- 底本
- Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (printing); 1960 (reprint).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:1-9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩护人诉说自己拙于言辩并指控控方程序不当,请求法官宽容且公正地听取申辩,并指出控方将谋杀罪名循重罪犯即决程序起诉是完全违法的。
ἐβουλόμην μέν, ὦ ἄνδρες, τὴν δύναμιν τοῦ λέγειν καὶ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐξ ἴσου μοι καθεστάναι τῇ τε συμφορᾷ καὶ τοῖς κακοῖς τοῖς γεγενημένοις· νῦν δὲ τοῦ μὲν πεπείραμαι πέρᾳ τοῦ προσήκοντος, τοῦ δὲ ἐνδεής εἰμι μᾶλλον τοῦ συμφέροντος.
诸位法官,我原本希望,我的言辞能力和事务经验能够与落在我身上的灾祸与苦难旗鼓相当;但实际上,对后者我经历得已逾越常理,而对前者我的欠缺却甚于有益的程度。
οὗ μὲν γάρ με ἔδει κακοπαθεῖν τῷ σώματι μετὰ τῆς αἰτίας τῆς οὐ προσηκούσης, ἐνταυθοῖ1 οὐδέν με ὠφέλησεν ἡ ἐμπειρία· οὗ δέ με δεῖ σωθῆναι μετὰ τῆς ἀληθείας εἰπόντα τὰ γενόμενα, ἐν τούτῳ με βλάπτει ἡ τοῦ λέγειν ἀδυνασία.
因为在必须为这不应承受的罪名遭受肉体折磨之事上,经验对我毫无裨益;而在必须通过陈述事实真相来拯救自身之事上,拙于言辞却正在损害着我。
πολλοὶ μὲν γὰρ ἤδη τῶν οὐ δυναμένων λέγειν, ἄπιστοι γενόμενοι τοῖς ἀληθέσιν, αὐτοῖς τούτοις ἀπώλοντο, οὐ δυνάμενοι δηλῶσαι αὐτά· πολλοὶ δὲ τῶν λέγειν δυναμένων πιστοὶ γενόμενοι τῷ ψεύδεσθαι, τούτῳ ἐσώθησαν, διότι ἐψεύσαντο. ἀνάγκη οὖν, ὅταν τις ἄπειρος ᾖ τοῦ ἀγωνίζεσθαι, ἐπὶ τοῖς τῶν κατηγόρων λόγοις εἶναι μᾶλλον ἢ ἐπʼ αὐτοῖς τοῖς ἔργοις καὶ τῇ ἀληθείᾳ τῶν πραγμάτων.
事实上,许多不善言辞之人,虽诉说真相,却未获信任,正是因为无法阐明真相而因此毁灭;相反,许多善于言辩之人,靠着谎言博得信任,正是因为说了谎言而得以存活。因此,当一个人对法庭抗辩缺乏经验时,他便不得不听凭指控者的言辞摆布,而非依托于行为本身和事实的真相。
ἐγὼ οὖν, ὦ ἄνδρες, αἰτήσομαι ὑμᾶς, οὐχ ἅπερ οἱ πολλοὶ τῶν ἀγωνιζομένων ἀκροᾶσθαι σφῶν αὐτῶν αἰτοῦνται, σφίσι μὲν αὐτοῖς ἀπιστοῦντες, ὑμῶν δὲ προκατεγνωκότες ἄδικόν τι—εἰκὸς γὰρ ἐν ἀνδράσι γε ἀγαθοῖς καὶ ἄνευ τῆς αἰτήσεως τὴν ἀκρόασιν ὑπάρχειν τοῖς φεύγουσιν, οὗπερ καὶ οἱ διώκοντες ἔτυχον ἄνευ αἰτήσεως·—
诸位法官,因此我向你们提出请求,但这绝非许多诉讼人在请求给予听讯时提出的那种请求——他们既不信任自己,又预先认定你们会有失公正——因为在善良之士面前,即便没有提出请求,被告理当同样享有听讯,正如原告无需请求便已获得听讯一样——我向你们恳求的是:
τάδε δὲ δέομαι ὑμῶν, τοῦτο μὲν ἐάν τι τῇ γλώσσῃ ἁμάρτω, συγγνώμην ἔχειν μοι, καὶ ἡγεῖσθαι ἀπειρίᾳ αὐτὸ μᾶλλον ἢ ἀδικίᾳ ἡμαρτῆσθαι, τοῦτο δὲ ἐάν τι ὀρθῶς εἴπω, ἀληθείᾳ μᾶλλον ἢ δεινότητι εἰρῆσθαι. οὐ γὰρ δίκαιον οὔτʼ ἔργῳ ἁμαρτόντα διὰ ῥήματα σωθῆναι, οὔτʼ ἔργῳ ὀρθῶς πράξαντα διὰ ῥήματα ἀπολέσθαι· τὸ μὲν γὰρ ῥῆμα τῆς γλώσσης ἁμάρτημά ἐστι, τὸ δʼ ἔργον τῆς γνώμης.
其一,如果我在口舌上犯了什么过失,请宽恕我,并认为这是出于缺乏经验而非出于行不义;其二,如果我说了什么合理的话,请认为这是出于真理而非出于辩才。因为一个在行为上犯了过错的人因言辞而得救,或是一个在行为上完全正当的人因言辞而毁灭,都是不公正的;因为言辞不过是舌头的过错,而行为才是意志的产物。
ἀνάγκη δὲ κινδυνεύοντα περὶ αὑτῷ καί πού τι καὶ ἐξαμαρτεῖν. οὐ γὰρ μόνον τῶν λεγομένων ἀνάγκη ἐνθυμεῖσθαι, ἀλλὰ καὶ τῶν ἐσομένων· ἅπαντα γὰρ τὰ ἐν ἀδήλῳ ἔτʼ ὄντα ἐπὶ τῇ τύχῃ μᾶλλον ἀνάκειται ἢ τῇ προνοίᾳ. ταῦτʼ οὖν ἔκπληξιν πολλὴν παρέχειν ἀνάγκη ἐστὶ τῷ κινδυνεύοντι.
再者,一个身处性命之危的人,难免在某处犯下差错。因为他不仅要思考当下所说的,还必须顾及未来的后果;一切尚在未定之中的事,更多取决于命运而非远见。这些无疑会给身处危难之人带来极大的惶恐。
ὁρῶ γὰρ ἔγωγε καὶ τοὺς πάνυ ἐμπείρους τοῦ ἀγωνίζεσθαι πολλῷ χεῖρον ἑαυτῶν λέγοντας, ὅταν ἔν τινι κινδύνῳ ὦσιν· ὅταν δʼ ἄνευ κινδύνων τι διαπράσσωνται, μᾶλλον ὀρθουμένους.
事实上,我亲眼看到,即使是那些极为精通法庭抗辩的人,身处某种险境之时,其发挥也远逊于平时;而在没有危险的环境下处理事务时,则往往更为得心应手。
ἡ μὲν οὖν αἴτησις, ὦ ἄνδρες, καὶ νομίμως καὶ ὁσίως ἔχουσα, καὶ ἐν τῷ ὑμετέρῳ δικαίῳ οὐχ ἧσσον ἢ ἐν τῷ ἐμῷ· περὶ δὲ τῶν κατηγορημένων ἀπολογήσομαι καθʼ ἕκαστον. πρῶτον μὲν οὖν, ὡς παρανομώτατα καὶ βιαιότατα εἰς τόνδε τὸν ἀγῶνα καθέστηκα, τοῦτο ὑμᾶς διδάξω, οὐ τῷ φεύγειν ἂν τὸ πλῆθος τὸ ὑμέτερον,2 ἐπεὶ κἂν ἀνωμότοις ὑμῖν καὶ μὴ κατὰ νόμον μηδένα ἐπιτρέψαιμι περὶ τοῦ σώματος τοῦ ἐμοῦ διαψηφίσασθαι, ἕνεκά γε τοῦ πιστεύειν ἐμοί τε μηδὲν ἐξημαρτῆσθαι εἰς τόδε τὸ πρᾶγμα καὶ ὑμᾶς γνώσεσθαι τὰ δίκαια, ἀλλʼ ἵνα ᾖ τεκμήρια ὑμῖν καὶ τῶν ἄλλων πραγμάτων καὶ τῶν εἰς ἐμὲ ἡ τούτων βιαιότης καὶ παρανομία.
诸位法官,我的这一请求,既合乎法律又合乎虔敬,且完全合乎你们的正义,正如合乎我的正义一样;接下来,我将针对各项指控逐一进行辩护。 首先,我将向你们说明,我是如何以最违法、最暴力的方式被置于这场诉讼之中的。这绝非因为我意图逃避你们这一大众法庭——因为我相信自己在此事上毫无过失,并相信你们会做出公正的判决,即使你们未曾起誓且不受任何法律约束,我也愿将自己的性命托付给你们表决——而是为了让他们的暴行和违法成为你们辨明案情其他部分及他们针对我的行径的证据。
πρῶτον μὲν γὰρ κακοῦργος ἐνδεδειγμένος φόνου δίκην φεύγω,3 ὃ οὐδεὶς πώποτʼ ἔπαθε τῶν ἐν τῇ γῇ ταύτῃ. καὶ ὡς μὲν οὐ κακοῦργός εἰμι οὐδʼ ἔνοχος τῷ τῶν κακούργων νόμῳ, αὐτοὶ οὗτοι τούτου γε μάρτυρες γεγένηνται. περὶ γὰρ τῶν κλεπτῶν καὶ λωποδυτῶν ὁ νόμος κεῖται, ὧν οὐδὲν ἐμοὶ προσὸν ἀπέδειξαν. οὕτως εἴς γε ταύτην τὴν ἀπαγωγὴν νομιμωτάτην καὶ δικαιοτάτην πεποιήκασιν ὑμῖν τὴν ἀποψήφισίν μου.
因为,首先,我作为重罪犯被揭发控告,却要在谋杀罪名下受审,这是此邦之中任何人都未曾遭遇过的。而我并非重罪犯,亦不受重罪犯法律的管辖,正是这帮人自身成了此事的见证人。因为该法律是针对窃贼和劫衣贼设立的,他们却未能证明这些罪名有任何一项与我相关。因此,至少对于这起拘捕诉讼,他们已让你们宣判我无罪成为最为合法且最为正当的决定。
- 2οὗ μὲν γάρ με ἔδει κακοπαθεῖν ... ἐνταυθοῖ
关系副词 οὗ(在……情况/场合中)与指示副词 ἐνταυθοῖ(在彼处/在那种情况下)构成的呼应结构。它与后半句的 οὗ δέ με δεῖ σωθῆναι ... ἐν τούτῳ 构成严谨的对仗,对比了身体受难时的无助与言辩申诉时的能力欠缺。
- 8οὐ τῷ φεύγειν ἂν τὸ πλῆθος τὸ ὑμέτερον
表原因的定冠词与格不定词(τῷ φεύγειν)搭配 ἄν,带有虚拟/潜在的含义(“并非因为我想要逃避你们这一多数法庭”)。它与后面的 ἀλλʼ ἵνα 从句相呼应,构成了“非因……而是为了……”的对比。
- 9κακοῦργος ἐνδεδειγμένος φόνου δίκην φεύγω
完成时被动分词 ἐνδεδειγμένος 表明其遭受了即决起诉/拘捕(ἔνδειξις / ἀπαγωγή)。说话者在此揭露了控方严重的诉讼程序违规:他本是以针对重罪犯(κακοῦργοι,特指盗贼、强盗等)的简易程序被拘捕,却在法庭上被当作谋杀案受审(φόνου δίκην φεύγω)。
