- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg004.humanitext-grc2:21-27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露合唱队竞赛中的不公判决,并谴责阿尔西比亚德斯强占米洛斯被俘女子生子的违逆人伦之举,斥责其恶行甚于悲剧。随后,他揭发阿尔西比亚德斯在奥林匹亚强夺同胞公民狄奥墨得斯的赛马参赛之暴行,警示众人此人虽以民主派自居,实则行僭主之暴政。
ἀλλὰ τῶν κριτῶν οἱ μὲν φοβούμενοι οἱ δὲ χαριζόμενοι νικᾶν ἔκριναν αὐτόν, περὶ ἐλάττονος ποιούμενοι τὸν ὅρκον ἢ τοῦτον. εἰκότως δέ μοι δοκοῦσιν οἱ κριταὶ ὑπέρχεσθαι Ἀλκιβιάδην, ὁρῶντες Ταυρέαν μὲν τοσαῦτα χρήματα ἀναλώσαντα προπηλακιζόμενον, τὸν δὲ τοιαῦτα παρανομοῦντα μέγιστον δυνάμενον. αἴτιοι δʼ ὑμεῖς, οὐ τιμωρούμενοι τοὺς ὑβρίζοντας, καὶ τοὺς μὲν λάθρᾳ ἀδικοῦντας κολάζοντες, τοὺς δὲ φανερῶς ἀσελγαίνοντας θαυμάζοντες.
然而裁判们有的出于畏惧,有的为了逢迎,判定他获胜,把自己的誓言看得比他还要低贱。在我看来,裁判们阿谀阿尔西比亚德斯也是合情合理的,因为他们看到陶瑞阿斯耗费了如此多的金钱却遭受凌辱,而如此肆意违法的人却大权在握。责任全在你们,因为你们不惩罚横行霸道之徒,反而对暗中作恶的人予以惩处,对公然肆虐的人却表示赞赏。
τοιγάρτοι τῶν νέων αἱ διατριβαὶ οὐκ ἐν τοῖς γυμνασίοις, ἀλλʼ ἐν τοῖς δικαστηρίοις εἰσί, καὶ στρατεύονται μὲν οἱ πρεσβύτεροι, δημηγοροῦσι δὲ οἱ νεώτεροι, παραδείγματι τούτῳ χρώμενοι, ὃς τηλικαύτας ποιεῖται τῶν ἁμαρτημάτων ὑπερβολάς, ὥστε περὶ τῶν Μηλίων γνώμην ἀποφηνάμενος ἐξανδραποδίζεσθαι, πριάμενος γυναῖκα τῶν αἰχμαλώτων υἱὸν ἐξ αὐτῆς πεποίηται, ὃς τοσούτῳ παρανομωτέρως Αἰγίσθου γέγονεν, ὥστʼ ἐκ τῶν ἐχθίστων ἀλλήλοις πέφυκε, καὶ τῶν οἰκειοτάτων ὑπάρχει αὐτῷ τὰ ἔσχατα τοὺς μὲν πεποιηκέναι τοὺς δὲ πεπονθέναι.1
正因如此,年轻人的消遣之处不是在体操馆,而是在法庭;年长者从军征战,年轻者却在公民大会上演说,以这人为榜样。他的罪行登峰造极,竟在提出将米洛斯人全部贬为奴隶的决议之后,又买下其中一名被俘女子,并与她生下一个儿子。这个孩子的出生比埃吉斯托斯还要悖逆法度,因为他是从彼此仇深似海的男女中所生,在其至亲之中,一方施加了极端的暴行,另一方则承受了极端的苦难。
ἄξιον δὲ τὴν τόλμαν αὐτοῦ σαφέστερον ἔτι διελθεῖν. ἐκ ταύτης γὰρ παιδοποιεῖται τῆς γυναικός, ἣν ἀντʼ ἐλευθέρας δούλην κατέστησε, καὶ ἧς τὸν πατέρα καὶ τοὺς προσήκοντας ἀπέκτεινε, καὶ τὴν πόλιν ἀνάστατον πεποίηκεν, ὡς ἂν μάλιστα τὸν υἱὸν ἐχθρὸν ἑαυτῷ καὶ τῇ πόλει ποιήσειε·2 τοσαύταις ἀνάγκαις κατείληπται μισεῖν. ἀλλʼ ὑμεῖς ἐν μὲν ταῖς τραγῳδίαις τοιαῦτα θεωροῦντες δεινὰ νομίζετε, γιγνόμενα δʼ ἐν τῇ πόλει ὁρῶντες οὐδὲν φροντίζετε. καίτοι ἐκεῖνα μὲν οὐκ ἐπίστασθε πότερον οὕτω γεγένηται ἢ πέπλασται ὑπὸ τῶν ποιητῶν· ταῦτα δὲ σαφῶς εἰδότες οὕτω παρανόμως πεπραγμένα ῥᾳθύμως φέρετε.
更清楚地检视他的狂妄是很有必要的。因为他是同这样一个女人交媾生子:他将她从自由人贬为奴隶,杀害了她的父亲和亲族,使她的城邦沦为废墟,仿佛竭尽所能要让这个儿子成为自己和城邦的死敌;这孩子被如此多的必然性所束缚,不得不怀有刻骨仇恨。可是,你们在观看悲剧时觉得这类事情骇人听闻,看到城邦中切实发生着这些时却毫不在意。况且对于悲剧中的情节,你们并不知道是确有其事还是诗人们的虚构;但对于这些确凿可知、如此悖理违法的暴行,你们却漠然视之。
πρὸς δὲ τούτοις τολμῶσί τινες περὶ αὐτοῦ λέγειν ὡς οὐδὲ γεγένηται οὐδεὶς πώποτε τοιοῦτος. ἐγὼ δὲ νομίζω μέγιστα κακὰ τὴν πόλιν ὑπὸ τούτου πείσεσθαι, καὶ τηλικούτων πραγμάτων εἰς τὸν λοιπὸν χρόνον αἴτιον δόξειν, ὥστε μηδένα τῶν προτέρων ἀδικημάτων μεμνῆσθαι· ἀνέλπιστον γὰρ οὐδέν, τὸν τὴν ἀρχὴν τοῦ βίου τοιαύτην κατασκευασάμενον καὶ τὴν τελευτὴν ὑπερβάλλουσαν ποιήσασθαι. ἔστι δὲ σωφρόνων ἀνδρῶν φυλάττεσθαι τῶν πολιτῶν τοὺς ὑπεραυξανομένους, ἐνθυμουμένους ὑπὸ τῶν τοιούτων τὰς τυραννίδας καθισταμένας.
除此以外,竟然还有人敢扬言说,从来未曾有过他这样的人物。而在我看来,城邦将因他而遭受最深重的灾祸,他在未来将被视作如此巨大变故的祸首,以至于无人再会记得他先前的罪行;因为一个人生开端便如此布置的人,其终局也做出骇人之举,绝非出人意料。明智之人的职责本在于防范那些过度坐大的公民,牢记僭主统治正是由这等人所建立的。
ἡγοῦμαι δʼ αὐτὸν πρὸς ταῦτα μὲν οὐδὲν ἀντερεῖν, λέξειν δὲ περὶ τῆς νίκης τῆς Ὀλυμπιάσι, καὶ περὶ πάντων μᾶλλον ἢ τῶν κατηγορηθέντων ἀπολογήσεσθαι. ἐξ αὐτῶν δὲ τούτων ἐπιδείξω αὐτὸν ἐπιτηδειότερον τεθνάναι μᾶλλον ἢ σῴζεσθαι. διηγήσομαι δʼ ὑμῖν.
我认为,他对此将无言以对,而只会大谈自己在奥林匹亚的胜利,并在被控告的罪名之外的各种事情上为自己辩解。然而,正是在这些事情上,我将证明他更应当被处死而非保全。我来给你们细细道来。
Διομήδης ἦλθε ζεῦγος ἵππων ἄγων Ὀλυμπίαζε, κεκτημένος μὲν οὐσίαν μετρίαν, στεφανῶσαι δὲ ἀπὸ τῶν ὑπαρχόντων τὴν πόλιν καὶ τὴν οἰκίαν βουλόμενος, λογιζόμενος τοὺς ἀγῶνας τοὺς ἱππικοὺς τύχῃ τοὺς πλείστους κρινομένους. τοῦτον Ἀλκιβιάδης πολίτην ὄντα καὶ οὐ τὸν ἐπιτυχόντα, δυνάμενος παρὰ τοῖς ἀγωνοθέταις τῶν Ἠλείων, τὸ ζεῦγος ἀφελόμενος αὐτὸς ἠγωνίζετο. καίτοι τί ἂν ἐποίησεν, εἴ τις τῶν συμμάχων τῶν ὑμετέρων ἀφίκετο ζεῦγος ἵππων ἔχων;
狄奥墨得斯带着一对骏马来参加奥林匹亚赛会;他拥有的财产虽属平常,却希望能倾其所有为城邦和家族赢得冠冕,深知赛马竞技大多是由机运决定的。阿尔西比亚德斯依仗自己在伊利斯赛会主持者那里的权势,从这位身为公民且绝非寻常人物的手中强夺了这双骏马,自己驾之参赛。试问,如果是你们的某个盟友带着一对骏马前来,他又会做出何种行径呢?
ἦ που ταχέως ἐπέτρεψεν ἂν ἀνταγωνίζεσθαι ἑαυτῷ,3 ὃς Ἀθηναῖον ἄνδρα βιασάμενος τοῖς ἀλλοτρίοις ἐτόλμησεν ἵπποις ἁμιλλᾶσθαι, δηλώσας τοῖς Ἕλλησι μηδὲν θαυμάζειν ἄν τινα αὐτῶν βιάσηται, ἐπεὶ καὶ τοῖς πολίταις οὐκ ἐξ ἴσου χρῆται, ἀλλὰ τοὺς μὲν ἀφαιρούμενος, τοὺς δὲ τύπτων, τοὺς δὲ εἱργνύων, τοὺς δὲ χρήματα πραττόμενος, οὐδενὸς ἀξίαν τὴν δημοκρατίαν ἀποφαίνει, τοὺς μὲν λόγους δημαγωγοῦ τὰ δʼ ἔργα τυράννου παρέχων, καταμαθὼν ὑμᾶς τοῦ μὲν ὀνόματος φροντίζοντας, τοῦ δὲ πράγματος ἀμελοῦντας.
他必定绝不会容许对方与自己竞争,因为他对一位雅典公民施以暴力,竟敢用他人的赛马去角逐竞赛;他向全体希腊人昭示,即便他对他们中的任何人施暴也不足为奇,因为他甚至对待本邦公民都不能一视同仁,而是掠夺某些人,殴打某些人,囚禁某些人,向某些人勒索钱财。他以民众领袖的言辞包装自己,却行僭主之实,使民主政体变得一文不值,因为他早已看透你们只在乎虚名,却对实质漠不关心。
- 22τῶν οἰκειοτάτων ὑπάρχει αὐτῷ τὰ ἔσχατα τοὺς μὲν πεποιηκέναι τοὺς δὲ πεπονθέναι
句子的核心骨架为 ὑπάρχει αὐτῷ(“对于他而言存在着……”),后接构成对比的带宾格不定式短语 τοὺς μὲν πεποιηκέναι(“一方做出了……”)与 τοὺς δὲ πεπονθέναι(“另一方遭受了……”)。τῶν οἰκειοτάτων 既可理解为修饰不定式逻辑主语 τοὺς μὲν ... τοὺς δέ 的部分属格(“在其至亲之中”),亦可视为范围属格。τὰ ἔσχατα 为两个不定式共同的直接宾语(“极端的罪恶/暴行”)。
- 23ὡς ἂν μάλιστα τὸν υἱὸν ἐχθρὸν ἑαυτῷ καὶ τῇ πόλει ποιήσειε
此处为 ὡς ἄν 搭配希求法(ποιήσειε)的结构,承接主句的过去/完成时动词(ἀπέκτεινε, πεποίηκεν),表示目的或虚拟方式(“仿佛竭尽所能要使该子成为自己与城邦的死敌”)。在阿提卡散文中,ὡς ἄν + 希求法常用来强调行为主体主观上的用意或带有悖论意味的虚拟意图。
- 27ἦ που ταχέως ἐπέτρεψεν ἂν ἀνταγωνίζεσθαι ἑαυτῷ
语气小词 ἦ που(“想必……”、“必定……”)与带有 ἄν 的直陈式不定过去时(ἐπέτρεψεν ἄν)结合,构成强烈的反讽性断定,意为“他定然绝不会容许有人与自己竞争”。这是针对前一句修辞反问 τί ἂν ἐποίησεν; 所作的带有讽刺意味的回答,借助过去与事实相反的条件句结构表达了极度的否定。
