← 安多基德斯

论与拉刻代蒙人的和平

§1-9

斯巴达和约的历史先例与民主政体的维持

安多基德斯引用历史先例(五十年和平、三十年和平及尼西阿斯和约)论证,与斯巴达媾和从未导致民主政体被颠覆,反而每次和平都极大地增强了雅典的军备与财政实力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ὅτι μὲν εἰρήνην ποιεῖσθαι δικαίαν ἄμεινόν ἐστιν ἢ πολεμεῖν, δοκεῖτέ μοι, ὦ Ἀθηναῖοι, πάντες γιγνώσκειν· ὅτι δὲ οἱ ῥήτορες τῷ μὲν ὀνόματι τῆς εἰρήνης συγχωροῦσι, τοῖς δʼ ἔργοις ἀφʼ ὧν ἂν ἡ εἰρήνη γένοιτο ἐναντιοῦνται, τοῦτο δὲ οὐ πάντες αἰσθάνεσθε. λέγουσι γὰρ ὡς ἔστι δεινότατον τῷ δήμῳ, γενομένης εἰρήνης, ἡ νῦν οὖσα πολιτεία μὴ καταλυθῇ.1

雅典人啊,缔结正义的和平优于进行战争,依我看来你们所有人都是明白的;然而演说家们口头上赞同和平之名,在实际上却反对促成和平的举措,这一点却并非你们所有人都已察觉。因为他们宣称,对于平民大众而言,最可怕的事莫过于一旦缔结和平,现存的政体便会遭到颠覆。

§2

εἰ μὲν οὖν μηδεπώποτε πρότερον ὁ δῆμος ὁ Ἀθηναίων εἰρήνην ἐποιήσατο πρὸς Λακεδαιμονίους, εἰκότως ἂν ἐφοβούμεθα αὐτὸ διά τε τὴν ἀπειρίαν τοῦ ἔργου διά τε τὴν ἐκείνων ἀπιστίαν· ὅπου δὲ πολλάκις ἤδη πρότερον εἰρήνην ἐποιήσασθε δημοκρατούμενοι, πῶς οὐκ εἰκὸς ὑμᾶς πρῶτον ἐκεῖνα σκέψασθαι τὰ τότε γενόμενα; χρὴ γάρ, ὦ Ἀθηναῖοι, τεκμηρίοις χρῆσθαι τοῖς πρότερον γενομένοις περὶ τῶν μελλόντων ἔσεσθαι.

假使雅典人民此前从未同拉刻代蒙人缔结过和平,我们出于对此事的不熟悉以及对方的背信弃义而感到恐惧,固然是合情合理的;但在你们实行民主政体期间,既然此前已经多次缔结和平,你们首先回顾当年所发生的事情,难道不是理所应当的吗?雅典人啊,因为面对将要发生之事,我们必须以过去发生的事情作为凭证。

§3

ἡνίκα τοίνυν ἦν μὲν ὁ πόλεμος ἡμῖν ἐν Εὐβοίᾳ, Μέγαρα δὲ2 εἴχομεν καὶ Πηγὰς καὶ Τροζῆνα, εἰρήνης ἐπεθυμήσαμεν, καὶ Μιλτιάδην τὸν Κίμωνος ὠστρακισμένον καὶ ὄντα ἐν Χερρονήσῳ κατεδεξάμεθα διʼ αὐτὸ τοῦτο, πρόξενον ὄντα Λακεδαιμονίων, ὅπως πέμψαιμεν εἰς Λακεδαίμονα προκηρυκευσόμενον περὶ σπονδῶν.

当我们在优卑亚面临战事,同时占有墨伽拉、佩盖和特罗曾的时候,我们渴望和平,并正是为此召回了遭陶片放逐而身在刻松尼苏的客蒙之子米勒提阿得斯;因为他是拉刻代蒙人的邦宾,以便我们可以派遣他前往拉刻代蒙,就停战协定先行出使交涉。

§4

καὶ τότε ἡμῖν εἰρήνη ἐγένετο πρὸς Λακεδαιμονίους ἔτη πεντήκοντα, καὶ ἐνεμείναμεν ἀμφότεροι ταύταις ταῖς σπονδαῖς ἔτη τριακαίδεκα. ἓν δὴ τοῦτο, ὦ Ἀθηναῖοι, πρῶτον σκεψώμεθα. ἐν ταύτῃ τῇ εἰρήνῃ ὁ δῆμος ὁ Ἀθηναίων ἔσθʼ ὅπου κατελύθη; οὐδεὶς ἀποδείξει. ἀγαθὰ δὲ ὅσα ἐγένετο διὰ ταύτην τὴν εἰρήνην, ἐγὼ ὑμῖν φράσω.

那时我们同拉刻代蒙人达成了为期五十年的和平,双方恪守这桩停战协定达十三年之久。雅典人啊,首先让我们思考这第一点:在这段和平期间,雅典的民主政体可在何处遭到过颠覆?没有任何人能够证明这一点。然而因这场和平而获得了何等巨大的益处,我将向你们陈述。

§5

πρῶτον μὲν τὸν Πειραιᾶ ἐτειχίσαμεν ἐν τούτῳ τῷ χρόνῳ, εἶτα τὸ μακρὸν τεῖχος τὸ βόρειον· ἀντὶ δὲ τῶν τριήρων αἳ τότε ἡμῖν ἦσαν παλαιαὶ καὶ ἄπλοι, αἷς βασιλέα καὶ τοὺς βαρβάρους καταναυμαχήσαντες ἠλευθερώσαμεν τοὺς Ἕλληνας, ἀντὶ τούτων τῶν νεῶν3 ἑκατὸν τριήρεις ἐναυπηγησάμεθα, καὶ πρῶτον τότε τριακοσίους ἱππέας κατεστησάμεθα καὶ τοξότας τριακοσίους Σκύθας ἐπριάμεθα. ταῦτα ἐκ τῆς εἰρήνης τῆς πρὸς Λακεδαιμονίους ἀγαθὰ τῇ πόλει καὶ δύναμις τῷ δήμῳ τῷ Ἀθηναίων ἐγένετο.

首先,我们在此期间为比雷埃夫斯修筑了城墙,随后又修筑了北面的长墙;取代我们当时拥有的陈旧破损且无法出航的三列桨座战船——我们曾凭借它们在海战中击溃波斯王和蛮族并解放了希腊人——取代这些船只,我们建造了一百艘三列桨座战船,并且在那时首次设立了三百名骑兵,购买了三百名斯基泰弓箭手。正是由于同拉刻代蒙人的和平,城邦获得了这些益处,雅典人民也获得了力量。

§6

μετὰ δὲ ταῦτα διʼ Αἰγινήτας εἰς πόλεμον κατέστημεν, καὶ πολλὰ κακὰ παθόντες πολλὰ δὲ ποιήσαντες ἐπεθυμήσαμεν πάλιν τῆς εἰρήνης, καὶ ᾑρέθησαν δέκα ἄνδρες ἐξ Ἀθηναίων ἁπάντων πρέσβεις εἰς Λακεδαίμονα περὶ εἰρήνης αὐτοκράτορες, ὧν ἦν καὶ Ἀνδοκίδης ὁ πάππος ὁ ἡμέτερος. οὗτοι ἡμῖν εἰρήνην ἐποίησαν πρὸς Λακεδαιμονίους ἔτη τριάκοντα. καὶ ἐν τοσούτῳ χρόνῳ ἔστιν ὅπου, ὦ Ἀθηναῖοι, ὁ δῆμος κατελύθη; τί δέ; πράττοντές τινες δήμου κατάλυσιν ἐλήφθησαν; οὐκ ἔστιν ὅστις ἀποδείξει. ἀλλʼ αὐτὸ τὸ ἐναντιώτατον·

在此之后,我们因埃癸那人而陷入战争,在遭受了许多灾祸也施加了许多破坏之后,我们再次渴望和平;全雅典人中选出了十位全权使节前往拉刻代蒙商谈和平,我的祖父安多基德斯亦在其中。他们为我们与拉刻代蒙人缔结了三十年的和平。而在如此漫长的岁月里,雅典人啊,民主政体可在何处遭到颠覆?又或者,有谁曾因密谋颠覆民主政体而被捕获?没有任何人能够证明。正相反,事实完全相悖:

§7

αὕτη γὰρ ἡ εἰρήνη τὸν δῆμον τὸν Ἀθηναίων ὑψηλὸν ἦρε καὶ κατέστησεν ἰσχυρὸν οὕτως ὥστε πρῶτον μὲν ἐν τούτοις τοῖς ἔτεσιν εἰρήνην λαβόντες ἀνηνέγκαμεν χίλια τάλαντα εἰς τὴν ἀκρόπολιν, καὶ νόμῳ κατεκλῄσαμεν ἐξαίρετα εἶναι τῷ δήμῳ, τοῦτο δὲ τριήρεις ἄλλας ἑκατὸν ἐναυπηγησάμεθα, καὶ ταύτας ἐξαιρέτους ἐψηφισάμεθα εἶναι, νεωσοίκους τε ᾠκοδομησάμεθα, χιλίους τε καὶ διακοσίους ἱππέας καὶ τοξότας τοσούτους ἑτέρους κατεστήσαμεν, καὶ τὸ τεῖχος τὸ μακρὸν τὸ νότιον ἐτειχίσθη. ταῦτα ἐκ τῆς εἰρήνης τῆς πρὸς Λακεδαιμονίους ἀγαθὰ τῇ πόλει καὶ δύναμις τῷ δήμῳ τῷ Ἀθηναίων ἐγένετο.

因为正是这场和平将雅典人民抬升至崇高的地位,并使之如此强盛,以至于首先在这几年获得和平期间,我们将一千塔兰同运上了卫城,并依法律封存作为留给人民的特别储备;其次,我们另建造了一百艘三列桨座战船,并投票决议将它们作为预备船只,还修建了船坞,组建了一千二百名骑兵和同样人数的弓箭手,南面的长墙也得以落成。正是由于同拉刻代蒙人的和平,城邦获得了这些益处,雅典人民也获得了力量。

§8

πάλιν δὲ διὰ Μεγαρέας πολεμήσαντες καὶ τὴν χώραν τμηθῆναι προέμενοι, πολλῶν ἀγαθῶν στερηθέντες αὖθις τὴν εἰρήνην ἐποιησάμεθα, ἣν ἡμῖν Νικίας ὁ Νικηράτου κατηργάσατο. οἶμαι δʼ ὑμᾶς ἅπαντας εἰδέναι τοῦτο, ὅτι διὰ ταύτην τὴν εἰρήνην ἑπτακισχίλια μὲν τάλαντα νομίσματος εἰς τὴν ἀκρόπολιν ἀνηνέγκαμεν, ναῦς δὲ πλείους ἢ τριακοσίας ἐκτησάμεθα, καὶ φόρος προσῄει κατʼ ἐνιαυτὸν πλέον ἢ διακόσια καὶ χίλια τάλαντα, καὶ Χερρόνησόν τε εἴχομεν καὶ Νάξον καὶ Εὐβοίας πλέον ἢ τὰ δύο μέρη· τάς τε ἄλλας ἀποικίας καθʼ ἕκαστον διηγεῖσθαι μακρὸς ἂν εἴη λόγος. ταῦτα δʼ ἔχοντες τὰ ἀγαθὰ πάλιν κατέστημεν εἰς πόλεμον πρὸς Λακεδαιμονίους, πεισθέντες καὶ τότε ὑπʼ Ἀργείων.

后来,我们又因墨伽拉人发动战争,任由国土遭受蹂躏,丧失了诸多财富之后,我们再次达成了由尼客拉托斯之子尼西阿斯为我们争得的和平。我想你们所有人都知晓此事,即因这场和平,我们将七千塔兰同铸币运上了卫城,并且获得了三百多艘战舰,每年有超过一千二百塔兰同的贡赋进账,我们占有刻松尼苏、纳克索斯以及优卑亚的三分之二以上土地;若要逐一叙述其他殖民地,那将是一篇冗长的长篇大论。坐拥这些财富与优势,我们却再次陷入了同拉刻代蒙人的战争,在当时也是受到了阿哥斯人的劝诱说服。

语法注3 条
  1. 1λέγουσι γὰρ ὡς ἔστι δεινότατον τῷ δήμῳ, γενομένης εἰρήνης, ἡ νῦν οὖσα πολιτεία μὴ καταλυθῇ.

    由形容词中性主格 δεινότατον 引出的 μὴ καταλυθῇ(带不定过去时虚拟式)相当于后接于表担忧/恐惧动词的从属小句(“唯恐……/担心……”)。该从句作为 δεινότατον 的实际主语或同位解释成分,表达出所担忧的具体内容。

  2. 2πρῶτον μὲν ... τοῦτο δὲ

    在通常应当出现 πρῶτον μὲν ... ἔπειτα δὲ(或 δεύτερον δέ)的呼应结构中,中性代词 τοῦτο δέ 被副词性地使用,意为“第二/其次”,用以引出罗列的第二项内容。

  3. 5ἀντὶ δὲ τῶν τριήρων ... ἀντὶ τούτων τῶν νεῶν

    介词短语 ἀντὶ δὲ τῶν τριήρων 因其后插入的长关系从句(αἳ τότε... ἠλευθερώσαμεν τοὺς Ἕλληνας)而与主句谓语动词(ἐναυπηγησάμεθα)相隔较远,因此通过 ἀντὶ τούτων τῶν νεῶν 进行了重述(复现/epanalepsis)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg003.humanitext-grc2:1-9