- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg004.humanitext-grc2:8-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出针对他本人的反民主指控早已因多次获判无罪而终结,进而转而揭露阿尔西比亚德斯的劣迹,指责其将同盟国贡赋加倍并在私生活中肆意施行暴虐与违法行径。
ἔστι δὲ περὶ τῆς μισοδημίας καὶ τῆς στασιωτείας βραχύς μοι λόγος καταλελειμμένος. εἰ μὲν γὰρ ἄκριτος ἦν, εἰκότως ἂν τῶν κατηγορούντων ἠκροᾶσθε καὶ ἐμοὶ ἀναγκαῖον ἦν ἀπολογεῖσθαι περὶ τούτων· ἐπειδὴ δὲ τετράκις ἀγωνιζόμενος ἀπέφυγον, οὐκέτι δίκαιον ἡγοῦμαι λόγον οὐδένα περὶ τούτου γίγνεσθαι. πρὶν μὲν γὰρ κριθῆναι οὐ ῥᾴδιον εἰδέναι τὰς αἰτίας, οὔτʼ εἰ ψευδεῖς εἰσιν οὔτʼ εἰ ἀληθεῖς· ἀποφυγόντος δὲ ἢ καταγνωσθέντος1 τέλος ἔχει καὶ διώρισται τούτων ὁπότερόν ἐστιν.
至于仇视民主与结党营私的嫌疑,我只需作简短的申辩。因为如果我未曾受过审判,你们顺理成章会听取控告者之言,我也必须就此进行申辩;然而既然我四次受审并被判无罪,我认为再就此事进行任何议论便不再正当。因为在受到审判之前,人们很难知道这些指控究竟是虚假还是真实;但一旦被判无罪或被定罪,事情便有了定论,并已判明是二者之中的哪一种。
ὥστε δεινὸν νομίζω τοὺς μὲν ἁλόντας μιᾷ ψήφῳ μόνον ἀποθνῄσκειν, καὶ τὰ χρήματα δημεύεσθαι αὐτῶν, τοὺς δὲ νικήσαντας πάλιν τὰς αὐτὰς κατηγορίας ὑπομένειν, καὶ τοὺς δικαστὰς ἀπολέσαι μὲν κυρίους εἶναι, σῷσαι δʼ ἀκύρους καὶ ἀτελεῖς φαίνεσθαι, ἄλλως τε καὶ τῶν νόμων ἀπαγορευόντων δὶς περὶ τῶν αὐτῶν πρὸς τὸν αὐτὸν μὴ ἐξεῖναι2 δικάζεσθαι, καὶ ὑμῶν ὀμωμοκότων χρῆσθαι τοῖς νόμοις.
因此我认为极其不公的是:被定罪者仅凭一次表决就受死,其财产被没收,而胜诉者却要再次承受同样的指控,并且审判官拥有毁灭人的权威,却在拯救人方面显得无权且裁决落空——更何况法律禁止就同一事项对同一人提起两次诉讼,而你们又已起誓遵从法律。
ὧν ἕνεκα περὶ ἐμαυτοῦ παραλιπὼν Ἀλκιβιάδου τὸν βίον ἀναμνῆσαι βούλομαι. καίτοι ἀπορῶ γε διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων πόθεν ἄρξωμαι, ἐμποδὼν ἁπάντων ὄντων. περὶ μὲν οὖν μοιχείας καὶ γυναικῶν ἀλλοτρίων ἁρπαγῆς καὶ τῆς ἄλλης βιαιότητος καὶ παρανομίας καθʼ ἕκαστον εἰ δεήσειε λέγειν, οὐκ ἂν ἐξαρκέσειεν ὁ παρὼν χρόνος, ἅμα δὲ καὶ πολλοῖς ἀπεχθοίμην τῶν πολιτῶν, φανερὰς τὰς συμφορὰς ποιῶν αὐτῶν. ἃ δὲ περὶ τὴν πόλιν εἴργασται καὶ τοὺς προσήκοντας καὶ τῶν ἄλλων ἀστῶν καὶ ξένων τοὺς ἐντυγχάνοντας, ἀποδείξω.
因此,我将把关于我自己的事情搁置一旁,而希望让你们回想阿尔西比亚德斯的生平。然而,由于他的过错数不胜数,全都横亘于眼前,我甚至为不知从何说起而感到为难。如果必须逐一讲述他的通奸、强夺他人妻子,以及其他暴力和违法行径,当下的时间绝不够用;同时,因将公民们的种种不幸公之于众,我也定会招致许多公民的怨恨。但他针对城邦、针对亲属,以及针对与之交往的其他公民和外邦人所犯下的勾当,我将予以揭露。
πρῶτον μὲν οὖν πείσας ὑμᾶς τὸν φόρον ταῖς πόλεσιν ἐξ ἀρχῆς τάξαι τὸν ὑπʼ Ἀριστείδου πάντων δικαιότατα τεταγμένον, αἱρεθεὶς ἐπὶ τούτῳ δέκατος αὐτὸς3 μάλιστα διπλάσιον αὐτὸν ἑκάστοις τῶν συμμάχων ἐποίησεν, ἐπιδείξας δʼ αὑτὸν φοβερὸν καὶ μέγα δυνάμενον ἰδίας ἀπὸ τῶν κοινῶν προσόδους κατεσκευάσατο. σκέψασθε δὲ πῶς ἄν τις κακὰ μείζω τούτων κατασκευάσειεν, εἰ τῆς σωτηρίας ἡμῖν πάσης διὰ τῶν συμμάχων οὔσης, ὁμολογουμένως νῦν κάκιον ἢ πρότερον πραττόντων, τὸν φόρον ἑκάστοις διπλασιάσειεν.
首先,他劝说你们重新自始评定各城邦的贡赋——这贡赋原本是由阿里斯提德斯以最公正的方式评定的——而他自己作为十人委员会成员之一被选任此事,便使每个盟邦的贡赋几乎翻了一倍;并且他显露出自己令人畏惧且权势赫赫,从公款中为自己谋取了私利。请想一想,当我们的全盘安危都维系于盟邦,而他们的境况又公认比以往更糟之时,若有人将每个盟邦的贡赋增加一倍,还有谁能制造出比这更大的祸害呢?
ὥστʼ εἴπερ ἡγεῖσθε πολίτην ἀγαθὸν Ἀριστείδην καὶ δίκαιον γεγονέναι, τοῦτον προσήκει κάκιστον νομίζειν, ὡς τἀναντία περὶ τῶν πόλεων ἐκείνῳ γιγνώσκοντα. τοιγάρτοι διὰ ταῦτα πολλοὶ τὴν πατρίδα τὴν αὑτῶν ἀπολιπόντες φυγάδες γίγνονται καὶ εἰς Θουρίους οἰκήσοντες ἀπέρχονται. δηλώσει δὲ ἡ τῶν συμμάχων ἔχθρα, ὅταν πρῶτον ἡμῖν καὶ Λακεδαιμονίοις γένηται ναυτικὸς πόλεμος. ἐγὼ δὲ νομίζω τὸν τοιοῦτον πονηρὸν εἶναι προστάτην, ὅστις τοῦ παρόντος χρόνου ἐπιμελεῖται, ἀλλὰ μὴ καὶ τοῦ μέλλοντος προνοεῖται, καὶ τὰ ἥδιστα τῷ πλήθει, παραλιπὼν τὰ βέλτιστα, συμβουλεύει.
因此,如果你们认为阿里斯提德斯曾是一位善良而公正的公民,就理当认为此人最为恶劣,因为他在对待诸城邦的问题上持有与前者完全相反的主张。正因如此,许多人离弃了自己的祖国沦为流亡者,前往图里伊定居。而一旦我们与拉刻代蒙人之间爆发海战,盟邦的敌意便将表露无遗。而在我看来,凡是只顾眼前而不顾及未来、弃最良善之策不顾而专向大众进献最悦耳之言的人,便是一个恶劣的领袖。
θαυμάζω δὲ τῶν πεπεισμένων Ἀλκιβιάδην δημοκρατίας ἐπιθυμεῖν, τοιαύτης πολιτείας ἣ μάλιστα κοινότητα δοκεῖ ᾑρῆσθαι, οἳ οὐδʼ ἀπὸ τῶν ἰδίων αὐτὸν θεῶνται, ὁρῶντες τὴν πλεονεξίαν καὶ τὴν ὑπερηφανίαν, ὃς τὴν Καλλίου γήμας ἀδελφὴν ἐπὶ δέκα ταλάντοις, τελευτήσαντος Ἱππονίκου στρατηγοῦντος ἐπὶ Δηλίῳ ἕτερα τοσαῦτα προσεπράξατο, λέγων ὡς ὡμολόγησεν ἐκεῖνος, ὁπότε παῖς αὐτῷ ἐκ τῆς θυγατρὸς γένοιτο, προσθήσειν ταῦτα.
令我惊奇的是,竟然有人相信阿尔西比亚德斯渴望民主——这种政体被认为最崇尚平等——这些人甚至不从他的私生活来观察他,尽管他们目睹了他的贪婪与傲慢:他以十塔兰同的嫁妆娶了卡利阿斯的妹妹,在希波尼库斯以将军身份战死于德利翁之后,又索要了同样数额的钱财,声称对方曾答应过,一旦他和其女有了孩子,就追加这笔钱。
λαβὼν δὲ τοσαύτην προῖκα ὅσην οὐδεὶς τῶν Ἑλλήνων, οὕτως ὑβριστὴς ἦν, ἐπεισάγων εἰς τὴν αὐτὴν οἰκίαν ἑταίρας, καὶ δούλας καὶ ἐλευθέρας, ὥστʼ ἠνάγκασε τὴν γυναῖκα σωφρονεστάτην οὖσαν ἀπολιπεῖν, ἐλθοῦσαν πρὸς τὸν ἄρχοντα κατὰ τὸν νόμον. οὗ δὴ μάλιστα τὴν αὑτοῦ δύναμιν ἐπεδείξατο· παρακαλέσας γὰρ τοὺς ἑταίρους, ἁρπάσας ἐκ τῆς ἀγορᾶς τὴν γυναῖκα ᾤχετο βίᾳ, καὶ πᾶσιν ἐδήλωσε καὶ τῶν ἀρχόντων καὶ τῶν νόμων καὶ τῶν ἄλλων πολιτῶν καταφρονῶν. οὐ τοίνυν ταῦτα μόνον ἐξήρκεσεν, ἀλλὰ καὶ λαθραῖον θάνατον ἐπεβούλευσε Καλλίᾳ,
尽管得到了全希腊无人曾获得过的巨额嫁妆,他却如此放肆专横——将娼妓(无论奴隶还是自由妇人)带进同一所住宅——以致逼得极其贞洁的妻子不得不依法前往执政官处提出离异。正是在此时,他最淋漓尽致地展示了自己的权势:他召集党羽,从广场上强行将妻子掳走,向所有人公然表明他蔑视长官、蔑视法律,也蔑视其他公民。不仅如此,他甚至还暗中图谋害死卡利阿斯,
- 8ἀποφυγόντος δὲ ἢ καταγνωσθέντος
省略了不特定主语(τινός)的属格独立结构,意为“当(某人)被判无罪或被定罪之后”。
- 9ἀπαγορευόντων ... μὴ ἐξεῖναι
禁止类动词(ἀπαγορεύω)后接不定式时带有的冗余否定词 μή。此处并非双重否定表肯定,而是文法上的赘余否定,用于强化禁止的含义。
- 11δέκατος αὐτὸς
序数词与 αὐτός 连用的惯用表达,意为“包括其本人共十人”(即与九名同僚一起),而非“第十次”或“排在第十位”。
