- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg004.humanitext-grc2:1-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐述了投身政务的危险及自身处境,指出自己与阿尔西比亚德斯、尼客阿斯一同面临陶片放逐,批判陶片放逐法违背誓词、助长党争且畸轻畸重,并请求听众公正审断。
οὐκ ἐν τῷ παρόντι μόνον γιγνώσκω τῶν πολιτικῶν πραγμάτων ὡς σφαλερόν ἐστιν ἅπτεσθαι,1 ἀλλὰ καὶ πρότερον χαλεπὸν ἡγούμην, πρὶν τῶν κοινῶν ἐπιμελεῖσθαί τινος. πολίτου δὲ ἀγαθοῦ νομίζω προκινδυνεύειν ἐθέλειν τοῦ πλήθους,2 καὶ μὴ καταδείσαντα τὰς ἔχθρας τὰς ἰδίας ὑπὲρ τῶν δημοσίων ἔχειν ἡσυχίαν· διὰ μὲν γὰρ τοὺς τῶν ἰδίων ἐπιμελουμένους οὐδὲν αἱ πόλεις μείζους καθίστανται, διὰ δὲ τοὺς τῶν κοινῶν μεγάλαι καὶ ἐλεύθεραι γίγνονται.
我并非直到此刻才认识到参与政务是多么危险,而是在此前,在负责任何公共事务之前,我就认为这是一件难事。但我认为,一个优秀的公民应当愿意为大众挺身冒险,而不应因惧怕私人的敌怨便在涉及公共利益之事上保持沉默。因为城邦绝不会因那些只顾私事的人而变得更伟大,唯有通过那些致力于公共事务的人,城邦才会变得强大而自由。
ὧν εἷς ἐγὼ βουληθεὶς ἐξετάζεσθαι μεγίστοις περιπέπτωκα κινδύνοις, προθύμων μὲν καὶ ἀγαθῶν ἀνδρῶν ὑμῶν τυγχάνων, διʼ ὅπερ σῴζομαι, πλείστοις δὲ καὶ δεινοτάτοις ἐχθροῖς χρώμενος, ὑφʼ ὧν διαβάλλομαι. ὁ μὲν οὖν ἀγὼν ὁ παρὼν οὐ στεφανηφόρος, ἀλλʼ εἰ χρὴ μηδὲν ἀδικήσαντα τὴν πόλιν δέκα ἔτη φεύγειν·3 οἱ δʼ ἀνταγωνιζόμενοι περὶ τῶν ἄθλων τούτων ἐσμὲν ἐγὼ καὶ Ἀλκιβιάδης καὶ Νικίας, ὧν ἀναγκαῖον ἕνα τῇ συμφορᾷ περιπεσεῖν.
我因希望被列入后一类人而陷入了极大的险境。固然,我承蒙你们这些热忱而良善之人,因而得以保全;但我也有为数最多、最可怕的仇敌,正受着他们的中伤。当下的这场竞争并非为了争夺冠冕,而在于一个未曾对城邦犯下过错的人是否必须流亡十年。为这等“奖赏”而相互角逐的正是阿尔西比亚德斯、尼客阿斯和我,我们之中注定有一人要遭遇这不幸。
ἄξιον δὲ μέμψασθαι τὸν θέντα τὸν νόμον, ὃς ἐναντία τῷ ὅρκῳ τοῦ δήμου καὶ τῆς βουλῆς ἐνομοθέτησεν· ἐκεῖ μὲν γὰρ ὄμνυτε μηδένα μήτε ἐξελᾶν μήτε δήσειν μήτε ἀποκτενεῖν ἄκριτον, ἐν δὲ τῷδε τῷ καιρῷ οὔτε κατηγορίας γενομένης οὔτε ἀπολογίας ἀποδοθείσης διαψηφισαμένων κρύβδην4 τὸν ὀστρακισθέντα τοσοῦτον χρόνον δεῖ στερηθῆναι τῆς πόλεως.
制定这项法律的人理应受到谴责,他的立法与民众和议事会的誓言背道而驰。因为在誓言中你们起誓绝不在未经审判的情况下将任何人流放、监禁或处死,可在此刻,既无指控提出,也未给予申辩的机会,在暗中投票之后,被陶片流放的人就必须在如此漫长的时间内被剥夺城邦。
εἶτα ἐν τοῖς τοιούτοις οἱ τοὺς ἑταίρους καὶ συνωμότας κεκτημένοι πλέον φέρονται τῶν ἄλλων· οὐ γὰρ ὥσπερ ἐν τοῖς δικαστηρίοις οἱ λαχόντες κρίνουσιν, ἀλλὰ τούτου τοῦ πράγματος ἅπασιν Ἀθηναίοις μέτεστι. πρὸς δὲ τούτοις τῷ μὲν ἐλλείπειν τῷ δʼ ὑπερβάλλειν ὁ νόμος μοι δοκεῖ· τῶν μὲν γὰρ ἰδίων ἀδικημάτων μεγάλην τιμωρίαν ταύτην νομίζω, τῶν δὲ δημοσίων μικρὰν καὶ οὐδενὸς ἀξίαν ἡγοῦμαι ζημίαν, ἐξὸν κολάζειν χρήμασι καὶ δεσμῷ καὶ θανάτῳ.
此外,在这种情形下,那些拥有党羽和密谋者的人比起其他人占有更大的优势;因为这并不像法庭那样由抽签选出的人进行裁决,而是全体雅典人都有份参与此事。除此以外,在我看来,这项法律在某方面有所欠缺,在另一方面又显过当:对于个人的过错,我认为这是巨大的惩罚;但对于公共的罪行,既然本可以用罚款、监禁和死刑加以惩处,这惩罚在我看来却是微不足道且毫无价值的。
ἔτι δʼ εἴ τις διὰ τοῦτο μεθίσταται ὅτι πονηρὸς πολίτης ἐστίν, οὗτος οὐδʼ ἀπελθὼν ἐνθένδε παύσεται, ἀλλʼ ὅπου ἂν οἰκῇ, ταύτην τὴν πόλιν διαφθερεῖ, καὶ τῇδε οὐδὲν ἧττον ἐπιβουλεύσει, ἀλλὰ καὶ μᾶλλον καὶ δικαιότερον ἢ πρὶν ἐκβληθῆναι. οἶμαι δὲ καὶ τοὺς φίλους ὑμῶν ἐν ταύτῃ μάλιστα τῇ ἡμέρᾳ λυπεῖσθαι καὶ τοὺς ἐχθροὺς ἥδεσθαι, συνειδότας ὡς ἂν ἀγνοήσαντες ἐξελάσητε τὸν βέλτιστον, δέκα ἐτῶν ἡ πόλις οὐδὲν ἀγαθὸν ὑπὸ τούτου τοῦ ἀνδρὸς πείσεται.5
再者,如果某人是因为身为恶劣公民而被迁徙驱逐,那么他离开此地后也不会收敛;相反,无论他住在何处,都会败坏那一座城邦,并且对这里图谋不轨的程度绝不会有丝毫减少,甚至会比被驱逐之前更有甚之、更出师有名。我想,在今天这一天,你们的朋友尤其悲伤,而你们的敌人则欣喜若狂,因为他们明白,如果你们因不明真相而驱逐了最优秀的人,在十年的时间里,城邦将无法从那个人那里蒙受任何福祉。
ῥᾴδιον δὲ καὶ ἐντεῦθεν γνῶναι τὸν νόμον πονηρὸν ὄντα· μόνοι γὰρ αὐτῷ τῶν Ἑλλήνων χρώμεθα, καὶ οὐδεμία τῶν ἄλλων πόλεων ἐθέλει μιμήσασθαι. καίτοι ταῦτα διέγνωσται ἄριστα τῶν δογμάτων, ἃ καὶ τοῖς πολλοῖς καὶ τοῖς ὀλίγοις ἁρμόττοντα μάλιστα τυγχάνει καὶ πλείστους ἐπιθυμητὰς ἔχει.
要从以下这点看出这项法律的不良也很容易:在希腊人中唯有我们使用它,其余城邦无一愿意效仿。然而,那些既最适合多数人又最适合少数人、且拥有最多赞赏者的决议,才被公认为法令中的至善者。
περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ μακρότερα λέγειν· πάντως γὰρ οὐδὲν ἂν πλεῖον εἰς τὸ παρὸν ποιήσαιμεν· δέομαι δʼ ὑμῶν τῶν λόγων ἴσους καὶ κοινοὺς ἡμῖν ἐπιστάτας γενέσθαι, καὶ πάντας ἄρχοντας περὶ τούτων καταστῆναι, καὶ μήτε τοῖς λοιδορουμένοις μήτε τοῖς ὑπὲρ καιρὸν χαριζομένοις ἐπιτρέπειν, ἀλλὰ τῷ μὲν θέλοντι λέγειν καὶ ἀκούειν εὐμενεῖς εἶναι, τῷ δὲ ἀσελγαίνοντι καὶ θορυβοῦντι χαλεπούς. ἀκούσαντες γὰρ ἕκαστον τῶν ὑπαρχόντων ἄμεινον βουλεύσεσθε περὶ ἡμῶν.
关于这些事情,我不知还有何必要多言;因为无论如何,就眼前而言我们已无法做出更多改变。我请求你们成为我们辩论的公正无私的监督者,所有人都成为此事的裁判者,既不听任那些肆意辱骂者,也不放纵那些不合时宜地阿谀讨好者,而是对愿意陈述与倾听者怀以善意,对行为傲慢且聚众喧闹者施以严厉。因为只有在听取了每一项现有事实之后,你们才能就我们做出更妥善的决断。
- 1τῶν πολιτικῶν πραγμάτων ὡς σφαλερόν ἐστιν ἅπτεσθαι
此处采用了先取结构(prolepsis),从属句(ὡς 引导的宾语从句)中不定词 ἅπτεσθαι 所支配的名词短语 τῶν πολιτικῶν πραγμάτων 被提前至 ὡς 之前。由于 ἅπτεσθαι 支配属格,该短语呈属格形式。
- 1πολίτου δὲ ἀγαθοῦ νομίζω προκινδυνεύειν ἐθέλειν τοῦ πλήθους
πολίτου ἀγαθοῦ 为特征/属性属格(predicate genitive of characteristic),意为“属于/是良善公民的本分”。在 νομίζω 所引出的不定词结构中,系动词 εἶναι 被省略,不定词短语 προκινδυνεύειν ἐθέλειν 用作主语;τοῦ πλήθους 则由复合动词中的前缀 προ-(表示“为了……而挺身在前”)所支配。
- 2ἀλλʼ εἰ χρὴ μηδὲν ἀδικήσαντα τὴν πόλιν δέκα ἔτη φεύγειν
承接前句的 οὐ στεφανηφόρος,此处省略了 ἀγών ἐστιν。εἰ 引导间接疑问从句,意为“(比赛的实质在于)是否……”。分词 μηδὲν ἀδικήσαντα 采用宾格,作为受 χρή 支配的不定词 φεύγειν 的泛指逻辑主语。
- 3διαψηφισαμένων κρύβδην
与前面的 οὔτε κατηγορίας γενομένης οὔτε ἀπολογίας ἀποδοθείσης 并列的属格独立结构,但未明确写出名词主语;上下文隐含了表投票公民的逻辑主语(如 Ἀθηναίων)。
- 5οὐδὲν ἀγαθὸν ὑπὸ τούτου τοῦ ἀνδρὸς πείσεται
πείσεται 为动词 πάσχω(经历、承受)的将来时,而非 πείθω。在古希腊语惯用法中,πάσχω ἀγαθόν τι ὑπό τινος 意为“从某人那里承受/蒙受善事(获得恩惠)”,作为 εὖ ποιεῖν(恩待某人)的被动等价表达。
