← 安多基德斯

驳阿尔西比亚德斯

§15-20

谋害卡利阿斯与监禁阿加塔尔库斯

演说者谴责阿尔西比亚德斯企图谋杀内兄卡利阿斯以侵吞其家产,并不顾法纪将画家阿加塔尔库斯软禁于家中强制作画。他还列举了阿尔西比亚德斯在公庭众目之下殴打竞争编舞者陶瑞阿斯的暴行,揭露其蔑视法律与政体的专横跋扈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

ἵνα τὸν οἶκον τὸν Ἱππονίκου κατάσχοι,1 ὡς ἐναντίον πάντων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ κατηγόρει· καὶ τὰ χρήματα τῷ δήμῳ ἔδωκεν, εἴ πως τελευτήσειεν ἄπαις, φοβούμενος μὴ διὰ τὴν οὐσίαν ἀπόλοιτο. ἀλλὰ μὴν οὐδʼ ἔρημος οὐδʼ εὐαδίκητός ἐστιν, ἐπεὶ διὰ τὸν πλοῦτον ἔχει πολλοὺς τοὺς βοηθήσοντας. καίτοι ὅστις ὑβρίζει γυναῖκα τὴν ἑαυτοῦ καὶ τῷ κηδεστῇ θάνατον ἐπιβουλεύει, τί χρὴ προσδοκᾶν τοῦτον περὶ τοὺς ἐντυχόντας τῶν πολιτῶν διαπράττεσθαι; πάντες γὰρ ἄνθρωποι τοὺς οἰκείους τῶν ἀλλοτρίων ποιοῦνται περὶ πλείονος.

这是为了夺取希波尼库斯的家产,正如卡利阿斯在公民大会上面对你们大家所控告的那样;而卡利阿斯因害怕由于自己的财产而被害,便把财产赠予民众,以防自己无嗣而死。然而,卡利阿斯既非孤立无援,也非易受侵害者,因为凭借财富,他拥有许多愿意相助的人。然而,一个侮辱自己的妻子、图谋杀害内兄的人,我们还能指望他会对偶遇的普通公民做出什么呢?因为所有人对待亲属总是比对待外人更为看重。

§16

ὃ δὲ πάντων δεινότατόν ἐστι, τοιοῦτος ὢν ὡς εὔνους τῷ δήμῳ τοὺς λόγους ποιεῖται, καὶ τοὺς ἄλλους ὀλιγαρχικοὺς καὶ μισοδήμους ἀποκαλεῖ. καὶ ὃν ἔδει τεθνάναι διὰ τὰ ἐπιτηδεύματα, κατήγορος τῶν διαβεβλημένων ὑφʼ ὑμῶν αἱρεῖται, καί φησι φύλαξ εἶναι τῆς πολιτείας, οὐδενὶ τῶν ἄλλων Ἀθηναίων οὔτʼ ὅσον ὀλίγῳ πλέον ἀξιῶν ἔχειν·2 ἀλλʼ οὕτω σφόδρα καταπεφρόνηκεν ὥστε διατετέλεκεν ἁθρόους μὲν ὑμᾶς κολακεύων, ἕνα δʼ ἕκαστον προπηλακίζων.

然而最骇人听闻的是,他虽然是这样一个人,却装作对民众忠心耿耿的样子发表言论,并将其他人斥为寡头派和仇视民主者。因其行径本该被处死的人,却被你们选为受怀疑之人的控告者,并自称是城邦政体的保卫者,认为其他雅典人没有一个配与他平起平坐,哪怕仅是微弱的对等也不行。相反,他极度蔑视你们,以至于他一贯在集体面前奉承你们,却肆意侮辱你们每一个人。

§17

ὃς εἰς τοσοῦτον ἐλήλυθε τόλμης, ὥστε πείσας Ἀγάθαρχον τὸν γραφέα συνεισελθεῖν τὴν οἰκίαν ἐπηνάγκασε γράφειν, δεομένου δὲ καὶ προφάσεις ἀληθεῖς λέγοντος, ὡς οὐκ ἂν δύναιτο ταῦτα πράττειν ἤδη διὰ τὸ συγγραφὰς ἔχειν παρʼ ἑτέρων, προεῖπεν αὐτῷ δήσειν, εἰ μὴ πάνυ ταχέως γράφοι. ὅπερ ἐποίησε· καὶ οὐ πρότερον ἀπηλλάγη, πρὶν ἀποδρὰς ᾤχετο τετάρτῳ μηνί, τοὺς φύλακας λαθών, ὥσπερ παρὰ βασιλέως. οὕτω δʼ ἀναίσχυντός ἐστιν, ὥστε προσελθὼν ἐνεκάλει αὐτῷ ὡς ἀδικούμενος, καὶ οὐχ ὧν ἐβιάσατο μετέμελεν αὐτῷ, ἀλλʼ ὅτι κατέλιπε τὸ ἔργον ἠπείλει, καὶ οὔτε τῆς δημοκρατίας οὔτε τῆς ἐλευθερίας οὐδὲν ἦν ὄφελος· οὐδὲν γὰρ ἧττον ἐδεδέκει τῶν ὁμολογουμένων δούλων.

他竟然狂妄到这种地步:他劝说画家阿加塔尔库斯一同进入他的宅邸,然后强迫他作画;尽管阿加塔尔库斯恳求并提出了真实的理由,说明自己因与其他人的契约而无法立即从事这项工作,他却警告说,若不尽快作画,就将其监禁起来。他确实这样做了;阿加塔尔库斯直到第四个月避开守卫潜逃,才得以脱身,就像从波斯大王那里逃出来一样。而他是如此厚颜无耻,竟然找上门去指责阿加塔尔库斯,仿佛受害的是他自己;他不仅不对自己的强暴行为感到懊悔,反而因对方留下未完之工而加以威胁;此时无论是民主还是自由都毫无用处,因为阿加塔尔库斯被囚禁的程度丝毫不亚于公认的奴隶。

§18

ἀγανακτῶ δʼ ἐνθυμούμενος ὑμῖν μὲν οὐδὲ τοὺς κακούργους ἀσφαλὲς εἰς τὸ δεσμωτήριον ὂν ἀπάγειν, διὰ τὸ χιλίας δραχμὰς τετάχθαι ἀποτεῖσαι ὃς ἂν τὸ πέμπτον μέρος μὴ μεταλάβῃ τῶν ψήφων· ὁ δὲ τοσοῦτον χρόνον εἵρξας καὶ ἐπαναγκάζων γράφειν οὐδὲν κακὸν πέπονθεν, ἀλλὰ διὰ ταῦτα σεμνότερος δοκεῖ καὶ φοβερώτερος εἶναι. καὶ πρὸς μὲν τὰς ἄλλας πόλεις ἐν τοῖς συμβόλοις συντιθέμεθα μὴ ἐξεῖναι μήθʼ εἷρξαι μήτε δῆσαι τὸν ἐλεύθερον· ἐὰν δέ τις παραβῇ, μεγάλην ζημίαν ἐπὶ τούτοις, ἔθεμεν· τούτου δὲ τοιαῦτα πράξαντος οὐδεμίαν οὐδεὶς οὔτʼ ἰδίαν οὔτε δημοσίαν τιμωρίαν ποιεῖται.

想到你们甚至连将罪犯押送至监狱都不安全——因为规定凡未能获得五分之一选票者必须缴纳一千德拉克马的罚款——我便感到无比义愤;而他将人禁锢如此长的时间并强迫其作画,却未遭受任何惩罚,反而因这些事被认为更加尊严显赫且令人敬畏。此外,在与其他城邦的条约中,我们约定不得拘禁或捆绑自由人;若有人违犯,我们设定了严厉的惩罚;然而当此人犯下这等罪行时,却没有一个人在私下或公堂上对他处以任何惩罚。

§19

νομίζω δὲ ταύτην εἶναι σωτηρίαν ἅπασι, πείθεσθαι τοῖς ἄρχουσι καὶ τοῖς νόμοις· ὅστις δὲ ὑπερορᾷ ταῦτα, τὴν μεγίστην φυλακὴν ἀνῄρηκε τῆς πόλεως. δεινὸν μὲν οὖν ἐστι καὶ ὑπὸ τῶν ἀγνοούντων τὰ δίκαια πάσχειν κακῶς, πολὺ δὲ χαλεπώτερον, ὅταν τις ἐπιστάμενος τὰ διαφέροντα παραβαίνειν τολμᾷ· φανερῶς γὰρ ἐνδείκνυται, ὥσπερ οὗτος, οὐκ αὐτὸς τοῖς νόμοις τοῖς τῆς πόλεως, ἀλλʼ ὑμᾶς τοῖς αὑτοῦ τρόποις ἀκολουθεῖν ἀξιῶν.

我认为,服从长官和法律乃是所有人的保全之道;凡藐视这些的人,便是摧毁了城邦最伟大的防线。在不知晓正义的人手中遭受不公固然可怕,但当有人明知是非曲直却胆敢违犯时,情况则要恶劣得多;因为他公然表明,正如这人所做的那样,他认为不是他自己应当服从城邦的法律,而是你们应当顺从他的作风。

§20

ἐνθυμήθητε δὲ Ταυρέαν, ὃς ἀντιχορηγὸς ἦν Ἀλκιβιάδῃ παισί. κελεύοντος δὲ τοῦ νόμου τῶν χορευτῶν ἐξάγειν ὃν ἄν τις βούληται ξένον ἀγωνιζόμενον, οὐκ ἐξὸν ἐπιχειρήσαντα κωλύειν,3 ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων Ἑλλήνων τῶν θεωρούντων καὶ τῶν ἀρχόντων ἁπάντων παρόντων τῶν ἐν τῇ πόλει τύπτων ἐξήλασεν αὐτόν, καὶ τῶν θεατῶν συμφιλονικούντων ἐκείνῳ καὶ μισούντων τοῦτον, ὥστε τῶν χορῶν τὸν μὲν ἐπαινούντων, τοῦ δʼ ἀκροάσασθαι οὐκ ἐθελόντων, οὐδὲν πλέον ἔπραξεν·4

你们还要想想陶瑞阿斯,他在少年合唱队比赛中是阿尔西比亚德斯的竞争编舞赞助人。法律规定,任何人都可以从合唱队中将参赛的异邦人驱逐出去,且不得阻拦执行此事的人;然而在你们和旁观的其他希腊人面前,在城邦的所有长官都在场的情况下,阿尔西比亚德斯动手殴打并将他赶了出去;尽管观众们都偏向陶瑞阿斯而憎恶阿尔西比亚德斯,以致对前者的合唱队报以赞赏,却不愿聆听后者的合唱队,陶瑞阿斯却未因此得到任何挽回。

语法注4 条
  1. 15ἵνα τὸν οἶκον τὸν Ἱππονίκου κατάσχοι

    紧接前一段落末尾“甚至还暗中图谋害死卡利阿斯(ἐπεβούλευσε)”的目的从句。连词 ἵνα 后接希求式 κατάσχοι,与主句的历史时态相呼应。紧随其后的 ὡς ἐναντίον πάντων ὑμῶν... κατηγόρει 的主语是遭到谋害图谋的卡利阿斯,而非阿尔西比亚德斯。

  2. 16οὐδενὶ τῶν ἄλλων Ἀθηναίων οὔτʼ ὅσον ὀλίγῳ πλέον ἀξιῶν ἔχειν

    结构理解的关键处。分词 ἀξιῶν(认为……配得上/要求)统领不定词 ἔχειν,与与格 οὐδενὶ 连用,表达阿尔西比亚德斯“认为其他任何雅典人都不配拥有与他同等、甚至略多一点的分量/权力”。短语 οὔτʼ ὅσον ὀλίγῳ πλέον 表示程度(“哪怕多一点点都不行”),生动刻画其独断独尊的心态。

  3. 20κελεύοντος δὲ τοῦ νόμου τῶν χορευτῶν ἐξάγειν ὃν ἄν τις βούληται ξένον ἀγωνιζόμενον, οὐκ ἐξὸν ἐπιχειρήσαντα κωλύειν

    复合分词结构的典型范例。前半句 κελεύοντος τοῦ νόμου 是属格独立结构,后接不定式 ἐξάγειν,其宾语为关系从句 ὃν ἄν τις βούληται ξένον ἀγωνιζόμενον(“任何参与竞演的异邦人”)。后半句 οὐκ ἐξὸν... 则是由非人称动词 ἔξεστι 构成的绝对宾格(accusative absolute),表示让步条件(“尽管阻拦尝试执行此事者是不被允许的”)。

  4. 20οὐδὲν πλέον ἔπραξεν

    主语的判定及习语用法。从文意和句子主干来看,主语是本段句首引出的陶瑞阿斯(Ταυρέαν)。成语 οὐδὲν πλέον πράττειν 意为“没有获得任何好处/未能扭转局势”;尽管观众全力支持陶瑞阿斯的合唱队并厌弃阿尔西比亚德斯,但在后者的强权和暴力下,陶瑞阿斯依然没能取得任何实际成果或公道。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg004.humanitext-grc2:15-20