- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg002.humanitext-grc2:15-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者回顾了在四百人政权前通过避难于圣火祭坛得以幸免的经历,论证了冒着个人安危与财产奉献城邦远比耗费公资与兵力的将领更具价值,并公开了自己秘密促成塞浦路斯运粮船队抵港的功绩以求得宽赦。
κἀγώ — θόρυβος γὰρ δὴ τοιοῦτος ἐγίγνετο τῶν βουλευτῶν — ἐπειδὴ ἐγίγνωσκον ἀπολούμενος, εὐθὺς προσπηδῶ πρὸς τὴν ἑστίαν καὶ λαμβάνομαι τῶν ἱερῶν. ὅπερ μοι καὶ πλείστου ἄξιον ἐγένετο ἐν τῷ τότε· εἰς γὰρ τοὺς θεοὺς ἔχοντα ὀνείδη1 οὗτοί με μᾶλλον τῶν ἀνθρώπων ἐοίκασι κατελεῆσαι, βουληθέντων τε αὐτῶν ἀποκτεῖναί με οὗτοι ἦσαν οἱ διασῴσαντες. δεσμά τε ὕστερον καὶ κακὰ ὅσα τε καὶ οἷα τῷ σώματι ἠνεσχόμην, μακρὸν ἂν εἴη μοι λέγειν.
而我——因为议事员们中间爆发了如此巨大的骚乱——当我意识到自己即将丧命时,便立刻跳向圣火祭坛,紧紧抓住圣物。这在当时对我而言确实带来了最大的效用;因为尽管我在神明面前背负着恶名,但神明似乎比凡人更为怜悯我,当那些人意图置我于死地时,正是神明拯救了我。至于后来我所承受的桎梏,以及我身体所经历的痛苦在数量和种类上是何等深重,由我道来将是冗长的一段话。
οὗ δὴ καὶ μάλιστʼ ἐμαυτὸν ἀπωλοφυράμην· ὅστις τοῦτο μὲν ἐν ᾧ ἐδόκει ὁ δῆμος κακοῦσθαι, ἐγὼ ἀντὶ τούτου κακὰ εἶχον, τοῦτο δὲ ἐπειδὴ ἐφαίνετο εὖ ὑπʼ ἐμοῦ πεπονθώς, πάλιν αὖ καὶ διὰ τοῦτʼ ἐγὼ ἀπωλλύμην. ὥστε ὁδόν τε καὶ πόρον μηδαμῇ ἔτι εἶναί μοι εὐθαρσεῖν· ὅποι γὰρ τραποίμην, πάντοθεν κακόν τί μοι ἐφαίνετο ἑτοιμαζόμενον. ἀλλʼ ὅμως καὶ ἐκ τούτων τοιούτων ὄντων ἀπαλλαγεὶς οὐκ ἔστιν ὅ τι ἕτερον ἔργον περὶ πλείονος ἐποιούμην ἢ τὴν πόλιν ταύτην ἀγαθόν τι ἐργάσασθαι.
正是在这件事情上,我最深切地哀叹自己的命运:一方面,当民众似乎遭受苦难时,我替他们承受苦难;另一方面,当民众显露出从我这里蒙受了恩惠时,我反倒又因为这个缘故险些送命。以至于我再也没有任何门路和途径可以鼓起勇气;因为无论我转向何处,似乎各处都在为我准备着某种灾难。然而即便如此,在摆脱了这些灾难之后,我绝没有把任何其他事务看得比为这个城邦做些好事更为崇高。
ὁρᾶν δὲ χρή, ὦ Ἀθηναῖοι, ὅσῳ τὰ τοιαῦτα τῶν ὑπουργημάτων διαφέρει. τοῦτο μὲν γὰρ ὅσοι τῶν πολιτῶν τὰ ὑμέτερα πράγματα διαχειρίζοντες ἀργύριον ὑμῖν ἐκπορίζουσιν, ἄλλο τι ἢ2 τὰ ὑμέτερα ὑμῖν διδόασι; τοῦτο δὲ ὅσοι στρατηγοὶ γενόμενοι καλόν τι τὴν πόλιν κατεργάζονται, τί ἄλλο ἢ μετὰ τῆς τῶν ὑμετέρων σωμάτων ταλαιπωρίας τε καὶ κινδύνων, καὶ ἔτι τῶν κοινῶν χρημάτων δαπάνης, ποιοῦσιν ὑμᾶς εἴ τι τυγχάνουσιν ἀγαθόν; ἐν ᾧ καὶ ἄν τι ἐξαμάρτωσιν, οὐκ αὐτοὶ τῆς σφετέρας αὐτῶν ἁμαρτίας δίκην διδόασιν, ἀλλʼ ὑμεῖς ὑπὲρ τῶν ἐκείνοις ἡμαρτημένων.
雅典人啊,诸位应当看清,此类恩惠之间有着多么巨大的差别。因为一方面,凡是管理诸位的公共事务并为诸位筹措钱财的公民,难道不只是把本属于诸位的财富交还给诸位吗?另一方面,凡是担任将军并为城邦立下卓著功勋的人,除了凭借诸位自身的劳苦与肉体的危险,再加上公共资金的耗费之外,他们又是如何使诸位获得他们恰好取得的一点利益的呢?在这一过程中,如果他们犯了什么过错,他们自己并不为自身的过错承担惩罚,反倒是诸位要为他们所犯的过错付出代价。
ἀλλʼ ὅμως οὗτοι στεφανοῦνταί γε ὑφʼ ὑμῶν καὶ ἀνακηρύττονται ὡς ὄντες ἄνδρες ἀγαθοί. καὶ οὐκ ἐρῶ ὡς οὐ δικαίως· μεγάλη γὰρ ἐστιν ἀρετή, ὅστις τὴν ἑαυτοῦ πόλιν ὁτῳοῦν δύναται τρόπῳ ἀγαθόν τι ἐργάζεσθαι. ἀλλʼ οὖν γιγνώσκειν γε χρὴ ὅτι ἐκεῖνος ἂν εἴη πολὺ πλείστου ἄξιος ἀνήρ, ὅστις τοῖς ἑαυτοῦ παρακινδυνεύων χρήμασί τε καὶ σώματι τολμῴη ἀγαθόν τι ποιεῖν τοὺς ἑαυτοῦ πολίτας.
然而,这些人却依然受到诸位的加冕,并被宣布为卓越之士。我绝不说这是不公道的;因为无论以何种方式能够为自己的城邦立下功绩的人,都具有伟大的美德。但无论如何诸位必须认识到,唯有那个冒着自己的财产和肉体的危险、敢于为自己的公民同胞谋福利的人,才是远远最具价值的人。
ἐμοὶ τοίνυν τὰ μὲν ἤδη εἰς ὑμᾶς πεπραγμένα σχεδόν τι ἅπαντες ἂν εἰδεῖτε, τὰ δὲ μέλλοντά τε καὶ ἤδη πραττόμενα ἄνδρες ὑμῶν πεντακόσιοι ἐν ἀπορρήτῳ ἴσασιν. οὓς πολλῷ δήπου εἰκὸς ἧττον ἄν τι ἐξαμαρτεῖν, ἢ εἰ ὑμᾶς δέοι ἀκούσαντάς τι ἐν τῷ παραχρῆμα νῦν διαβουλεύσασθαι. οἱ μέν γε σχολῇ περὶ τῶν εἰσαγγελλομένων σκοποῦνται, ὑπάρχει τε αὐτοῖς, ἐάν τι ἐξαμαρτάνωσιν, αἰτίαν ἔχειν καὶ λόγον αἰσχρὸν ἐκ τῶν ἄλλων πολιτῶν· ὑμῖν δὲ οὐκ εἰσὶν ἕτεροι ὑφʼ ὧν αἰτίαν ἂν ἔχοιτε·
至于我已经为诸位所做的事情,诸位几乎人人皆知;但关于未来的以及现正在办理的事务,诸位当中的五百人已在机密中知晓。由他们来定夺,显然比诸位在当场听取片言只语后就必须立刻进行决议,犯错的可能性要小得多。因为他们能够从容地审议所呈报的事项,并且如果他们犯了错误,他们难免要承受来自其他公民的指责和恶名;而对于诸位而言,却不存在可以追究诸位责任的其他人。
τὰ γὰρ ὑμέτερα αὐτῶν ἐφʼ ὑμῖν δικαίως ἐστὶ καὶ εὖ καὶ κακῶς, ἐὰν βούλησθε, διαθέσθαι. ἅ γε μέντοι ἔξω τῶν ἀπορρήτων οἷόν τέ μοί ἐστιν εἰπεῖν εἰς ὑμᾶς ἤδη πεπραγμένα, ἀκούσεσθε. ἐπίστασθε γὰρ που ὡς ἠγγέλθη ὑμῖν ὅτι οὐ μέλλει ἐκ Κύπρου σῖτος ἥξειν ἐνταῦθα· ἐγὼ τοίνυν τοιοῦτός τε καὶ τοσοῦτος ἐγενόμην, ὥστε τοὺς ἄνδρας τοὺς ταῦτα βουλεύσαντας ἐφʼ ὑμῖν καὶ πράξαντας ψευσθῆναι τῆς αὑτῶν γνώμης.3
因为诸位自己的事务,无论办好还是办坏,如果诸位愿意,理所当然全凭诸位自己处置。然而,在机密范围之外、我已经为诸位做妥的事情中我可以言说的部分,请诸位倾听。诸位大概都知道,曾有消息报给诸位,说粮食将不会从塞浦路斯运抵这里;而我正是表现出了这样的作为与能耐,以至于让那些针对诸位谋划并实行此事的人,其盘算完全落了空。
καὶ ὡς μὲν ταῦτα διεπράχθη, οὐδὲν προὔργου ἀκοῦσαι ὑμῖν· τάδε δὲ νυνὶ βούλομαι ὑμᾶς εἰδέναι, ὅτι αἱ μέλλουσαι νῆες ἤδη σιταγωγοὶ καταπλεῖν εἰς τὸν Πειραιᾶ εἰσιν ὑμῖν τέτταρες καὶ δέκα, αἱ δὲ λοιπαὶ τῶν ἐκ Κύπρου ἀναχθεισῶν ἥξουσιν ἁθρόαι οὐ πολὺ ὕστερον. ἐδεξάμην δʼ ἂν ἀντὶ πάντων χρημάτων εἶναι ἐν ἀσφαλεῖ φράσαι πρὸς ὑμᾶς ἃ καὶ τῇ βουλῇ ἐν ἀπορρήτῳ εἰσήγγειλα, ὅπως αὐτόθεν προῄδετε.
至于这些事情是如何办成的,诸位听了并无裨益;但我现在希望诸位知道的是:即将为诸位驶入比雷埃夫斯港的运粮船目前已有十四艘,其余从塞浦路斯启航的船只不久之后也将一并抵达。我本愿付出一切财富,换取能在安全的处境中将我在机密中向议事会呈报的事情也向诸位说明,以便诸位当场就能预先知晓。
- 15εἰς γὰρ τοὺς θεοὺς ἔχοντα ὀνείδη
宾格分词 ἔχοντα 与后文的 με 一致(“尽管我在神明面前背负着恶名”)。这里强调了一种反讽与神恩:说话人虽蒙受对神不敬的罪名,但在被凡人(四百人政权)意图处决时,恰恰是在神明的祭坛得到了神明本身的庇护与怜悯。
- 17ἄλλο τι ἢ
短语 ἄλλο τι ἤ(“难道是别的什么而不是……吗?”)是预期肯定回答的反问惯用表达,实际表达强烈的肯定断言(“无非就是……”),各语言均依此统一步调进行传达。
- 20ψευσθῆναι τῆς αὑτῶν γνώμης
被动不定词 ψευσθῆναι 支配表示期待或分离的属格 τῆς αὑτῶν γνώμης,构成惯用表达,意为“落空/被剥夺了原本的预期与算计”。
