← 安多基德斯

论归国

§1-7

驳斥政敌恶意并为昔日告发辩护

安多基德斯斥责政敌出于私心阻挠他为城邦谋福利的行径是极其愚蠢且怀有敌意的,并解释自己当年的告发实为挽救父亲性命而被迫作出的痛苦抉择,恳请雅典人予以宽容。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

εἰ μέν, ὦ ἄνδρες, ἐν ἑτέρῳ τῳ πράγματι οἱ παριόντες μὴ τὴν αὐτὴν γνώμην ἔχοντες πάντες ἐφαίνοντο, οὐδὲν ἂν θαυμαστὸν ἐνόμιζον· ὅπου μέντοι δεῖ τὴν πόλιν ἐμέ τι ποιῆσαι ἀγαθόν, ἢ εἴ τις ἕτερος βούλοιτο ἐμοῦ κακίων, δεινότατον ἁπάντων χρημάτων ἡγοῦμαι, εἰ τῷ μὲν δοκεῖ ταῦτα τῷ δὲ μή, ἀλλὰ μὴ πᾶσιν ὁμοίως. εἴπερ γὰρ ἡ πόλις ἁπάντων τῶν πολιτευομένων κοινή ἐστι, καὶ τὰ γιγνόμενα δήπου ἀγαθὰ τῇ πόλει κοινά ἐστι.

诸位,倘若登台发言者在任何其他事情上表现出意见不一,我绝不会感到惊奇;然而,当涉及我应当为城邦做些善事,抑或某个比我更恶劣的人意欲如此时,如果此人赞同而彼人不赞同,而未能众人一致,我认为这在一切事情中是最骇人听闻的。因为城邦既然是全体参政公民所共有的,那么为城邦带来的益处自然也是共有的。

§2

τουτὶ τοίνυν τὸ μέγα καὶ δεινὸν πάρεστιν ὑμῖν ὁρᾶν τοὺς μὲν ἤδη πράττοντας, τοὺς δὲ τάχα μέλλοντας· καί μοι μέγιστον θαῦμα παρέστηκε, τί ποτε οὗτοι οἱ ἄνδρες δεινῶς οὕτω περικάονται, εἴ τι ὑμᾶς χρὴ ἀγαθὸν ἐμοῦ ἐπαυρέσθαι.1 δεῖ γὰρ αὐτοὺς ἤτοι ἀμαθεστάτους εἶναι πάντων ἀνθρώπων, ἢ τῇ πόλει ταύτῃ δυσμενεστάτους. εἰ μέν γε νομίζουσι τῆς πόλεως εὖ πραττούσης καὶ τὰ ἴδια σφῶν αὐτῶν ἄμεινον ἂν φέρεσθαι, ἀμαθέστατοί εἰσι τὰ ἐναντία νῦν τῇ ἑαυτῶν ὠφελείᾳ σπεύδοντες· εἰ δὲ μὴ ταὐτὰ ἡγοῦνται σφίσι τε αὐτοῖς συμφέρειν καὶ τῷ ὑμετέρῳ κοινῷ, δυσμενεῖς ἂν τῇ πόλει εἶεν· οἵτινες εἰσαγγείλαντός μου ἀπόρρητα εἰς τὴν βουλὴν περὶ τῶν πραγμάτων, ὧν ἀποτελεσθέντων οὐκ εἰσὶ τῇ πόλει ταύτῃ μείζονες ὠφέλειαι, καὶ τούτων ἀποδεικνύντος μου τοῖς βουλευταῖς σαφεῖς τε καὶ βεβαίους τὰς ἀποδείξεις, ἐκεῖ μὲν οὔτε τούτων τῶν ἀνδρῶν οἱ παραγενόμενοι ἐλέγχοντες οἷοί τʼ ἦσαν ἀποδεῖξαι εἴ τι μὴ ὀρθῶς ἐλέγετο, οὔτʼ ἄλλος οὐδείς, ἐνθάδε δὲ νῦν πειρῶνται διαβάλλειν.

因此,诸位如今正可以看到这种重大而可怕的行径:有些人已经在做,有些人或许正打算做。令我感到极大惊异的是,倘若诸位理应从我这里获得什么益处,这些人究竟为何如此气急败坏。因为他们要么必定是全人类中最愚昧的,要么就是对这个城邦最怀敌意的。如果他们确实认为城邦繁荣,他们自己的私事也会运转得更好,那么他们现在竭力追求与自身利益相反之事,便是最愚昧的;但如果他们认为对自己有利的事与对诸位的公共利益并不一致,他们就必定是对城邦怀有敌意。因为当我向议事会就某些事项提出秘密告发——这些事项一旦完成,对本城邦而言莫大之益莫过于此——并且我向议事员们出示了这些事项明确而可靠的证据时,在场的这伙人中没有一个人能够通过辩驳证明有任何不实之处,其他人也没有一个能够做到,然而如今在这里,他们却企图加以诽谤。

§4

σημεῖον οὖν τοῦτο ὅτι οὗτοι οὐκ ἀφʼ αὑτῶν ταῦτα πράττουσιν — εὐθὺς γὰρ ἂν τότε ἠναντιοῦντο — ἀλλʼ ἀπʼ ἀνδρῶν ἑτέρων, οἷοί εἰσιν ἐν τῇ πόλει ταύτῃ, οὐδενὸς ἂν χρήματος δεξάμενοι2 ὑμᾶς τι ἀγαθὸν ἐξ ἐμοῦ πρᾶξαι. καὶ αὐτοὶ μὲν οὗτοι οἱ ἄνδρες οὐ τολμῶσι σφᾶς αὐτοὺς εἰς τὸ μέσον καταστήσαντες διισχυρίζεσθαι περὶ τούτων, φοβούμενοι ἔλεγχον διδόναι εἴ τι εἰς ὑμᾶς τυγχάνουσι μὴ εὖ φρονοῦντες· ἑτέρους δὲ εἰσπέμπουσι, τοιούτους ἀνθρώπους οἷς εἰθισμένοις ἤδη ἀναισχυντεῖν οὐδὲν διαφέρει εἰπεῖν τε καὶ ἀκοῦσαι τὰ μέγιστα τῶν κακῶν.

因此,这就是一个明证,表明他们并不是出于自己的意图在做这些事——因为要是那样,他们当时就会立刻反对——而是受城邦中某些人的指使,这等人无论给多少钱财,也绝不甘愿诸位从我这里获得任何益处。这些幕后之人自己不敢挺身而出站在公众面前断言这些事,害怕接受审查、暴露自己对诸位怀有二心;相反,他们派遣其他人前来,这些人早已习惯了寡廉鲜耻,对于说出和听到最恶劣的辱骂都毫不在乎。

§5

τὸ δʼ ἰσχυρὸν τοῦτο μόνον εὕροι τις ἂν αὐτῶν ἐν τοῖς λόγοις, τὰς ἐμὰς συμφορὰς ἐπὶ παντὶ ὀνειδίζειν, καὶ ταῦτα ἐν εἰδόσι δήπου κάλλιον ὑμῖν, ὥστε μηδὲν ἂν τούτων δικαίως τιμὴν αὐτοῖς τινα φέρειν. ἐμοὶ δέ, ὦ ἄνδρες, καὶ τῷ πρώτῳ τοῦτο εἰπόντι ὀρθῶς δοκεῖ εἰρῆσθαι, ὅτι πάντες ἄνθρωποι γίγνονται ἐπὶ τῷ εὖ καὶ κακῶς πράττειν, μεγάλη δὲ δήπου καὶ τὸ ἐξαμαρτεῖν δυσπραξία ἐστί, καὶ εἰσὶν εὐτυχέστατοι μὲν οἱ ἐλάχιστα ἐξαμαρτάνοντες, σωφρονέστατοι δὲ οἳ ἂν τάχιστα μεταγιγνώσκωσι. καὶ ταῦτα οὐ διακέκριται τοῖς μὲν γίγνεσθαι τοῖς δὲ μή, ἀλλʼ ἔστιν ἐν τῷ κοινῷ πᾶσιν ἀνθρώποις καὶ ἐξαμαρτεῖν τι καὶ κακῶς πρᾶξαι. ὧν ἕνεκα, ὦ Ἀθηναῖοι, εἰ ἀνθρωπίνως περὶ ἐμοῦ γιγνώσκοιτε, εἴητε ἂν ἄνδρες εὐγνωμονέστεροι. οὐ γὰρ φθόνου μᾶλλον ἢ οἴκτου ἄξιά μοί ἐστι τὰ γεγενημένα· ὃς εἰς τοσοῦτον ἦλθον δυσδαιμονίας, εἴτε χρὴ εἰπεῖν νεότητί τε καὶ ἀνοίᾳ τῇ ἐμαυτοῦ, εἴτε καὶ δυνάμει τῶν πεισάντων με ἐλθεῖν εἰς τοιαύτην συμφορὰν τῶν φρενῶν, ὥστʼ ἀνάγκην μοι γενέσθαι δυοῖν κακοῖν τοῖν μεγίστοιν θάτερον ἑλέσθαι,3 ἢ μὴ βουληθέντι κατειπεῖν τοὺς ταῦτα ποιήσαντας οὐ περὶ ἐμοῦ μόνου ὀρρωδεῖν, εἴ τι ἔδει παθεῖν, ἀλλὰ καὶ τὸν πατέρα οὐδὲν ἀδικοῦντα σὺν ἐμαυτῷ ἀποκτεῖναι — ὅπερ ἀνάγκη παθεῖν ἦν αὐτῷ, εἰ ἐγὼ μὴ ἐβουλόμην ταῦτα ποιῆσαι — ἢ κατειπόντι τὰ γεγενημένα αὐτὸν μὲν ἀφεθέντα μὴ τεθνάναι, τοῦ δὲ ἐμαυτοῦ πατρὸς μὴ φονέα γενέσθαι. τί δʼ ἂν οὐ πρό γε τούτου τολμήσειεν ἄνθρωπος ποιῆσαι;

人们在他们的言辞中所能找到的唯一有力论点,不过是在任何场合都拿我的灾难来责难我,而且这还是在比他们更清楚内情的诸位面前,因此这些言辞绝不可能公正地为他们带来任何荣耀。 而在我看来,诸位,最早说出此话的人也说得很对:所有人生来都注定要经历顺境与逆境,而犯下过失确实也是莫大的厄运;最幸运的人是犯过失最少的人,而最明智的人则是悔改最快的人。这些事情并非区分开来只降临在某些人身上而不降临在其他人身上,犯下某种过失以及遭遇不幸,是全人类所共有的命运。因此,雅典人啊,如果诸位能以合乎人之常情的心态来评判我,诸位将会是更加宽厚之人。因为降临在我身上的遭遇,与其说是招致嫉恨,不如说是理当博得怜悯;我陷入了如此深重的厄运——无论说是由于我自己的年轻与无知,还是由于说服我陷入这种理智错乱之人的权势所致——以至于我不得不从两件最大的恶事中择其一:要么不愿告发那些做出这些勾当的人,不仅要为自己若有惩罚而担惊受怕,更要让自己毫无过错的父亲与自己一同被处死——倘若我不愿那样做,父亲就必然要遭受这种厄运;要么告发发生过的事情,使自己得以赦免而不被处死,且不成为自己亲生父亲的凶手。为了避免面对此种绝境,人又有什么事情不敢做呢?

语法注3 条
  1. 2εἴ τι ὑμᾶς χρὴ ἀγαθὸν ἐμοῦ ἐπαυρέσθαι

    动词 ἐπαυρίσκομαι(不定式 ἐπαυρέσθαι)通常支配表示所获之物的属格或宾格。此处 τι ἀγαθόν 作宾格直接宾语,ὑμᾶς 作不定式的主语宾格,ἐμοῦ 则为表示来源的属格,全句意为“倘若诸位理应从我这里获得某种益处”。

  2. 4ἀλλʼ ἀπʼ ἀνδρῶν ἑτέρων, οἷοί εἰσιν ἐν τῇ πόλει ταύτῃ, οὐδενὸς ἂν χρήματος δεξάμενοι

    分词 δεξάμενοι 为主格复数,在语法格上未能与先行介词短语 ἀπʼ ἀνδρῶν ἑτέρων(属格)保持一致。这是受到关系从句 οἷοί εἰσιν 结构影响的意合结构(constructio ad sensum),与 ἄν 连用表示潜在语气(“即无论付出何等代价也绝不愿接受……的那类人”)。

  3. 7ὃς εἰς τοσοῦτον ἦλθον δυσδαιμονίας... ὥστʼ ἀνάγκην μοι γενέσθαι δυοῖν κακοῖν τοῖν μεγίστοιν θάτερον ἑλέσθαι

    句首的关系代词 ὃς 作连接性用法,承接前文的 μοι(“我陷入了……”)。随后的 ὥστε 引导结果从句,支配不定式结构 ἀνάγκην... γενέσθαι,其后的两难抉择通过与 μοι 一致的与格分词对立结构(ἢ μὴ βουληθέντι... ἢ κατειπόντι...)展开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg002.humanitext-grc2:1-7