← 安多基德斯

论归国

§22-28

请求恢复免责权法令与申明先祖功业

演说者请求恢复此前曾由民众投票授予、后被撤销的免责权法令,以自己的心智转变和先祖捍卫民主的功业为由,呼吁民众撤销在寡头派蛊惑下做出的不利决议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

νῦν δὲ ἐκεῖνα μὲν τότε ὅταν ἀποτελεσθῇ γνώσεσθε ἅμα καὶ ὠφελήσεσθε· νῦν δέ, ὦ Ἀθηναῖοι, εἴ μοι βουληθεῖτε δοῦναι χάριν μικράν τε καὶ ἄπονον ὑμῖν καὶ ἅμα δικαίαν, πάνυ ἄν μοι τοῦτο ἐν μεγάλῃ ἡδονῇ γένοιτο. ὡς δὲ καὶ δικαία ἐστίν, εἴσεσθε. ἃ γάρ μοι αὐτοὶ γνόντες τε καὶ ὑποσχόμενοι ἔδοτε, ὕστερον δὲ ἑτέροις πειθόμενοι ἀφείλεσθε, ταῦθʼ ὑμᾶς, εἰ μὲν βούλεσθε, αἰτῶ, εἰ δὲ μὴ βούλεσθε, ἀπαιτῶ.1

然而,关于那些事情,到它们办成之时诸位自会知晓,并同时获得实惠;但现在,雅典人啊,如果诸位愿意赐予我一份微小、对诸位毫不费力且合乎正义的恩惠,这对于我而言将是一件极其惬意的事。至于这恩惠如何合乎正义,诸位也将明了:因为诸位亲自审议并承诺给予我、后来却听从他人而夺去的东西,若是诸位愿意,我便恳请归还;若是诸位不愿,我便据理索回。

§23

ὁρῶ δὲ ὑμᾶς πολλάκις καὶ δούλοις ἀνθρώποις καὶ ξένοις παντοδαποῖς πολιτείαν τε διδόντας καὶ εἰς χρήματα μεγάλας δωρείας, οἳ ἂν ὑμᾶς φαίνωνται ποιοῦντές τι ἀγαθόν. καὶ ταῦτα μέντοι ὀρθῶς ὑμεῖς φρονοῦντες δίδοτε· οὕτω γὰρ ἂν ὑπὸ πλείστων ἀνθρώπων εὖ πάσχοιτε. ἐγὼ τοίνυν τοσοῦτον ὑμῶν μόνον δέομαι· τὸ ψήφισμα ὃ Μενίππου εἰπόντος ἐψηφίσασθε, εἶναί μοι ἄδειαν, πάλιν ἀπόδοτε. ἀναγνώσεται δὲ ὑμῖν αὐτό· ἔτι γὰρ καὶ νῦν ἐγγέγραπται ἐν τῷ βουλευτηρίῳ.

我看到诸位经常将公民权和大笔金钱奖赏赐予奴隶以及各色外邦人,只要他们显出为诸位做过善事。诸位这样做确实出于明智的考虑;因为这样诸位才能从最多的人那里蒙受福祉。因此,我对诸位的请求仅仅于此:把当年由梅尼普斯提议、诸位投票通过的赋予我免责权的法令重新还给我。〔书记官〕将为诸位宣读它;因为即使到了现在,它仍然镌刻在议事厅里。

§24

Ψήφισμα τουτὶ τὸ ψήφισμα ὃ ἠκούσατε ψηφισάμενοί μοι, ὦ Ἀθηναῖοι, ὕστερον ἀφείλεσθε χάριν ἑτέρῳ φέροντες. πείθεσθε οὖν μοι, καὶ ἤδη παύσασθε εἴ τῳ ὑμῶν διάβολόν τι ἐν τῇ γνώμῃ περὶ ἐμοῦ παρέστηκεν. εἰ γὰρ ὅσα οἱ ἄνθρωποι γνώμῃ ἁμαρτάνουσι, τὸ σῶμα αὐτῶν μὴ αἴτιόν ἐστιν, ἐμοῦ τὸ μὲν σῶμα τυγχάνει ταὐτὸν ἔτι ὄν, ὅπερ τῆς αἰτίας ἀπήλλακται, ἡ δὲ γνώμη ἀντὶ τῆς προτέρας ἑτέρα νυνὶ παρέστηκεν. οὐδὲν οὖν ἔτι ὑπολείπεται ὅτῳ ἄν μοι δικαίως διαβεβλῇσθε.

〔法令〕雅典人啊,诸位所听到的这一法令,是诸位曾投票授予我、后来为了讨好他人而夺去的。因此,请诸位听从我的劝告,如果诸位中间有谁心中存有针对我的诽谤念头,请立刻予以平息。因为,倘若凡是人们在心智判断上所犯的过错,他们的肉体并无责任的话,那么我的肉体依然是当初的肉体,它免受罪责;而至于心智,如今所具有的已是迥异于以往的另一种心智。因此,诸位再也没有任何理由可以正当地对我怀抱敌意了。

§25

ὥσπερ δὲ τῆς τότε ἁμαρτίας τὰ ἀπὸ τῶν ἔργων σημεῖα ἔφατε χρῆναι πιστότατα ποιούμενοι κακόν με ἄνδρα ἡγεῖσθαι, οὕτω καὶ ἐπὶ τῇ νῦν εὐνοίᾳ μὴ ζητεῖτε ἑτέραν βάσανον ἢ τὰ ἀπὸ τῶν νυνὶ ἔργων σημεῖα ὑμῖν γιγνόμενα.

正如关于当年的过错,诸位曾说应当把由行为所产生的证据视为最可靠的凭据而认定我是个恶人,那么同样地,面对如今的善意,诸位也不要寻求除从如今的行为中为诸位产生的证据之外的任何其他检验。

§26

πολὺ δέ μοι προσήκει ταῦτα μᾶλλον ἐκείνων καὶ τῷ γένει συνηθέστερά ἐστι. τάδε γὰρ οὐ ψευσαμένῳ μοι λαθεῖν οἷόν τʼ ἐστι τούς γε πρεσβυτέρους ὑμῶν,2 ὅτι ὁ τοῦ ἐμοῦ πατρὸς πάππος Λεωγόρας στασιάσας πρὸς τοὺς τυράννους ὑπὲρ τοῦ δήμου, ἐξὸν αὐτῷ διαλλαχθέντι τῆς ἔχθρας καὶ γενομένῳ κηδεστῇ ἄρξαι μετʼ ἐκείνων τῶν ἀνδρῶν τῆς πόλεως, εἵλετο μᾶλλον ἐκπεσεῖν μετὰ τοῦ δήμου καὶ φεύγων κακοπαθεῖν μᾶλλον ἢ προδότης αὐτῶν καταστῆναι. ὥστʼ ἔμοιγε καὶ διὰ τὰ τῶν προγόνων ἔργα εἰκότως ὑπάρχει δημοτικῷ εἶναι, εἴπερ τι ἀλλὰ νῦν γε φρονῶν τυγχάνω.3 ὧν καὶ ἕνεκα εἰκὸς ὑμᾶς, ἐὰν χρηστὸς ὢν ἀνὴρ εἰς ὑμᾶς φαίνωμαι, προθυμότερόν μου ἀποδέχεσθαι τὰ πραττόμενα.

况且,这样的善举远比昔日的行为更切合我,也更符合我家族的传统。因为关于以下事实,如果我说谎,绝不可能瞒过诸位当中的年长者:我父亲的祖父莱奥戈拉斯为了民众反抗僭主,当时他本可以化解仇怨、与他们结为姻亲并与那些人一同统治城邦,但他却宁愿与民众一同流亡并承受流徙的苦难,也不愿成为他们的背叛者。因此,即便看在先祖功业的份上,只要我现在尚有些许理智,亲民众派的立场对我而言本就是理所当然的。也正因如此,如果我向诸位展现出自己是一个有益之人,诸位理当以更热切的态度接纳我所做的事。

§27

τὸ δὲ δόντας ἐμοὶ τὴν ἄδειαν ἀφελέσθαι ὑμᾶς, εὖ ἴστε ὅτι οὐδεπώποτε ἠγανάκτησα· ὅπου γὰρ ὑπὸ τῶν ἀνδρῶν τούτων αὐτοὶ εἰς ὑμᾶς αὐτοὺς ἐπείσθητε τὰ μέγιστα ἐξαμαρτεῖν, ὥστε ἀντὶ τῆς ἀρχῆς δουλείαν ἀλλάξασθαι, ἐκ δημοκρατίας δυναστείαν καταστήσαντες, τί ἄν τις ὑμῶν θαυμάζοι καὶ εἰς ἐμὲ εἴ τι ἐπείσθητε ἐξαμαρτεῖν;

至于诸位先赋予我免责权而后又将其夺回一事,请深信我从未对此心怀愤懑;因为当诸位被这些人说服而在针对诸位自身的事情上犯下了最严重的过错,以至于以统治换来了奴役,废除民主制而建立了寡头统治时,若是诸位也被说服在针对我的事情上犯了某种过错,又有谁会感到惊奇呢?

§28

βουλοίμην μέντʼ ἄν, ὥσπερ ἐν τοῖς ὑμετέροις αὐτῶν πράγμασιν, ἐπειδὴ ἐξουσίαν ἐλάβετε, τὰς τῶν ἐξαπατησάντων ὑμᾶς ἀκύρους ἔθετε βουλάς, οὕτω καὶ ἐν ᾧ περὶ ἐμοῦ ἐπείσθητε γνῶναί τι ἀνεπιτήδειον, ἀτελῆ τὴν γνώμην αὐτῶν ποιῆσαι, καὶ μήτε ἐν τούτῳ μήτε ἐν ἑτέρῳ τῳ τοῖς ὑμῶν αὐτῶν ἐχθίστοις ὁμόψηφοί ποτε γένησθε.

然而我希望,正如诸位在自身事务上重新掌握大权后废除了欺骗诸位之人的决议一样,在诸位被说服而对我作出不利裁决的事情上,诸位也能使他们的图谋化为乌有,无论在此事上还是在其他任何事上,都永远不要与诸位自身的死敌投下同一张选票。

语法注3 条
  1. 22ταῦθʼ ὑμᾶς, εἰ μὲν βούλεσθε, αἰτῶ, εἰ δὲ μὴ βούλεσθε, ἀπαιτῶ

    双重宾格结构(人称代词 ὑμᾶς 与事物代词 ταῦτα)。单纯动词 αἰτῶ(请求)与带有前缀 ἀπο- 的复合动词 ἀπαιτῶ(索回应得之物、据理索要)形成对仗;前者诉诸听众的恩惠,后者则基于正义提出应有的权利要求。

  2. 26οὐ ψευσαμένῳ μοι λαθεῖν οἷόν τʼ ἐστι τούς γε πρεσβυτέρους ὑμῶν

    这是动词 λανθάνω 连用分词的句式嵌入非人称结构 οἷόν τʼ ἐστι(可能)的构造。与格代词 μοι 为不定词的逻辑主语,与其性数格一致的分词 ψευσαμένῳ 表条件或方式(“若我说谎”)。宾格 τοὺς πρεσβυτέρους 为 λαθεῖν 的直接宾语(“瞒过年长者”)。

  3. 26εἴπερ τι ἀλλὰ νῦν γε φρονῶν τυγχάνω

    条件从句中带有省略的惯用表达。小词 ἀλλά 在此承接隐含的退让语气,引出最低限度的保留(“哪怕别的时候不算,至少现在……”),整句表达委婉的限定:“只要我现在哪怕有一丁点理智”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg002.humanitext-grc2:22-28