- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg002.humanitext-grc2:8-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安多基德斯陈述了自己如何以身蒙羞平息城邦危机,以及此后流亡期间如何无私地向萨摩斯的雅典军队提供桨木与物资,然而回国后却遭到四百人政权逮捕并被控叛国的事实。
ἐγὼ τοίνυν ἐκ τῶν παρόντων εἱλόμην ταῦτα, ἃ ἐμοὶ μὲν λύπας ἐπὶ χρόνον πλεῖστον οἴσειν ἔμελλεν, ὑμῖν δὲ ταχίστην τοῦ παρόντος τότε κακοῦ μετάστασιν. ἀναμνήσθητε δὲ ἐν οἵῳ κινδύνῳ τε καὶ ἀμηχανίᾳ καθέστατε, καὶ ὅτι οὕτω σφόδρα σφᾶς αὐτοὺς ἐπεφόβησθε, ὥστʼ οὐδʼ εἰς τὴν ἀγορὰν ἔτι ἐξῇτε, ἕκαστος ὑμῶν οἰόμενος συλληφθήσεσθαι. ταῦτα τοίνυν ὥστε μὲν γενέσθαι τοιαῦτα, πολλοστὸν δή τι ἐγὼ μέρος τῆς αἰτίας ηὑρέθην ἔχων, ὥστε μέντοι παυθῆναι, ἐγὼ εἷς ὢν μόνος αἴτιος.
因此,从当时的处境出发,我选择了这样一条道路:它注定会给我自己带来最持久的痛苦,却会给诸位带来从当时眼前灾祸中最迅速的解脱。请回忆一下,诸位当时陷入了何等危险与困顿之中,诸位彼此戒惧至深,以至于大家甚至不再出门前往广场,每个人都以为自己会被逮捕。至于事态何以演变至此,查明我只有极微小的一部分责任;但事态之所以平息,我一人却是唯一的缘由。
καὶ ὅμως τό γε δυστυχέστατος εἶναι ἀνθρώπων οὐδαμῇ ἐκφεύγω, ὅτε δὴ προαγομένης μὲν τῆς πόλεως ἐπὶ ταύτας τὰς συμφορὰς οὐδεὶς ἐμοῦ ἤρχετο γίγνεσθαι δυσδαιμονέστερος, μεθισταμένης δὲ πάλιν εἰς τὸ ἀσφαλὲς ἁπάντων ἐγὼ ἀθλιώτατος. ὄντων γὰρ κακῶν τοσούτων τῇ πόλει ἀδύνατον ἦν ταῦτα ἰαθῆναι ἄλλως ἢ τῷ ἐμῷ αἰσχρῷ, ὥστʼ ἐν αὐτῷ ᾧ ἐγὼ κακῶς ἔπραττον, ἐν τούτῳ ὑμᾶς σῴζεσθαι. χάριν οὖν εἰκός με, οὐ μῖσος τῷ δυστυχήματι τούτῳ φέρεσθαι παρʼ ὑμῶν.
然而,我却无论如何也逃脱不了成为全人类中最不幸者的命运:正当城邦陷入这些灾难时,没有人开始比我更为厄运缠身;而当城邦重新恢复安全时,我却成了所有人中最悲惨的。因为当城邦面临如此重重灾难时,除了以我的耻辱为代价之外,绝无可能得到医治,以至于正是在我受难的同时,诸位得到了拯救。因此,对于这一不幸,我理应从诸位那里得到感激,而非憎恨。
καίτοι ἐγὼ τότʼ αὐτὸς γνοὺς τὰς ἐμαυτοῦ συμφοράς, ᾧ τινι κακῶν τε καὶ αἰσχρῶν οὐκ οἶδʼ εἴ τι ἀπεγένετο, τὰ μὲν παρανοίᾳ τῇ ἐμαυτοῦ, τὰ δʼ ἀνάγκῃ τῶν παρόντων πραγμάτων, ἔγνων ἥδιστον εἶναι πράττειν τε τοιαῦτα καὶ διαιτᾶσθαι ἐκεῖ, ὅπου ἥκιστα μέλλοιμι ὀφθήσεσθαι ὑφʼ ὑμῶν. ἐπειδὴ δὲ χρόνῳ ὕστερον εἰσῆλθέ μοι, ὥσπερ εἰκός, ἐπιθυμία τῆς τε μεθʼ ὑμῶν πολιτείας ἐκείνης καὶ διαίτης, ἐξ ἧς δευρὶ μετέστην, ἔγνων λυσιτελεῖν μοι ἢ τοῦ βίου ἀπηλλάχθαι, ἢ τὴν πόλιν ταύτην ἀγαθόν τι τοσοῦτον ἐργάσασθαι, ὥστε ὑμῶν ἑκόντων εἶναί ποτέ μοι πολιτεύσασθαι μεθʼ ὑμῶν.1
尽管如此,我当时亲自省察了自己的灾难——我不清楚在一切罪咎与耻辱中,究竟是否有任何一件避开了我,这部分是出于我自己的癫狂,部分是由于眼前事态的逼迫——我认为,在最不可能被诸位见到的地方做事和定居,乃是最好的选择。但一段时间之后,正如人之常情,我心中涌起了对以往与诸位共同生活的城邦体制和生活方式的向往,而我正是从这种生活中流落异乡的;我深知对我而言,要么离开人世,要么就为这个城邦立下如此巨大的功绩,以至于在诸位出于自愿的情况下,有朝一日我得以与诸位共同参政,唯此才有价值。
ἐκ δὲ τούτου οὐ πώποτε οὔτε τοῦ σώματος οὔτε τῶν ὄντων ἐμοὶ ἐφεισάμην, ὅπου ἔδει παρακινδυνεύειν· ἀλλʼ αὐτίκα μὲν τότε εἰσήγαγον εἰς στρατιὰν ὑμῶν οὖσαν ἐν Σάμῳ κωπέας, τῶν τετρακοσίων ἤδη τὰ πράγματα ἐνθάδε κατειληφότων, ὄντος μοι Ἀρχελάου ξένου πατρικοῦ καὶ διδόντος τέμνεσθαί τε καὶ ἐξάγεσθαι ὁπόσους ἐβουλόμην. τούτους τε εἰσήγαγον τοὺς κωπέας, καὶ παρόν μοι πέντε δραχμῶν τὴν τιμὴν αὐτῶν δέξασθαι2 οὐκ ἠθέλησα πράξασθαι πλέον ἢ ὅσου ἐμοὶ κατέστησαν· εἰσήγαγον δὲ σῖτόν τε καὶ χαλκόν.
自此之后,凡是需要冒险之处,我从未吝惜过自己的生命或财产。当下在那时,四百人议事会已经夺取了这里的政权,由于阿耳刻拉奥是我父辈的宾客,允许我随意采伐和输出木材,我便向驻扎在萨摩斯的诸位军队运送了桨木。我运去了这些桨木,尽管本可以按每根五德拉克马的价格收取报酬,但我绝不愿索取高于自己实际成本的价钱;我还运去了粮食和青铜。
καὶ οἱ ἄνδρες ἐκεῖνοι ἐκ τούτων παρεσκευασμένοι ἐνίκησαν μετὰ ταῦτα Πελοποννησίους ναυμαχοῦντες, καὶ τὴν πόλιν ταύτην μόνοι ἀνθρώπων ἔσῳσαν ἐν τῷ τότε χρόνῳ. εἰ τοίνυν μεγάλων ἀγαθῶν αἴτια ὑμᾶς ἠργάσαντο ἐκεῖνοι, μέρος ἐγὼ οὐκ ἂν ἐλάχιστον δικαίως ταύτης τῆς αἰτίας ἔχοιμι. εἰ γὰρ τοῖς ἀνδράσιν ἐκείνοις τότε τὰ ἐπιτήδεια μὴ εἰσήχθη, οὐ περὶ τοῦ σῷσαι τὰς Ἀθήνας ὁ κίνδυνος ἦν αὐτοῖς μᾶλλον ἢ περὶ τοῦ μηδʼ αὐτοὺς σωθῆναι.3
那些军人凭借这些物资装备起来,随后在海战中击败了伯罗奔尼撒人,在当时的危局中,唯独他们拯救了这座城邦。因此,如果他们是诸位蒙受巨大福祉的创造者,我理应合理地在这一功绩中占有不小的一份。因为当时若没有把必需品运送给那些军人,他们所面临的危险与其说是能否拯救雅典,不如说是他们自己甚至能否保全性命。
τούτων τοίνυν οὕτως ἐχόντων οὐκ ὀλίγῳ μοι παρὰ γνώμην ηὑρέθη τὰ ἐνταῦθα πράγματα ἔχοντα. κατέπλευσα μὲν γὰρ ὡς ἐπαινεθησόμενος ὑπὸ τῶν ἐνθάδε προθυμίας τε ἕνεκα καὶ ἐπιμελείας τῶν ὑμετέρων πραγμάτων· πυθόμενοι δέ τινές με ἥκοντα τῶν τετρακοσίων ἐζήτουν τε παραχρῆμα, καὶ λαβόντες ἤγαγον εἰς τὴν βουλήν.
然而,事情虽是如此,这里的局势却完全出乎我的意料。因为我乘船归来,本以为会因对诸位事业的热忱与照拂而受到这里人们的称赞;但四百人政权中的某些人得知我已到来,便立刻搜捕我,将我拿下并押解到议事会。
εὐθὺς δὲ παραστάς μοι Πείσανδρος ἄνδρες ἔφη βουλευταί, ἐγὼ τὸν ἄνδρα τοῦτον ἐνδεικνύω ὑμῖν σῖτόν τε εἰς τοὺς πολεμίους εἰσαγαγόντα καὶ κωπέας. καὶ τὸ πρᾶγμα ἤδη πᾶν διηγεῖτο ὡς ἐπέπρακτο. ἐν δὲ τῷ τότε τὰ ἐναντία φρονοῦντες δῆλοι ἦσαν ἤδη οἱ ἐπὶ στρατιᾶς ὄντες τοῖς τετρακοσίοις.
这时,佩桑德罗斯立刻站到我身边, “议事员 诸位,”他说: “我向诸位告发此人,他向敌人运送了粮食和桨木。” 接着他便把事情的原委一五一十地讲述了一遍;因为在当时,军中将士与四百人政权在立场上公开对立,早已人尽皆知。
- 10ὥστε ὑμῶν ἑκόντων εἶναί ποτέ μοι πολιτεύσασθαι μεθʼ ὑμῶν
在由 ὥστε 引导的结果从句(接不定词)中,ὑμῶν ἑκόντων 是表示伴随状况的独立属格(“在诸位出于自愿的情况下”),而 εἶναι 则是受 ὥστε 支配的主导不定词,用作无人称动词,相当于 ἐξεῖναι(意为“得以/获准”),接与格 μοι(εἶναί ποτέ μοι)及补足不定词 πολιτεύσασθαι,意为“使我有朝一日得以(与诸位)共同参政”。
- 11παρόν μοι πέντε δραχμῶν τὴν τιμὴν αὐτῶν δέξασθαι
παρόν 是无人称动词 πάρεστι 的无人称独立对格(accusative absolute),带有让步意味,意为“尽管我原本可以……”。πέντε δραχμῶν 是表示价格的属格(genitive of price),用于限定名词短语 τὴν τιμὴν αὐτῶν(它们的价格),指每根五德拉克马的价格。
- 12οὐ περὶ τοῦ σῷσαι τὰς Ἀθήνας ὁ κίνδυνος ἦν αὐτοῖς μᾶλλον ἢ περὶ τοῦ μηδʼ αὐτοὺς σωθῆναι
比较句式 οὐ... μᾶλλον ἤ(字面上为“与其说是关于……不如说是关于……”)与后一冠词不定词短语中的否定词 μηδέ(甚至不)相结合,构成强烈的对比强调结构,意为“面临的危险与其说是能否拯救雅典,倒不如说是他们自己甚至能否保全性命”。
