῦ φόνου τὴν δίκην· ἑλὼν δʼ αὖ ἀξιώσεις με ἀποκτεῖναι1 ὡς τοῦ φόνου τὴν δίκην ὠφληκότα. καίτοι πῶς ἂν εἴη τούτων δεινότερα μηχανήματα, εἰ ὑμῖν μὲν ἅπαξ τουτουσὶ πείσασι κατείργασται ἃ βούλεσθε, ἐμοὶ δʼ ἅπαξ ἀποφυγόντι; ὁ αὐτὸς κίνδυνος ὑπολείπεται;2

再者,你并未像确凿无疑地信赖案件事实的人那样,就该案提起单一的诉讼,反而留下了争议与再诉的余地,仿佛你甚至连在场的法官们都不加信任。结果是,我即便在这里被判无罪,也毫无益处,你依然可以说我脱罪只是免于不良分子之罪,而非洗清了谋杀之诉;而另一方面,一旦你胜诉,又会要求将我作为被判谋杀罪的人处决。然而,如果对于你们而言,一旦说服了在场的法官便达成了你们的愿望,而对我而言,即便一度脱罪,同样的危险依然如影随形,那么世上还会有比这更险恶的计谋吗?

§17

ἔτι δὲ μάλʼ ἐδέθην, ὦ ἄνδρες, παρανομώτατα ἁπάντων ἀνθρώπων. ἐθέλοντος γάρ μου ἐγγυητὰς τρεῖς καθιστάναι κατὰ τὸν νόμον, οὕτως οὗτοι διεπράξαντο τοῦτο ὥστε μὴ ἐγγενέσθαι μοι ποιῆσαι. τῶν δὲ ἄλλων ξένων ὅστις πώποτε ἠθέλησε καταστῆσαι ἐγγυητάς, οὐδεὶς πώποτʼ ἐδέθη. καίτοι οἱ ἐπιμεληταὶ τῶν κακούργων τῷ αὐτῷ χρῶνται νόμῳ τούτῳ. ὥστε καὶ οὗτος κοινὸς τοῖς ἄλλοις πᾶσιν ὢν ἐμοὶ μόνῳ ἐπέλιπε μὴ ἀπολῦσαι τοῦ δεσμοῦ.3

此外,法官先生们,我遭受了全人类中最为不法的监禁。因为虽然我愿意依据法律提供三名保人,他们却百般运作,致使我无法做到这一点。然而在其他所有曾希望提供保人的外邦人中,从来没有一人被关押过。况且,负责治安罪犯的主管官员适用的正是同一部法律。因此,这部对其他所有人都通用的法律,唯独对我失效而未将我解除羁押。

§18

τούτοις γὰρ ἦν τοῦτο συμφέρον, πρῶτον μὲν ἀπαρασκευότατον γενέσθαι με, μὴ δυνάμενον διαπράσσεσθαι αὐτὸν τἀμαυτοῦ πράγματα, ἔπειτα κακοπαθεῖν τῷ σώματι, τούς τε φίλους προθυμοτέρους ἔχειν τοὺς ἐμαυτοῦ τούτοις τὰ ψευδῆ μαρτυρεῖν ἢ ἐμοὶ τἀληθῆ λέγειν, διὰ τὴν τοῦ σώματος κακοπάθειαν. ὄνειδός τε αὐτῷ τε ἐμοὶ περιέθεσαν καὶ τοῖς ἐμοῖς προσήκουσιν εἰς τὸν βίον ἅπαντα.

因为这正符合他们的利益:首先,使我陷入最无准备的境地,无法亲自打理自己的事务;其次,让我的肉体遭受折磨;再者,因肉体遭受折磨,使我的朋友们更倾向于为他们作伪证,而不是为我说出真相。并且,他们将洗刷不掉的耻辱终生加诸我自身以及我的亲族身上。

§19

οὑτωσὶ μὲν δὴ πολλοῖς ἐλασσωθεὶς τῶν νόμων τῶν ὑμετέρων καὶ τοῦ δικαίου καθέστηκα εἰς τὸν ἀγῶνα· ὅμως μέντοι γε καὶ ἐκ τούτων πειράσομαι ἐμαυτὸν ἀναίτιον ἐπιδεῖξαι. καίτοι χαλεπόν γε τὰ ἐκ πολλοῦ κατεψευσμένα καὶ ἐπιβεβουλευμένα, ταῦτα παραχρῆμα ἀπελέγχειν· ἃ γάρ τις μὴ προσεδόκησεν, οὐδὲ φυλάξασθαι ἐγχωρεῖ.

我就这样在被剥夺了诸位的诸多法律保护与正当权益的情况下走向这场法庭较量;然而尽管如此,我仍将尽力在此种困境下证明自己是无辜的。不过,要在仓促间驳倒筹划良久、精心编造的谎言是极为困难的;因为凡人未能预见之事,甚至连防备也是不可能的。

§20

ἐγὼ δὲ τὸν μὲν πλοῦν ἐποιησάμην ἐκ τῆς Μυτιλήνης, ὦ ἄνδρες, ἐν τῷ πλοίῳ πλέων ᾧ Ἡρῴδης οὗτος, ὅν φασιν ὑπʼ ἐμοῦ ἀποθανεῖν· ἐπλέομεν δὲ εἰς τὴν Αἶνον, ἐγὼ μὲν ὡς τὸν πατέρα—ἐτύγχανε γὰρ ἐκεῖ ὢν τότε—ὁ δʼ Ἡρῴδης ἀνδράποδα Θρᾳξὶν ἀνθρώποις ἀπολύσων. συνέπλει δὲ τά τε ἀνδράποδα ἃ ἔδει αὐτὸν ἀπολῦσαι, καὶ οἱ Θρᾷκες οἱ λυσόμενοι. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρέξομαι.

法官先生们,我是从米提利尼启程航行的,与这位他们声称死于我手的赫罗德斯同乘一条船。我们当时正驶往埃诺斯,我为了探望父亲——因为他当时恰好在那里——而赫罗德斯则是去向色雷斯人赎放奴隶。他所要赎放的奴隶以及前来赎买的色雷斯人也一同登船同行。关于这些,我将向诸位提供证人。

§21

Μάρτυρες ἡ μὲν πρόφασις ἑκατέρῳ τοῦ πλοῦ αὕτη· ἐτύχομεν δὲ χειμῶνί τινι χρησάμενοι, ὑφʼ οὗ ἠναγκάσθημεν κατασχεῖν εἰς τῆς Μηθυμναίας τι χωρίον, οὗ τὸ πλοῖον ὥρμει τοῦτο εἰς ὃ μετεκβάντα φασὶν ἀποθανεῖν αὐτόν, τὸν Ἡρῴδην.4 καὶ πρῶτον μὲν αὐτὰ ταῦτα σκοπεῖτε, ὅτι οὐ τῇ ἐμῇ προνοίᾳ μᾶλλον ἐγίγνετο ἢ τύχῃ. οὔτε γὰρ πείσας τὸν ἄνδρα οὐδαμοῦ ἀπελέγχομαι σύμπλουν μοι γενέσθαι, ἀλλʼ αὐτὸς καθʼ αὑτὸν τὸν πλοῦν πεποιημένος ἕνεκα πραγμάτων ἰδίων· οὔτʼ αὖ ἐγὼ ἄνευ προφάσεως ἱκανῆς φαίνομαι τὸν πλοῦν ποιησάμενος εἰς τὴν Αἶνον, οὔτε κατασχόντες εἰς τὸ χωρίον τοῦτο ἀπὸ παρασκευῆς οὐδεμιᾶς, ἀλλʼ ἀνάγκῃ χρησάμενοι· οὔτʼ αὖ ἐπειδὴ ὡρμισάμεθα, ἡ μετέκβασις ἐγένετο εἰς τὸ ἕτερον πλοῖον οὐδενὶ μηχανήματι οὐδʼ ἀπάτῃ, ἀλλʼ ἀνάγκῃ καὶ τοῦτο ἐγίγνετο. ἐν ᾧ μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς ὃ δὲ μετέβημεν, ἐστεγασμένον· τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτʼ ἦν. τούτων δʼ ὑμῖν μάρτυρας παρέξομαι.

〔证人出庭〕这就是我们两人各自航行的缘由。但我们恰巧遭遇了一场风暴,被迫驶入墨图姆那境内的一处港湾,而他们声称赫罗德斯转乘之后死于其上的那艘船,正停泊在那里。 首先请诸位考量这些事实本身:这一切并非由于我的预谋,而完全是出于偶然。因为在任何地方都找不出我曾劝诱此人与我同行的证据,相反,他是为了自己的私事而自行决定成行的;其次,我也并非毫无充分理由就出航前往埃诺斯;我们泊入该地也绝非预先安排,而是出于迫不得已;再者,我们泊锚之后换乘到另一条船上,亦非出于任何阴谋或诡计,这也是迫于无奈才发生的。因为我们此前乘坐的船是没有甲板的,而换乘的船是有甲板的;这纯粹是因为下雨的缘故。关于这些,我将向诸位提供证人。

语法注4 条
  1. 16ὥστε μηδέν μοι ἐνθάδε μηδὲ πλέον εἶναι μηδʼ ἀποφυγόντι, ἀλλʼ ἐξεῖναί σοι λέγειν ὅτι κακοῦργος ἀπέφυγον, ἀλλʼ οὐ τοῦ φόνου τὴν δίκην· ἑλὼν δʼ αὖ ἀξιώσεις με ἀποκτεῖναι

    由 ὥστε 引导的结果从句,先由不定式 εἶναι 与 ἐξεῖναι 承接,随后在 ἑλὼν δʼ αὖ ἀξιώσεις 处转换为并列的将来直陈语气,突显控方的企图。连用多个否定词(μηδέν, μηδέ, μηδʼ)起到了层叠全盘否定的作用。

  2. 16εἰ ὑμῖν μὲν ἅπαξ τουτουσὶ πείσασι κατείργασται ἃ βούλεσθε, ἐμοὶ δʼ ἅπαξ ἀποφυγόντι; ὁ αὐτὸς κίνδυνος ὑπολείπεται;

    由 ὑμῖν μὲν... ἐμοὶ δέ... 构成的对仗结构。后半部分 ἐμοὶ δʼ ἅπαξ ἀποφυγόντι(其后的“;”系误植)作 ὁ αὐτὸς κίνδυνος ὑπολείπεται 的与格补语,共同构成 εἰ 条件从句的后半段,尖锐地揭露了双方待遇的不公。

  3. 17ἐμοὶ μόνῳ ἐπέλιπε μὴ ἀπολῦσαι τοῦ δεσμοῦ

    动词 ἐπιλείπω 在此处意为“不足、缺失”。接在带有否定或阻碍意味的动词后的不定式带有赘用否定词 μή,整体结构表示“(该法律)唯独对我失效,从而未将我解脱羁押”。

  4. 21οὗ τὸ πλοῖον ὥρμει τοῦτο εἰς ὃ μετεκβάντα φασὶν ἀποθανεῖν αὐτόν , τὸν Ἡρῴδην

    由 φασίν 统领的宾格不定式间接引语。不定式 ἀποθανεῖν 的逻辑主语为宾格代词 αὐτόν,其后附有同位语 τὸν Ἡρῴδην 以明确指称;不定过去时分词 μετεκβάντα 与 αὐτόν 一致,表示时间上的顺承(“在换乘之后”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:16-22