← 安多基德斯

论与拉刻代蒙人的和平

§18-26

斯巴达的让步与盟邦战况下媾和的利弊

安多基得斯指出,斯巴达虽三度获胜却主动让步谋求和平,而维奥蒂亚在遭受惨重损失且未达目的后也只得媾和;因此雅典收回城墙、战舰及诸岛乃是极优厚的条件。他进而论证在维奥蒂亚退出后,雅典为科林斯和阿尔戈斯而继续作战是毫无益处的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

καὶ οὐχ ὑφʼ ἡμῶν ἀναγκαζόμενοι ταῦτʼ ἀφιᾶσιν, ἀλλʼ ἐπʼ ἐλευθερίᾳ πάσης τῆς Ἑλλάδος. νενικήκασι γὰρ τρὶς ἤδη μαχόμενοι, τότε μὲν ἐν Κορίνθῳ πάντας πανδημεὶ τοὺς συμμάχους παρόντας, οὐχ ὑπολιπόντες πρόφασιν οὐδεμίαν, ἀλλʼ ἐν τῷ κρατιστεύειν μόνοι πάντων, αὖθις δʼ ἐν Βοιωτοῖς, ὅτʼ αὐτῶν Ἀγησίλαος ἡγεῖτο, τὸν αὐτὸν τρόπον καὶ τότε τὴν νίκην ἐποιήσαντο, τρίτον δʼ ἡνίκα Λέχαιον ἔλαβον, Ἀργείους μὲν ἅπαντας καὶ Κορινθίους, ἡμῶν δὲ καὶ Βοιωτῶν τοὺς παρόντας.

而且他们并非受到我们的强迫才放弃这些,而是为了全希腊的自由。因为他们此前在交战中已三次获胜:第一次是在科林斯,击败了同盟全军集结在场的所有人,没有给对方留下任何借口,而是完全凭借自身成为所有人中最强的霸主;第二次是在维奥蒂亚,当时由阿格西劳斯统帅他们,那一次他们同样以这般方式取得了胜利;第三次是在他们攻克莱开翁之时,击败了全部阿尔戈斯人和科林斯人,以及我们和维奥蒂亚人中在场的部队。

§19

τοιαῦτα δʼ ἔργα ἐπιδειξάμενοι τὴν εἰρήνην εἰσὶν ἕτοιμοι ποιεῖσθαι τὴν ἑαυτῶν ἔχοντες, οἳ ἐνίκων μαχόμενοι, καὶ τὰς πόλεις αὐτονόμους εἶναι καὶ τὴν θάλατταν κοινὴν ἐῶντες τοῖς ἡττημένοις. καίτοι ποίας τινὸς ἂν ἐκεῖνοι παρʼ ἡμῶν εἰρήνης ἔτυχον, εἰ μίαν μόνον μάχην ἡττήθησαν;

展现了如此辉煌功绩的他们,身为交战中的胜者,如今却准备在仅保有自己领土的前提下缔结和平,并允许战败者享有各城邦的自治以及海洋的公有。然而,倘若他们哪怕仅仅战败了一场战役,他们又能从我们这里得到怎样的和平呢?

§20

Βοιωτοὶ δʼ αὖ πῶς τὴν εἰρήνην ποιοῦνται; οἵτινες τὸν μὲν πόλεμον ἐποιήσαντο ἕνεκα Ὀρχομενοῦ, ὡς οὐκ ἐπιτρέψοντες αὐτόνομον εἶναι, νῦν δὲ τεθνεώτων μὲν αὐτοῖς ἀνδρῶν τοσούτων τὸ πλῆθος, τῆς δὲ γῆς ἐκ μέρους τινὸς τετμημένης, χρήματα δʼ εἰσενηνοχότες1 πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ὧν στέρονται, πολεμήσαντες δὲ ἔτη τέτταρα, ὅμως Ὀρχομενὸν ἀφέντες αὐτόνομον τὴν εἰρήνην ποιοῦνται καὶ ταῦτα μάτην πεπόνθασιν· ἐξῆν γὰρ αὐτοῖς καὶ τὴν ἀρχὴν ἐῶσιν Ὀρχομενίους αὐτονόμους εἰρήνην ἄγειν. οὗτοι δʼ αὖ τούτῳ τῷ τρόπῳ τὸν πόλεμον καταλύονται.

另一方面,维奥蒂亚人又是如何缔结和平的呢?他们起初是为了奥尔科墨诺斯而挑起战争,声称绝不容许其自治;如今在死伤了如此众多的人口、土地的一部分遭到蹂躏、在私人与公家层面都投入了巨额财产并最终丧失之后,历经四年的征战,他们最终却依然听凭奥尔科墨诺斯自治而缔结和平,白白承受了这一切苦难;因为他们原本从一开始只要允许奥尔科墨诺斯人自治,便能享有和平。他们也是以这种方式结束战争的。

§21

ἡμῖν δέ, ὦ Ἀθηναῖοι, πῶς ἔξεστι τὴν εἰρήνην ποιήσασθαι; ποίων τινῶν Λακεδαιμονίων τυγχάνοντας; καὶ γὰρ εἴ τις ὑμῶν ἀχθεσθήσεται παραιτοῦμαι· τὰ γὰρ ὄντα λέξω. πρῶτον μὲν γὰρ ἡνίκα ἀπωλέσαμεν τὰς ναῦς ἐν Ἑλλησπόντῳ καὶ τειχήρεις ἐγενόμεθα, τίνα γνώμην ἔθεντο περὶ ἡμῶν οἱ νῦν μὲν ἡμέτεροι τότε δὲ Λακεδαιμονίων ὄντες σύμμαχοι; οὐ τὴν πόλιν ἡμῶν ἀνδραποδίζεσθαι καὶ τὴν χώραν ἐρημοῦν; οἱ δὲ διακωλύσαντες ταῦτα μὴ γενέσθαι τίνες ἦσαν; οὐ Λακεδαιμόνιοι, τοὺς μὲν συμμάχους ἀποτρέψαντες τῆς γνώμης, αὐτοὶ δʼ οὐδʼ ἐπιχειρήσαντες διαβουλεύσασθαι περὶ τοιούτων ἔργων;

至于我们,雅典人啊,我们又能在何种条件下缔结和平呢?我们所面对的又是怎样的拉刻代蒙人呢?即便你们中有人会感到不快,我也恳请宽恕;因为我将据实陈述。首先,当我们在赫勒斯滂丧失了舰队并被围困在城墙内时,如今作为我们盟友而当时作为拉刻代蒙人盟友的那些人,对我们提出了怎样的动议?难道不是将我们的城邦沦为奴隶并蹂躏我们的国土吗?而阻止这些事情发生的又是谁呢?难道不正是拉刻代蒙人吗?正是他们劝阻盟友放弃了这一图谋,而他们自己甚至从未企图就此类行径进行商讨。

§22

μετὰ δὲ τοῦτο ὅρκους ὀμόσαντες αὐτοῖς καὶ τὴν στήλην εὑρόμενοι παρʼ αὐτῶν στῆσαι, κακὸν ἀγαπητὸν2 ἐν ἐκείνῳ τῷ χρόνῳ, σπονδὰς ἤγομεν ἐπὶ ῥητοῖς. εἶτα δὲ συμμαχίαν ποιησάμενοι Βοιωτοὺς καὶ Κορινθίους ἀποστήσαντες αὐτῶν, Ἀργείους δὲ ἀγαγόντες εἰς τὴν ποτὲ φιλίαν, αἴτιοι τῆς ἐν Κορίνθῳ μάχης ἐγενόμεθα αὐτοῖς. τίνες δὲ βασιλέα πολέμιον αὐτοῖς ἐποίησαν, καὶ Κόνωνι τὴν ναυμαχίαν παρεσκεύασαν, διʼ ἣν ἀπώλεσαν τὴν ἀρχὴν τῆς θαλάττης;

此后,我们与他们立下誓言,并获准立下石柱——这在当时乃是万幸之害——在固定条款下维持着停战。但随后,我们建立了同盟,唆使维奥蒂亚人和科林斯人背叛他们,将阿尔戈斯人拉入我们往昔的友谊之中,是我们让他们遭受了科林斯之战。又是谁使波斯王成为他们的敌人,并为科农筹备了海战,致使他们丧失了制海权?

§23

ὅμως τοίνυν ταῦτα πεπονθότες ὑφʼ ἡμῶν συγχωροῦσι ταὐτὰ ἅπερ οἱ σύμμαχοι, καὶ διδόασιν ἡμῖν τὰ τείχη καὶ τὰς ναῦς καὶ τὰς νήσους ἡμῶν εἶναι. ποίαν τίνʼ οὖν χρὴ εἰρήνην πρεσβεύοντας ἥκειν; οὐ ταὐτὰ παρὰ τῶν πολεμίων εὑρομένους ἅπερ οἱ φίλοι διδόασι, καὶ διʼ ἅπερ ἠρξάμεθα πολεμεῖν, ἵνα ἡμῶν γένηται τῇ πόλει ταῦτα; οἱ μὲν τοίνυν ἄλλοι τὴν εἰρήνην ποιοῦνται τῶν ὑπαρχόντων ἀφιέντες, ἡμεῖς δὲ προσλαμβάνοντες αὐτὰ ὧν μάλιστα δεόμεθα.

然而,尽管承受了我们如此对待,他们依然承认与我们盟友所认可的完全相同的条款,允许我们的城墙、战船和诸岛归我们所有。那么,使节团究竟应当带回怎样的和平呢?难道不应当是在敌人那里获得朋友所给予的同等权利,并以此实现我们最初开战所求的目标,即让这些归我们城邦所有吗?其他城邦是通过放弃现有权益来缔结和平,而我们却额外获得了自身最需要的东西。

§24

τί οὖν ἐστιν ὑπόλοιπον περὶ ὅτου δεῖ βουλεύεσθαι; περὶ Κορίνθου καὶ περὶ ὧν ἡμᾶς Ἀργεῖοι προκαλοῦνται. πρῶτον μὲν περὶ Κορίνθου διδαξάτω μέ τις, Βοιωτῶν μὴ συμπολεμούντων, εἰρήνην δὲ ποιουμένων πρὸς Λακεδαιμονίους, τίνος ἐστὶν ἡμῖν ἀξία Κόρινθος.

那么,还有什么剩下需要商议的呢?无非是关于科林斯以及阿尔戈斯人对我们提出的要求。首先,请有人指教我关于科林斯的问题:在维奥蒂亚人不协同作战而与拉刻代蒙人缔结和平的情况下,科林斯对我们究竟有何价值?

§25

ἀναμνήσθητε γάρ, ὦ Ἀθηναῖοι, τῆς ἡμέρας ἐκείνης ὅτε Βοιωτοῖς τὴν συμμαχίαν ἐποιούμεθα, τίνα γνώμην ἔχοντες ταῦτα ἐπράττομεν. οὐχ ὡς ἱκανὴν οὖσαν τὴν Βοιωτῶν δύναμιν μεθʼ ἡμῶν γενομένην κοινῇ πάντας ἀνθρώπους ἀμύνασθαι; νῦν δὲ βουλευόμεθα, Βοιωτῶν εἰρήνην ποιουμένων πῶς δυνατοὶ Λακεδαιμονίοις πολεμεῖν ἐσμεν ἄνευ Βοιωτῶν.

雅典人啊,请回想我们与维奥蒂亚人结盟的那一天,我们是抱有怎样的意图做这件事的。难道不是认为维奥蒂亚人的力量与我们联合起来,足以共同击退所有敌人吗?而如今,在维奥蒂亚人缔结和平之际,我们却在商议没有维奥蒂亚人我们如何能够同拉刻代蒙人作战。

§26

ναί, φασί τινες, ἂν Κόρινθόν τε φυλάττωμεν καὶ συμμάχους ἔχωμεν Ἀργείους. ἰόντων δὲ Λακεδαιμονίων εἰς Ἄργος πότερον βοηθήσομεν αὐτοῖς ἢ οὔ; πολλὴ γὰρ ἀνάγκη ὁπότερον τούτων ἑλέσθαι. μὴ βοηθούντων μὲν οὖν ἡμῶν οὐδὲ λόγος ὑπολείπεται μὴ οὐκ ἀδικεῖν3 καὶ ποιεῖν Ἀργείους ὁποῖον ἄν τι βούλωνται δικαίως· βοηθούντων δὲ ἡμῶν εἰς Ἄργος οὐχ ἕτοιμον μάχεσθαι Λακεδαιμονίοις; ἵνα ἡμῖν τί γένηται;4 ἵνα ἡττώμενοι μὲν καὶ τὴν οἰκείαν χώραν ἀπολέσωμεν πρὸς τῇ Κορινθίων, νικήσαντες δὲ τὴν Κορινθίων Ἀργείων ποιήσωμεν. οὐχ ἕνεκα τούτων πολεμήσομεν;

“是的,”有人说,“只要我们驻守科林斯,并拥有阿尔戈斯人作为盟友。”但是,倘若拉刻代蒙人进军阿尔戈斯,我们究竟是去援助他们还是不去?因为在这两项之中做出抉择是无可逃避的。如果我们不予援助,我们就毫无借口声称自己没有行不义、阿尔戈斯人按其意愿行事并非正当;但如果我们前往阿尔戈斯施援,难道不是势必要同拉刻代蒙人交战吗?这究竟是为了让我们得到什么呢?难道是为了在战败时连同科林斯人的土地一并丧失我们自己的土地,而在取胜时却将科林斯人的土地交由阿尔戈斯人所有吗?难道我们作战就是为了这些吗?

语法注4 条
  1. 20χρήματα δʼ εἰσενηνοχότες

    此处出现句法转换:从前文的属格独立结构(τεθνεώτων μὲν αὐτοῖς ἀνδρῶν... τῆς δὲ γῆς... τετμημένης)转换为与定语从句主语(维奥蒂亚人)相一致的主格分词(εἰσενηνοχότες, πολεμήσαντες)。

  2. 22κακὸν ἀγαπητόν

    对前述动作(στήλην εὑρόμενοι παρʼ αὐτῶν στῆσαι,即获准立石柱订立和约)的句子同位语(宾格同位语),表示在当时绝境之下这一痛苦的让步乃是“万幸之害”。

  3. 26μὴ οὐκ ἀδικεῖν

    在否定句(οὐδὲ λόγος ὑπολείπεται,“毫无借口/言辞得以剩下”)之后引导不定式时双重否定使用 μὴ οὐ,意为“我们毫无理由推卸自己在行不义之举(即必然被视为不义)”。

  4. 26ἵνα ἡμῖν τί γένηται;

    疑问代词 τί 直接嵌入在 ἵνα 引导的目的从句中形成的修辞疑问句(“为了让我们得到什么呢?”),紧接其后的 ἵνα 从句指明无论胜败都对雅典毫无益处,从而揭示作战目的的荒谬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg003.humanitext-grc2:18-26