- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg004.humanitext-grc2:28-34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指控阿尔西比亚德斯强索盟邦物资并私占祭礼器具以羞辱雅典,并引证昔日名人的先例及其家族累遭流放的宿命,主张他理当被陶片流放。
τοσοῦτον δὲ διαφέρει Λακεδαιμονίων, ὥστʼ ἐκεῖνοι μὲν καὶ ὑπὸ τῶν συμμάχων ἀνταγωνιζομένων ἀνέχονται ἡττώμενοι, οὗτος δὲ οὐδʼ ὑπὸ τῶν πολιτῶν, ἀλλὰ φανερῶς εἴρηκεν οὐκ ἐπιτρέψειν τοῖς ἀντεπιθυμοῦσί τινος. εἶτʼ ἐκ τῶν τοιούτων ἀναγκαῖον τὰς πόλεις τῶν ἡμετέρων πολεμίων ἐπιθυμεῖν, ἡμᾶς δὲ μισεῖν.
他与拉刻代蒙人的差异也是如此之大:那些人在盟友与他们争胜时,尚能容忍受挫落败;而此人甚至不能容忍败于本邦公民,反而公然宣称,决不容许任何人在任何事上与他相争。因此,正是由于此类行径,各城邦必然倾心于我们的敌人,而怨恨我们。
ἵνα δὲ μὴ μόνον Διομήδην, ἀλλὰ καὶ τὴν πόλιν ὅλην ὑβρίζων ἐπιδείξειε, τὰ πομπεῖα παρὰ τῶν ἀρχιθεώρων αἰτησάμενος, ὡς εἰς τἀπινίκια τῇ προτεραίᾳ τῆς θυσίας χρησόμενος, ἐξηπάτησε καὶ ἀποδοῦναι οὐκ ἤθελε, βουλόμενος τῇ ὑστεραίᾳ πρότερος τῆς πόλεως χρήσασθαι τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις. ὅσοι μὲν οὖν τῶν ξένων μὴ ἐγίγνωσκον ἡμέτερα ὄντα, τὴν πομπὴν τὴν κοινὴν ὁρῶντες ὑστέραν οὖσαν τῆς Ἀλκιβιάδου τοῖς τούτου πομπείοις χρῆσθαι ἐνόμιζον ἡμᾶς· ὅσοι δὲ ἢ παρὰ τῶν πολιτῶν ἤκουον ἢ καὶ ἐπεγίγνωσκον τὰ τούτου, κατεγέλων ἡμῶν, ὁρῶντες ἕνα ἄνδρα μεῖζον ἁπάσης τῆς πόλεως δυνάμενον.
而且,他为了表明自己不仅是在凌辱狄奥墨得斯,更是在凌辱整个城邦:他向祭典特使的长官们借用巡游用具,谎称要在祭祀的前一天用于庆祝胜利,随后却加以欺瞒,拒不归还,妄图在次日赶在城邦之前使用那些黄金洗手盆和香炉。于是,外邦人中凡是不知那些器具归我们所有的,看到公家的行列排在阿尔西比亚德斯的行列之后,便以为我们使用的是属于他的巡游器具;而那些或者听公民谈起、或者也了解此人做派的人,则嘲笑我们,目睹一个人的权势竟然大过整个城邦。
σκέψασθε δὲ καὶ τὴν ἄλλην ἀποδημίαν τὴν εἰς Ὀλυμπίαν ὡς διέθετο. τούτῳ σκηνὴν μὲν Περσικὴν Ἐφέσιοι διπλασίαν τῆς δημοσίας ἔπηξαν, ἱερεῖα δὲ καὶ τοῖς ἵπποις ἐφόδια Χῖοι παρεσκεύασαν, οἶνον δὲ καὶ τὰ ἄλλα ἀναλώματα Λεσβίοις προσέταξε. καὶ οὕτως εὐτυχής ἐστιν, ὥστε τοὺς Ἕλληνας τῆς παρανομίας καὶ τῆς δωροδοκίας μάρτυρας κεκτημένος οὐδεμίαν δέδωκε δίκην, ἀλλὰ ὁπόσοι μὲν ἄρχοντες ἐν μιᾷ πόλει γεγένηνται, ὑπεύθυνοί εἰσιν, ὁ δὲ πάντων τῶν συμμάχων ἄρχων καὶ χρήματα λαμβάνων οὐδενὸς τούτων ὑπόδικός ἐστιν, ἀλλὰ τοιαῦτα διαπεπραγμένος σίτησιν ἐν Πρυτανείῳ ἔλαβε, καὶ προσέτι πολλῇ τῇ νίκῃ χρῆται,1 ὥσπερ οὐ πολὺ μᾶλλον ἠτιμακὼς ἢ ἐστεφανωκὼς τὴν πόλιν. εἰ δὲ βούλεσθε σκοπεῖν, εὑρήσετε τῶν πολλάκις τούτῳ πεπραγμένων ἕκαστον ὀλίγον χρόνον πράξαντάς τινας ἀναστάτους τοὺς οἴκους ποιήσαντας· οὗτος δʼ ἐπιτηδεύων ἅπαντα πολυτελέστατα διπλασίαν οὐσίαν κέκτηται.
且看他是如何操办前往奥林匹亚的其余行程的。厄斐索斯人为他搭起了一座两倍于公家规模的波斯帐篷,希俄斯人提供了祭牲和马匹的饲料,他又责令莱斯博斯人供应葡萄酒和其他开销。他是如此幸运,尽管有全体希腊人作为其违法和受贿的见证,他却从未受到任何惩罚;凡是在一个城邦中任职的人都要接受审计,而他统治全体盟友并榨取财物,却不因此受到任何审判;反而犯下了这般行径后,还在市政厅享用公膳,并且大肆炫耀其胜利,仿佛他并非使城邦蒙受了巨大的耻辱,而是为其带来了冠冕。如果你们愿意省察,就会发现,凡在短时间内哪怕犯下此人屡屡所犯之事的任何一件,都会倾家荡产;而此人极尽奢靡之能事,所拥有的财产却翻了一番。
καίτοι ὑμεῖς γε νομίζετε τοὺς φειδομένους καὶ τοὺς ἀκριβῶς διαιτωμένους φιλοχρημάτους εἶναι, οὐκ ὀρθῶς γιγνώσκοντες· οἱ γὰρ μεγάλα δαπανώμενοι πολλῶν δεόμενοι αἰσχροκερδέστατοί εἰσιν. αἴσχιστον δὲ φανήσεσθε ποιοῦντες, εἰ τοῦτον μὲν ἀγαπᾶτε τὸν ἀπὸ τῶν ὑμετέρων χρημάτων ταῦτα κατεργασάμενον, Καλλίαν δὲ τὸν Διδυμίου, τῷ σώματι νικήσαντα πάντας τοὺς στεφανηφόρους ἀγῶνας, ἐξωστρακίσατε πρὸς τοῦτο οὐδὲν ἀποβλέψαντες, ὃς ἀπὸ τῶν ἑαυτοῦ πόνων ἐτίμησε τὴν πόλιν.
然而,你们却以为节俭和谨饬度日的人才是贪财之徒,此见解殊非正确;因为大肆挥霍、所求甚巨之人,才是最卑劣的求利之徒。如果你们珍爱这个靠着你们的钱财办成这些事的人,却把靠自己的身躯赢得了所有冠冕赛会、靠自己的劳苦荣耀了城邦的迪迪米亚斯之子卡利亚斯予以陶片流放,对他所建的功勋全然不加顾及,那么你们的所作所为将显得极其可耻。
ἀναμνήσθητε δὲ καὶ τοὺς προγόνους, ὡς ἀγαθοὶ καὶ σώφρονες ἦσαν, οἵτινες ἐξωστράκισαν Κίμωνα διὰ παρανομίαν, ὅτι τῇ ἀδελφῇ τῇ ἑαυτοῦ συνῴκησε. καίτοι οὐ μόνον αὐτὸς Ὀλυμπιονίκης ἦν, ἀλλὰ καὶ ὁ πατὴρ αὐτοῦ Μιλτιάδης. ἀλλʼ ὅμως οὐδὲν ὑπελογίζοντο τὰς νίκας· οὐ γὰρ ἐκ τῶν ἀγώνων ἀλλʼ ἐκ τῶν ἐπιτηδευμάτων ἔκρινον αὐτόν.
且回想一下你们的先祖是何等卓越和明智:他们曾因奇蒙与自己的妹妹同居这一违法行径,将其陶片流放。要知道,不仅他本人是奥林匹亚获胜者,他的父亲米尔提亚德斯也是如此。然而他们丝毫不顾念其胜利之功;因为他们评判他不是依据赛会胜负,而是依据平日的德行操守。
ἀλλὰ μὴν εἰ δεῖ κατὰ γένος σκοπεῖν, ἐμοὶ μὲν οὐδαμόθεν προσήκει τούτου τοῦ πράγματος — οὐδὲ ἔστιν οὐδεὶς ὅστις ἂν ἀποδείξειε τῶν ἡμετέρων οὐδένα τῇ συμφορᾷ ταύτῃ χρησάμενον — Ἀλκιβιάδῃ δὲ μάλιστα πάντων Ἀθηναίων. καὶ γὰρ ὁ τῆς μητρὸς πατὴρ Μεγακλῆς καὶ ὁ πάππος Ἀλκιβιάδης δὶς ἐξωστρακίσθησαν ἀμφότεροι, ὥστʼ οὐδὲν θαυμαστὸν οὐδʼ ἄτοπον πείσεται τῶν αὐτῶν τοῖς προγόνοις ἀξιούμενος. καὶ μὴν οὐδʼ ἂν αὐτὸς ἐπιχειρήσειεν ἀντειπεῖν, ὡς οὐ τῶν ἄλλων ἐκεῖνοι παρανομώτατοι ὄντες τούτου σωφρονέστεροι καὶ δικαιότεροι ἦσαν,2 ἐπεὶ τῶν γε τούτῳ πεπραγμένων οὐδʼ ἂν εἷς ἀξίως κατηγορῆσαι δύναιτο.
此外,如果应当按门第出身来省察,这桩灾祸与我全然无关——没有人能证明我们家族中曾有人遭此厄运——而对于阿尔西比亚德斯而言,这却比所有雅典人都更为贴合。因为他母亲的父亲墨伽克勒斯和他的祖父阿尔西比亚德斯,两人都曾两次被陶片流放;因此,若视他应当遭受与其祖先相同的命运,这绝非任何奇特或反常之事。况且,就连他自己也绝不敢反驳说,那些祖先纵然在旁人中最属悖法,却仍旧比他更具节制、更显正义;因为说到此人所犯下的罪孽,世上没有一个人能够予以充分的控诉。
- 31πολλῇ τῇ νίκῃ χρῆται
形容词 πολλῇ 处于冠词 τῇ 之外的谓语位置(predicative position),意为“大肆利用/夸耀这胜利”或“极力依仗其胜利”。此处并非修饰名词的定语用法(非“多次胜利”),而是作状语/表语性修饰,强调他挥霍、炫耀该场胜利的程度之深。
- 34ὡς οὐ τῶν ἄλλων ἐκεῖνοι παρανομώτατοι ὄντες τούτου σωφρονέστεροι καὶ δικαιότεροι ἦσαν
由从属连词 ὡς 引导的间接陈述从句,否定词 οὐ 否定主谓动词 ἦσαν,统辖于前面的 οὐδʼ ἂν αὐτὸς ἐπιχειρήσειεν ἀντειπεῖν(“连他自己也不敢反驳说……”),从而构成双重否定的肯定意味。分词 ὄντες 作让步状语(“纵然他们在旁人中最为悖法”),整句表明其祖先哪怕再劣迹斑斑,也比阿尔西比亚德斯更为克制与正义。
