← 安多基德斯

驳阿尔西比亚德斯

§35-42

陶片放逐法的本意与演说者的自辩功绩

演说者指出陶片放逐法的设立旨在惩治凌驾于法律之上的权贵,并主张真正应当被放逐的是蔑视法律、威胁城邦的阿尔西比亚德斯,而非在法庭上被判无罪、并通过出使和公益捐资为城邦建功的自己。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35

νομίζω δὲ καὶ τὸν θέντα τὸν νόμον ταύτην τὴν διάνοιαν ἔχειν· ἀποβλέψαντα τῶν πολιτῶν πρὸς τοὺς κρείττους τῶν ἀρχόντων καὶ τῶν νόμων, ἐπειδὴ παρὰ τῶν τοιούτων οὐκ ἔστιν ἰδίᾳ δίκην λαβεῖν, δημοσίαν τιμωρίαν ὑπὲρ τῶν ἀδικουμένων κατασκευάσαι.1 ἐγὼ μὲν τοίνυν ἔν τε τῷ κοινῷ κέκριμαι τετράκις, ἰδίᾳ τε οὐδένα διεκώλυσα δικάζεσθαι βουλόμενον· Ἀλκιβιάδης δὲ τοιαῦτα ἐργασάμενος οὐδεμίαν πώποτε δίκην ὑποσχεῖν ἐτόλμησεν.

我也认为,制定法律者怀有这样的意图:他放眼于公民中那些权势压过官长和法律的人,既然无法从这等人身上私下讨还公道,便为受害者设立了公家的惩罚。我本人在公法上受审过四次,在私事上也从未阻拦过任何想要起诉我的人;相反,阿尔西比亚德斯犯下了这般罪行,却从未敢于承受过任何一次审判。

§36

οὕτω γὰρ χαλεπός ἐστιν, ὥστε οὐ περὶ τῶν παρεληλυθότων ἀδικημάτων αὐτὸν τιμωροῦνται, ἀλλʼ ὑπὲρ τῶν μελλόντων φοβοῦνται, καὶ τοῖς μὲν πεπονθόσι κακῶς ἀνέχεσθαι λυσιτελεῖ, τούτῳ δὲ οὐκ ἐξαρκεῖ, εἰ μὴ καὶ τὸ λοιπὸν ὅ τι ἂν βούληται διαπράξεται. καίτοι οὐ δήπου, ὦ Ἀθηναῖοι, ὀστρακισθῆναι μὲν ἐπιτήδειός εἰμι, τεθνάναι δὲ οὐκ ἄξιος, οὐδὲ κρινόμενος μὲν ἀποφυγεῖν, ἄκριτος δὲ φεύγειν, οὐδὲ τοσαυτάκις ἀγωνιζόμενος νικήσας δικαίως ἂν πάλιν δόξαιμι διʼ ἐκεῖνα ἐκπεσεῖν.

因为他是如此难以对付,以至于人们并不就他过去的罪行惩罚他,反而为将来的危害感到恐惧;对于受害的人而言,忍气吞声反而是上策,而对他来说,若不能在将来随意行事,他就绝不甘心。雅典人啊,绝不能说我应当被陶片流放却不该被处死,更不能说我受审时本该获释、未经审理却该流亡,我也绝不该在经历多次申辩胜诉之后,又理所应当地因那些陈年罪名而被驱逐。

§37

ἀλλὰ γὰρ ἴσως μετὰ μικρᾶς διαβολῆς ἢ φαύλων κατηγόρων ἢ διὰ τῶν ἐπιτυχόντων ἐχθρῶν ἐκινδύνευον, ἀλλʼ οὐ διὰ τῶν ἐρρωμενεστάτων καὶ λέγειν καὶ πράττειν, οἵ τινες δύο τῶν τὴν αὐτὴν αἰτίαν ἐχόντων ἐμοὶ ἀπέκτειναν. οὔκουν τοὺς τοιούτους δίκαιον ἐκβάλλειν, οὓς πολλάκις ἐλέγχοντες εὑρίσκετε μηδὲν ἀδικοῦντας, ἀλλὰ τοὺς μὴ θέλοντας ὑποσχεῖν τῇ πόλει περὶ τοῦ βίου λόγον.

抑或,我所冒的风险只是由于微不足道的诽谤、平庸的告发者或是普通的仇敌,而不是由于那些在言谈和行动上最为有力之人?而那些人正曾处死过与我背负同样罪名的两个人。因此,驱逐你们屡经查验发现毫无过错的人是绝不公正的,公正的做法是驱逐那些不愿就自己的生平向城邦交账的人。

§38

δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ μέν τις ἀπολογεῖσθαι ἀξιώσειεν ὑπὲρ τῶν ἀποθανόντων ὡς ἀδίκως ἀπολώλασιν, οὐκ ἂν ἀνασχέσθαι τῶν ἐπιχειρούντων·2 εἰ δέ τις τῶν ἀποφυγόντων πάλιν περὶ τῆς αὐτῆς αἰτίας κατηγορεῖ, πῶς οὐ δίκαιον περὶ τοὺς ζῶντας καὶ τοὺς τεθνηκότας τὴν αὐτὴν γνώμην ἔχειν;

但在我看来,有一点实属荒谬:如果有人打算为已死之人辩护,声称他们死得冤枉,你们绝不会容忍尝试这样做的人;但如果有人就同样的罪名再次指控一个被宣告无罪的人,对生者和死者持相同的裁定,又怎么会是不公正的呢?

§39

ἔστι μὲν οὖν Ἀλκιβιάδου3 μήτε αὐτὸν τῶν νόμων καὶ τῶν ὅρκων φροντίζειν, ὑμᾶς τε παραβαίνειν ἐπιχειρεῖν διδάσκειν, καὶ τοὺς μὲν ἄλλους ἐκβάλλειν καὶ ἀποκτείνειν ἀνηλεῶς, αὐτὸν δὲ ἱκετεύειν καὶ δακρύειν οἰκτρῶς. καὶ ταῦτα μὲν οὐ θαυμάζω· πολλῶν γὰρ αὐτῷ κλαυμάτων ἄξια εἴργασται· ἐνθυμοῦμαι δὲ τίνας ποτὲ καὶ πείσει δεόμενος, πότερα τοὺς νεωτέρους, οὓς πρὸς τὸ πλῆθος διαβέβληκεν ἀσελγαίνων καὶ τὰ γυμνάσια καταλύων καὶ παρὰ τὴν ἡλικίαν πράττων, ἢ τοὺς πρεσβυτέρους, οἷς οὐδὲν ὁμοίως βεβίωκεν, ἀλλὰ τῶν ἐπιτηδευμάτων αὐτῶν καταπεφρόνηκεν;

因此,阿尔西比亚德斯的本性就是:他自己既不顾及法律和誓言,又试图教唆你们去违背它们;他在残忍地驱逐和处死他人的同时,自己却可怜巴巴地哀求和流泪。对此我并不感到惊奇,因为他所做的事确实该受无尽的哀泣;但我思忖的是,他究竟能通过乞求说服什么人呢?难道是年轻人吗?他因放纵跋扈、破坏体操场并做出违背年龄的行径,已经使他们招致了民众的恶名;还是年长者呢?他的生活方式与他们毫无相同之处,反而对他们的操守轻蔑至极。

§40

οὐ μόνον δὲ αὐτῶν ἕνεκα τῶν παρανομούντων, ἵνα δίκην διδῶσιν, ἐπιμελεῖσθαι ἄξιον, ἀλλὰ καὶ τῶν ἄλλων, ὅπως τούτους ὁρῶντες δικαιότεροι καὶ σωφρονέστεροι γίγνωνται. ἐμὲ μὲν τοίνυν ἐξελάσαντες τοὺς βελτίστους περιδεεῖς καταστήσετε, τοῦτον δὲ κολάσαντες τοὺς ἀσελγεστάτους νομιμωτέρους ποιήσετε.

我们值得留心的,不仅是为了这些违法者自身使他们服法,也是为了其他人,好让他们看到这些后变得更为正义和明智。因此,你们若放逐我,会使最优秀的公民陷入极度恐惧;而若惩罚此人,则会使最放肆跋扈之徒更加遵纪守法。

§41

βούλομαι δʼ ὑμᾶς ἀναμνῆσαι τῶν ἐμοὶ πεπραγμένων. ἐγὼ γὰρ πρεσβεύσας εἰς Θετταλίαν καὶ εἰς Μακεδονίαν καὶ εἰς Μολοσσίαν καὶ εἰς Θεσπρωτίαν καὶ εἰς Ἰταλίαν καὶ εἰς Σικελίαν τοὺς μὲν διαφόρους ὄντας διήλλαξα, τοὺς δʼ ἐπιτηδείους ἐποίησα, τοὺς δʼ ἀπὸ τῶν ἐχθρῶν ἀπέστησα. καίτοι εἰ τῶν πρεσβευόντων ἕκαστος τὰ αὐτὰ ἐποίησεν, ὀλίγους ἂν πολεμίους εἴχετε καὶ πολλοὺς συμμάχους ἐκέκτησθε.

我还想提醒你们回想我的功绩。我出使塞萨利、马其顿、莫洛西亚、塞斯普罗蒂亚、意大利和西西里,调解了彼此争执的人,使另一些人结为盟友,并使另一些人脱离了我们的仇敌。然而,如果使节中的每个人都做到了同样的事,你们就会仇敌寥寥,并拥有众多的盟友。

§42

περὶ δὲ τῶν λῃτουργιῶν οὐκ ἀξιῶ μεμνῆσθαι, πλὴν κατὰ τοσοῦτον, ὅτι τὰ προσταττόμενα δαπανῶ οὐκ ἀπὸ τῶν κοινῶν ἀλλʼ ἀπὸ τῶν ἰδίων. καίτοι τυγχάνω νενικηκὼς εὐανδρίᾳ καὶ λαμπάδι καὶ τραγῳδοῖς, οὐ τύπτων τοὺς ἀντιχορηγοῦντας, οὐδʼ αἰσχυνόμενος εἰ τῶν νόμων ἔλαττον δύναμαι. τοὺς οὖν τοιούτους τῶν πολιτῶν πολὺ μᾶλλον ἐπιτηδείους ἡγοῦμαι μένειν ἢ φεύγειν.

关于公益捐资,除了这一点之外,我认为没有必要提及:凡所摊派的开销,我都是用私产而非公款来承担。况且,我曾在美男选拔赛、火炬赛跑和悲剧比赛中屡获胜利,既不殴打竞相排演的歌队队长,也不为自己的权力不及法律而感到羞耻。因此,我认为这样的公民留在城邦,远比流亡异乡要合适得多。

语法注3 条
  1. 35ἀποβλέψαντα τῶν πολιτῶν πρὸς τοὺς κρείττους τῶν ἀρχόντων καὶ τῶν νόμων, ἐπειδὴ παρὰ τῶν τοιούτων οὐκ ἔστιν ἰδίᾳ δίκην λαβεῖν, δημοσίαν τιμωρίαν ὑπὲρ τῶν ἀδικουμένων κατασκευάσαι

    不定词 κατασκευάσαι 依存于前文的 νομίζω,其逻辑主语 τὸν θέντα τὸν νόμον 由宾格不定过去时分词 ἀποβλέψαντα 所承接。此外,τῶν πολιτῶν 为部分属格,修饰 πρὸς τοὺς κρείττους(“公民中那些强于……的人”)。

  2. 38οὐκ ἂν ἀνασχέσθαι τῶν ἐπιχειρούντων

    由 δεινὸν δέ μοι δοκεῖ εἶναι 所引导的间接引语结构,代表潜势或反事实归结句中的 ἄν + 不定词(ἀνασχέσθαι)。不定词的逻辑主语(“你们/陪审员”)由上下文省略承前。动词 ἀνέχομαι(“容忍”)支配属格补足语 τῶν ἐπιχειρούντων。

  3. 39ἔστι μὲν οὖν Ἀλκιβιάδου

    属格 Ἀλκιβιάδου 与连系动词 ἔστι 连用,作表示特征或本性的表语属格(“是阿尔西比亚德斯的本性/做派”)。语法上的主语是后文由 μήτε αὐτὸν ... φροντίζειν 等连词引导的一连串不定词短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg004.humanitext-grc2:35-42