- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg003.humanitext-grc2:10-17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安多基德斯指出,过去三十人僭主统治的惨祸是战败后被迫接受停战命令的结果,而非对等和平所致,并对比了昔日屈辱条款与如今优厚条件的差异。他进一步论证雅典既无正当开战理由,亦无同盟与财力继续作战,因而应当接受这一全希腊的普遍和平。
πρῶτον μὲν οὖν, ὦ Ἀθηναῖοι, τούτου ἀναμνήσθητε, τί ὑμῖν ἐξ ἀρχῆς ὑπεθέμην τῷ λόγῳ. ἄλλο τι ἢ τοῦτο,1 ὅτι διὰ τὴν εἰρήνην οὐδεπώποτε ὁ δῆμος ὁ Ἀθηναίων κατελύθη; οὐκοῦν ἀποδέδεικται. καὶ οὐδεὶς ἐξελέγξει με ὡς οὐκ ἔστι ταῦτα ἀληθῆ. ἤδη δέ τινων ἤκουσα λεγόντων ὡς ἐκ τῆς τελευταίας εἰρήνης τῆς πρὸς Λακεδαιμονίους οἵ τε τριάκοντα κατέστησαν πολλοί τε Ἀθηναίων κώνειον πιόντες ἀπέθανον, οἱ δὲ φεύγοντες ᾤχοντο.
首先,雅典人啊,请你们回想这一点:我从一开始在演说中向你们提出了什么前提?难道除了这一点,即雅典的民主政体从未因和平而被颠覆过,还有别的吗?难道这没有被证实吗?而且没有任何人能驳倒我,证明这并非事实。但我已经听到有人说,正是由于上一次同拉刻代蒙人的和平,三十人僭主得以设立,许多雅典人饮鸩而亡,另一些人则流亡异乡。
ὁπόσοι οὖν ταῦτα λέγουσιν, οὐκ ὀρθῶς γιγνώσκουσιν· εἰρήνη γὰρ καὶ σπονδαὶ πολὺ διαφέρουσι σφῶν αὐτῶν.2 εἰρήνην μὲν γὰρ ἐξ ἴσου ποιοῦνται πρὸς ἀλλήλους ὁμολογήσαντες περὶ ὧν ἂν διαφέρωνται· σπονδὰς δέ, ὅταν κρατήσωσι κατὰ τὸν πόλεμον, οἱ κρείττους τοῖς ἥττοσιν ἐξ ἐπιταγμάτων ποιοῦνται, ὥσπερ ἡμῶν κρατήσαντες Λακεδαιμόνιοι τῷ πολέμῳ ἐπέταξαν ἡμῖν καὶ τὰ τείχη καθαιρεῖν καὶ τὰς ναῦς παραδιδόναι καὶ τοὺς φεύγοντας καταδέχεσθαι.
因此,凡说这些话的人,都理解得不正确;因为和平与停战协定彼此之间有着极大的差别。人们是在彼此对等的基础上,就分歧所在达成一致后缔结和平的;而停战协定则是胜者在战争中获胜之后,根据强加的命令对败者施加的,正如拉刻代蒙人在战争中战胜我们时,命令我们拆毁城墙、交出战舰并接纳流亡者一样。
τότε μὲν οὖν σπονδαὶ κατʼ ἀνάγκην ἐξ ἐπιταγμάτων ἐγένοντο· νῦν δὲ περὶ εἰρήνης βουλεύεσθε. σκέψασθε δὲ ἐξ αὐτῶν τῶν γραμμάτων, ἅ τε ἡμῖν ἐν τῇ στήλῃ γέγραπται, ἐφʼ οἷς τε νῦν ἔξεστι τὴν εἰρήνην ποιεῖσθαι. ἐκεῖ μὲν γὰρ γέγραπται τὰ τείχη καθαιρεῖν, ἐν δὲ τοῖσδε ἔξεστιν οἰκοδομεῖν· ναῦς ἐκεῖ μὲν δώδεκα κεκτῆσθαι, νῦν δʼ ὁπόσας ἂν βουλώμεθα· Λῆμνον δὲ καὶ Ἴμβρον καὶ Σκῦρον τότε μὲν ἔχειν τοὺς ἔχοντας, νῦν δὲ ἡμετέρας εἶναι· καὶ φεύγοντας νῦν μὲν οὐκ ἐπάναγκες οὐδένα καταδέχεσθαι, τότε δʼ ἐπάναγκες, ἐξ ὧν ὁ δῆμος κατελύθη. τί ταῦτα ἐκείνοις ὁμολογεῖ; τοσοῦτον οὖν ἔγωγε, ὦ Ἀθηναῖοι, διορίζομαι περὶ τούτων, τὴν μὲν εἰρήνην σωτηρίαν εἶναι τῷ δήμῳ καὶ δύναμιν, τὸν δὲ πόλεμον δήμου κατάλυσιν γίγνεσθαι. περὶ μὲν οὖν τούτων ταῦτα λέγω.
因此,那时是出于被迫而依据强制命令达成了停战协定;而现在你们商议的则是和平。请从具体的文字来考察,不论是在石柱上为我们刻写的条款,还是如今允许我们缔结和平的条件。因为在那边刻着拆毁城墙,而在这些条件中却允许修建城墙;在那边只准保有十二艘战船,而如今只要我们愿意保有几艘皆可;至于利姆诺斯、因布罗斯和斯库罗斯,当时是听凭占据者占有,而如今则归我们所有;并且现在并不强制接纳任何流亡者,而在当时却是强制性的,而民主政体正是因此遭到颠覆的。这些条件与那些条件怎么会有相似之处?因此,雅典人啊,我对这些事情做出如此明确的断定:和平是民主政体的拯救与力量,而战争则会导致民主政体的覆灭。关于这些事情,我便陈述至此。
φασὶ δέ τινες ἀναγκαίως νῦν ἡμῖν ἔχειν πολεμεῖν· σκεψώμεθα οὖν πρῶτον, ὦ ἄνδρες Ἀθηναῖοι, διὰ τί καὶ πολεμήσωμεν. οἶμαι γὰρ ἂν πάντας ἀνθρώπους ὁμολογῆσαι διὰ τάδε δεῖν πολεμεῖν, ἢ ἀδικουμένους ἢ βοηθοῦντας ἀδικουμένοις. ἡμεῖς τοίνυν αὐτοί τε ἠδικούμεθα Βοιωτοῖς τε ἀδικουμένοις ἐβοηθοῦμεν. εἰ τοίνυν ἡμῖν τέ ἐστι τοῦτο παρὰ Λακεδαιμονίων, τὸ μηκέτι ἀδικεῖσθαι, Βοιωτοῖς τε δέδοκται ποιεῖσθαι τὴν εἰρήνην ἀφεῖσιν Ὀρχομενὸν αὐτόνομον, τίνος ἕνεκα πολεμήσωμεν; ἵνα ἡ πόλις ἡμῶν ἐλευθέρα ᾖ;
然而有人说,我们现在必须继续作战;因此,雅典人啊,让我们首先考察一下,我们究竟为了什么还要打仗。因为我想所有人都会承认,人们应当为了以下理由而作战:要么是自身遭受不公,要么是救援遭受不公的人。那么,我们自己此前既遭受不公,也曾救援遭受不公的维奥蒂亚人。既然如今我们从拉刻代蒙人那里得到了不再遭受不公的保证,而维奥蒂亚人也决意在听凭奥尔科墨诺斯自治的前提下缔结和平,我们究竟为了什么还要作战呢?难道是为了让我们的城邦获得自由吗?
ἀλλὰ τοῦτό γε αὐτῇ ὑπάρχει. ἀλλʼ ὅπως ἡμῖν τείχη γένηται; ἔστι καὶ ταῦτα ἐκ τῆς εἰρήνης. ἀλλʼ ἵνα τριήρεις ἐξῇ ναυπηγεῖσθαι καὶ τὰς οὔσας ἐπισκευάζειν καὶ κεκτῆσθαι; καὶ τοῦτο ὑπάρχει· τὰς γὰρ πόλεις αὐτονόμους αἱ συνθῆκαι ποιοῦσιν. ἀλλʼ ὅπως τὰς νήσους κομισώμεθα, Λῆμνον καὶ Σκῦρον καὶ Ἴμβρον; οὐκοῦν διαρρήδην γέγραπται ταύτας Ἀθηναίων εἶναι.
但这本已为城邦所享有。难道是为了让我们拥有城墙吗?这也由和平所提供。难道是为了能够建造三列桨座战船、修缮已有船只并保留它们吗?这同样具备;因为条约使各城邦享有自治。难道是为了收复诸岛,即利姆诺斯、斯库罗斯和因布罗斯吗?条约中难道没有明确写明它们归雅典人所有吗?
φέρε, ἀλλὰ Χερρόνησον καὶ τὰς ἀποικίας καὶ τὰ ἐγκτήματα καὶ τὰ χρέα ἵνα ἀπολάβωμεν; ἀλλʼ οὔτε βασιλεὺς οὔτε οἱ σύμμαχοι συγχωροῦσιν ἡμῖν, μεθʼ ὧν αὐτὰ δεῖ πολεμοῦντας κτήσασθαι. ἀλλὰ νὴ Δία ἕως ἂν Λακεδαιμονίους καταπολεμήσωμεν καὶ τοὺς συμμάχους αὐτῶν, μέχρι τούτου δεῖ πολεμεῖν; ἀλλʼ οὔ μοι δοκοῦμεν οὕτω παρεσκευάσθαι. ἐὰν δʼ ἄρα κατεργασώμεθα, τί ποτε αὐτοὶ πείσεσθαι δοκοῦμεν ὑπὸ τῶν βαρβάρων, ὅταν ταῦτα πράξωμεν;
且慢,难道是为了让我们收回刻松尼苏、殖民地、海外产业和债权吗?然而,无论波斯王还是必须同我们并肩作战以夺取这些产业的盟友,都不会赞同我们。难道凭宙斯起誓,我们必须一直作战,直到彻底击败拉刻代蒙人及其同盟者为止吗?但在我看来,我们并没有做好这样的准备。退一步说,就算我们做到了,当我们完成这一切时,我们以为自己又将遭受蛮族怎样的对待呢?
εἰ τοίνυν περὶ τούτου μὲν ἔδει πολεμεῖν, χρήματα δὲ ὑπῆρχεν ἡμῖν ἱκανά, τοῖς δὲ σώμασιν ἦμεν δυνατοί, οὐδὲ οὕτως ἔδει πολεμεῖν. εἰ δὲ μήτε διʼ ὅ τι μήτε ὅτοισι μήτε ἀφʼ ὅτου πολεμήσωμεν ἔστι,3 πῶς οὐκ ἐκ παντὸς τρόπου τὴν εἰρήνην ποιητέον ἡμῖν;
因此,即使必须为此目的而战,即使我们拥有充足的金钱且兵力强盛,即便如此我们也不该作战。而如果我们既没有作战的理由,也没有并肩作战的盟友,更没有作战的财力,我们难道不应该竭尽全力缔结和平吗?
σκέψασθε δέ, ὦ Ἀθηναῖοι, καὶ τόδε, ὅτι νυνὶ πᾶσι τοῖς Ἕλλησι κοινὴν εἰρήνην καὶ ἐλευθερίαν πράττετε, καὶ μετέχειν ἅπασι πάντων ἐξουσίαν ποιεῖτε. ἐνθυμήθητε οὖν τῶν πόλεων τὰς μεγίστας, τίνι τρόπῳ τὸν πόλεμον καταλύονται. πρῶτον μὲν Λακεδαιμονίους, οἵτινες ἀρχόμενοι μὲν ἡμῖν καὶ τοῖς συμμάχοις πολεμεῖν ἦρχον καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, νῦν δʼ αὐτοῖς ἐκ τῆς εἰρήνης οὐδέτερον τούτων ὑπάρχει.
雅典人啊,还请你们考虑这一点:你们如今正在为全希腊人促成普遍和平与自由,并使所有人都有权分享这一切。因此,请思考那些最强大的城邦是以何种方式结束战争的。首先是拉刻代蒙人,当他们开始同我们及盟友作战时,他们在陆上和海上都掌握着霸权,而如今因这场和平,这两者他们都不复拥有了。
- 10ἄλλο τι ἢ τοῦτο
短语 ἄλλο τι ἤ 为惯用句式,源自修辞性疑问“难道是别的什么而不是……?”,用于表达强烈的肯定(“难道不正是……”)。在此处其后接指示代名词 τοῦτο,并由同位语 ὅτι 从句(“民主政体从未因和平而被颠覆”)展开具体内容。
- 11εἰρήνη γὰρ καὶ σπονδαὶ πολὺ διαφέρουσι σφῶν αὐτῶν
此处第三人称复数反身代词属格 σφῶν αὐτῶν 具有相互代词 ἀλλήλων(“彼此”)的含义,充当由动词 διαφέρουσι(“相异、不同”)所要求的比较属格。
- 16εἰ δὲ μήτε διʼ ὅ τι μήτε ὅτοισι μήτε ἀφʼ ὅτου πολεμήσωμεν ἔστι
动词 ἔστι(表存在“有”,或等同于 ἔξεστι“可能”)统辖三个由关系/疑问代词引导的熟虑间接疑问从句(均带连接式 πολεμήσωμεν)。三个句式分别表示开战的“理由”(διʼ ὅ τι)、作战的“同盟/兵力”(与格 ὅτοισι)以及维持战事的“资金财源”(ἀφʼ ὅτου)。
