- 底本
- Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (printing); 1960 (reprint).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:10-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被告指责原告规避了露天审讯、庄严宣誓以及允许自愿流亡等合法的谋杀诉讼程序,反而在广场上利用未宣誓的证人非法起诉他。
φασὶ δὲ αὖ τό γε ἀποκτείνειν μέγα κακούργημα εἶναι, καὶ ἐγὼ ὁμολογῶ μέγιστόν γε, καὶ τὸ ἱεροσυλεῖν καὶ τὸ προδιδόναι τὴν πόλιν· ἀλλὰ χωρὶς περὶ αὐτῶν ἑκάστου οἱ νόμοι κεῖνται. ἐμοὶ δὲ πρῶτον μέν, οὗ τοῖς ἄλλοις εἴργεσθαι προαγορεύουσι τοῖς τοῦ φόνου φεύγουσι τὰς δίκας, ἐνταυθοῖ πεποιήκασι τὴν κρίσιν, ἐν τῇ ἀγορᾷ· ἔπειτα τίμησίν μοι ἐποίησαν,1 ἀνταποθανεῖν τοῦ νόμου κειμένου τὸν ἀποκτείναντα, οὐ τοῦ ἐμοὶ συμφέροντος ἕνεκα, ἀλλὰ τοῦ σφίσιν αὐτοῖς λυσιτελοῦντος, καὶ ἐνταῦθα ἔλασσον ἔνειμαν τῷ τεθνηκότι τῶν ἐν τῷ νόμῳ κειμένων· οὗ δʼ ἕνεκα, γνώσεσθε προϊόντος τοῦ λόγου.
他们反过来声称,杀人是一种重大的犯罪,我也承认这确实是最严重的,如同盗掘神庙和叛国一样;然而,针对这其中的每一项,法律都分别作了规定。但对我而言,首先,对于其他面临谋杀指控的人依法宣告禁止进入的场所,即广场,他们却正是在这里对我进行审判;其次,尽管法律规定杀人者应当偿命,他们却向我提出了刑罚估定(任意裁量罚金与刑罚),这并非出于对我有益,而是为了他们自身的利益,并且在此事上他们给予死者的待遇甚至低于法律所规定的标准;至于其缘由,诸位将在接下来的演说中获悉。
ἔπειτα δέ, ὃ πάντας οἶμαι ὑμᾶς ἐπίστασθαι, ἅπαντα τὰ δικαστήρια ἐν ὑπαίθρῳ δικάζει τὰς δίκας τοῦ φόνου, οὐδενὸς ἄλλου ἕνεκα ἢ ἵνα τοῦτο μὲν οἱ δικασταὶ μὴ ἴωσιν εἰς τὸ αὐτὸ τοῖς μὴ καθαροῖς τὰς χεῖρας, τοῦτο δὲ ὁ διώκων τὴν δίκην τοῦ φόνου ἵνα μὴ ὁμωρόφιος γίγνηται τῷ αὐθέντῃ· σὺ δὲ τοῦτο μὲν παρελθὼν τοῦτον τὸν νόμον τοὐναντίον τοῖς ἄλλοις πεποίηκας· τοῦτο δὲ δέον σε διομόσασθαι2 ὅρκον τὸν μέγιστον καὶ ἰσχυρότατον, ἐξώλειαν σαυτῷ καὶ γένει καὶ οἰκίᾳ τῇ σῇ ἐπαρώμενον, ἦ μὴν μὴ ἄλλα κατηγορήσειν ἐμοῦ ἢ εἰς αὐτὸν τὸν φόνον, ὡς ἔκτεινα, ἐν ᾧ οὔτʼ ἂν κακὰ πολλὰ εἰργασμένος ἡλισκόμην ἄλλῳ ἢ αὐτῷ τῷ πράγματι, οὔτʼ ἂν πολλὰ ἀγαθὰ εἰργασμένος τούτοις ἂν ἐσωζόμην τοῖς ἀγαθοῖς·
再者,我想诸位全都清楚,所有的法庭都在露天审理谋杀案件,这绝无其他原因,无非是:其一,法官们不至于与双手不洁之人共处一室;其二,谋杀罪的起诉人不必与行凶者共居一顶之下。然而你首先践踏了这项法律,做出了与其他人完全相反的举动;其次,你本应立下最重、最严峻的誓言,以自身、子孙乃至家族的彻底灭亡为咒,发誓除谋杀本身即我确曾杀人之外不对我提出任何其他指控——在这样的誓言之下,我纵使作恶多端,也不会因该事件本身之外的任何罪名而被定罪,纵使行下诸多善举,也无法因这些善举而免罪——
ἃ σὺ παρελθών, αὐτὸς σεαυτῷ νόμους ἐξευρών, ἀνώμοτος μὲν αὐτὸς ἐμοῦ κατηγορεῖς, ἀνώμοτοι δὲ οἱ μάρτυρες καταμαρτυροῦσι, δέον αὐτοὺς τὸν αὐτὸν ὅρκον σοὶ διομοσαμένους καὶ ἁπτομένους τῶν σφαγίων καταμαρτυρεῖν ἐμοῦ. ἔπειτα κελεύεις τοὺς δικαστὰς ἀνωμότοις πιστεύσαντας τοῖς μαρτυροῦσι φόνου δίκην καταγνῶναι, οὓς σὺ αὐτὸς ἀπίστους κατέστησας παρελθὼν τοὺς κειμένους νόμους, καὶ ἡγῇ χρῆναι αὐτοῖς σὴν παρανομίαν κρείσσω γενέσθαι αὐτῶν τῶν νόμων.
你却绕过了这些程序,自行为自己制定法则,自己未经起誓便指控我,证人们也未经起誓便出庭作证,而他们本应与你立下同样的誓言并手触祭牲后才对我作不利指证。随后你竟要求法官们信赖未起誓的证人来判定谋杀罪,而这些证人恰恰是你践踏现行法律而使之变得不可信的,并且你竟认为法官们应当让你的违法凌驾于法律本身之上。
λέγεις δὲ ὡς οὐκ ἂν παρέμεινα εἰ ἐλελύμην, ἀλλʼ ᾠχόμην ἂν ἀπιών, ὡσπερεὶ ἄκοντά με ἀναγκάσας εἰσελθεῖν εἰς τὴν γῆν ταύτην. καίτοι ἐμοὶ εἰ μηδὲν διέφερε στέρεσθαι τῆσδε τῆς πόλεως, ἴσον ἦν μοι καὶ προσκληθέντι μὴ ἐλθεῖν, ἀλλʼ ἐρήμην ὀφλεῖν τὴν δίκην, τοῦτο δʼ ἀπολογησαμένῳ τὴν προτέραν ἐξεῖναι ἐξελθεῖν·3 ἅπασι γὰρ τοῦτο κοινόν ἐστι. σὺ δέ, ὃ τοῖς ἄλλοις Ἕλλησι κοινόν ἐστιν, ἰδίᾳ ζητεῖς με μόνον ἀποστερεῖν, αὐτὸς σαυτῷ νόμον θέμενος.
你还说,如果我当时获释,我绝不会留下来,而是早就逃之夭夭了,仿佛是你违背我的意愿强迫我踏入这片土地的一样。然而,如果失去这座城邦对我毫无影响,那么我在受到传唤时不来出庭、任凭缺席判决,抑或在做完第一场辩护后离境离城,对我而言本是同样可以做到的;因为这是所有人都享有的共同权利。而你对于其他希腊人所共有的这项权利,却自立规矩,企图私自单单对我一人加以剥夺。
καίτοι τούς γε νόμους οἳ κεῖνται περὶ τῶν τοιούτων, πάντας ἂν οἶμαι ὁμολογῆσαι κάλλιστα νόμων ἁπάντων κεῖσθαι καὶ ὁσιώτατα. ὑπάρχει μέν γε αὐτοῖς ἀρχαιοτάτοις εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς ἀεὶ περὶ τῶν αὐτῶν,4 ὅπερ μέγιστόν ἐστι σημεῖον νόμων καλῶς κειμένων· ὁ γὰρ χρόνος καὶ ἡ ἐμπειρία τὰ μὴ καλῶς ἔχοντα ἐκδιδάσκει τοὺς ἀνθρώπους. ὥστε οὐ δεῖ ὑμᾶς ἐκ τῶν τοῦ κατηγόρου λόγων τοὺς νόμους καταμανθάνειν, εἰ καλῶς ὑμῖν κεῖνται ἢ μή, ἀλλʼ ἐκ τῶν νόμων τοὺς τοῦ κατηγόρου λόγους, εἰ ὀρθῶς καὶ νομίμως ὑμᾶς διδάσκουσι τὸ πρᾶγμα ἢ οὔ.
然而,对于针对此类事项设立的法律,我想所有人都承认它们是全人类一切法律中确立得最为完备、最为虔敬的。因为它们首先是这片土地上最古老的法律,其次它们对同一事项始终保持同一标准,而这正是法律完备的最重大标志;因为时间和经验会向人类揭示何者存在欠缺。因此,诸位不应根据告发人的言辞来判定法律对你们而言制定得好与不好,而应根据法律来判定告发人的言辞是否合法合理地向你们说明了事实。
οὕτως οἵ γε νόμοι κάλλιστα κεῖνται οἱ περὶ φόνου, οὓς οὐδεὶς πώποτε ἐτόλμησε κινῆσαι· σὺ δὲ μόνος δὴ τετόλμηκας γενέσθαι νομοθέτης ἐπὶ τὰ πονηρότερα, καὶ ταῦτα παρελθὼν ζητεῖς με ἀδίκως ἀπολέσαι. ἃ δὲ σὺ παρανομεῖς, αὐτὰ ταῦτά μοι μέγιστα μαρτύριά ἐστιν· εὖ γὰρ ᾔδεις ὅτι οὐδεὶς ἂν ἦν σοι ὃς ἐκεῖνον τὸν ὅρκον διομοσάμενος ἐμοῦ κατεμαρτύρησεν.
因此,关于谋杀的法律确立得最为妥当,从来没有人敢于触动它们;唯有你竟敢成为恶法之立法者,借践踏这些法律企图不义地置我于死地。你的这些违法行径本身,恰恰是我最强有力的证据;因为你心知肚明,如果需要立下那样的毒誓,就绝不会有人愿意出面为你作证陷害我了。
- 10τίμησίν μοι ἐποίησαν
在常规谋杀诉讼(dike phonou)中,法定刑罚固定为死刑(agon atimetos),但原告采用了拘捕程序(apagoge),从而将案件变成了可以估定罚则的诉讼(agon timetos)。
- 11δέον σε διομόσασθαι
非人称动词 dei 的中性分词构成的独立对格(accusative absolute),表示本应履行的法律义务(“而你本应当发下严誓……”),与主句中原告的实际违规行为形成对比。
- 13τοῦτο δʼ ἀπολογησαμένῳ τὴν προτέραν ἐξεῖναι ἐξελθεῖν
承接前文 ison en moi 的不定式结构,ten proteran 省略了 rhesin 或 apologian(“作完第一轮辩论”)。在常规谋杀审判中,被告在发表第一次辩护后享有合法流亡国外的权利。
- 14ὑπάρχει μέν γε αὐτοῖς ἀρχαιοτάτοις εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς ἀεὶ περὶ τῶν αὐτῶν
前半句形容词与与格 autois 一致作 archaiotatois einai,后半句承接不定式 einai 时主语转为了对格 tous autous(格的一致产生转换)。
