- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:98-104
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安多基德斯结束对德谟凡托斯法令的引述后,揭露了告发者埃庇卡瑞斯在道德与政治上的卑劣行径,指出这场指控无异于三十人政权的压迫,并警告追究既往的审判将破坏雅典全邦的政治和解。
"ἐὰν δέ τις κτείνων τινὰ τούτων ἀποθάνῃ ἢ ἐπιχειρῶν, εὖ ποιήσω αὐτόν τε καὶ τοὺς παῖδας τοὺς ἐκείνου καθάπερ Ἁρμόδιόν τε καὶ Ἀριστογείτονα καὶ τοὺς ἀπογόνους αὐτῶν. ὁπόσοι δὲ ὅρκοι ὀμώμονται Ἀθήνησιν ἢ ἐν τῷ στρατοπέδῳ ἢ ἄλλοθί που ἐναντίοι τῷ δήμῳ τῷ Ἀθηναίων, λύω καὶ ἀφίημι. ταῦτα δὲ ὀμοσάντων Ἀθηναῖοι πάντες καθʼ ἱερῶν τελείων, τὸν νόμιμον ὅρκον, πρὸ Διονυσίων· καὶ ἐπεύχεσθαι εὐορκοῦντι μὲν εἶναι πολλὰ καὶ ἀγαθά, ἐπιορκοῦντι δʼ ἐξώλη αὐτὸν εἶναι καὶ γένος."
“若有人在杀死这些人中的任何一人或企图杀害之时丧命,我必优待他本人及其子女,正如优待哈尔摩狄奥斯和阿里斯托革顿及其后裔一样。无论在雅典、军营还是其他任何地方,凡立下反对雅典民众的誓言,我一概废除并免除。全体雅典人当在酒神节前,在成年祭牲面前宣誓这些内容,即法定誓言;并当祈求:对于守誓者,得享诸多福祉;对于违誓者,其本人及家族当遭灭绝。”
πότερον, ὦ συκοφάντα καὶ ἐπίτριπτον κίναδος, κύριος ὁ νόμος ὅδε ἐστὶν ἢ οὐ κύριος; οὐ κύριος· διὰ τοῦτο δʼ οἶμαι γεγένηται ἄκυρος, ὅτι τοῖς νόμοις δεῖ χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος. καὶ σὺ ζῇς καὶ περιέρχῃ τὴν πόλιν ταύτην, οὐκ ἄξιος ὤν· ὃς ἐν δημοκρατίᾳ μὲν συκοφαντῶν ἔζης, ἐν ὀλιγαρχίᾳ δέ, ὡς μὴ ἀναγκασθείης τὰ χρήματα ἀποδοῦναι ὅσα συκοφαντῶν ἔλαβες, ἐδούλευες τοῖς τριάκοντα.
告密者且该遭毁灭的无耻之徒啊,这条法律到底是有效的,还是无效的?是无效的;而在我看来,它之所以变得无效,正因为法律必须自欧克雷德斯担任执政官之年起施行。然而你却活着,在这座城邦里走来走去,尽管你根本不配;你在民主制时期靠告密为生,在寡头制时期,为了不被强迫退还告密所得的钱财,又屈从于三十人政权做奴才。
εἶτα σὺ περὶ ἑταιρείας ἐμοὶ μνείαν ποιῇ καὶ κακῶς τινας λέγεις; ὃς ἑνὶ μὲν οὐχ ἡταίρησας (καλῶς γὰρ ἄν σοι εἶχε), πραττόμενος δʼ οὐ πολὺ ἀργύριον τὸν βουλόμενον ἀνθρώπων,1 ὡς οὗτοι ἴσασιν, ἐπὶ τοῖς αἰσχίστοις ἔργοις ἔζης, καὶ ταῦτα οὕτω μοχθηρὸς ὢν τὴν ἰδέαν.
随后你竟向我提及结党之事,并对某些人口出恶言?你并非受雇于一人的男妓(那样你处境还算体面),而是向任何愿意的人收取微薄的金钱,正如这些人所知,靠最可耻的勾当过活,况且你的外貌还是如此丑陋不堪。
ἀλλʼ ὅμως οὗτος ἑτέρων τολμᾷ κατηγορεῖν, ᾧ κατὰ τοὺς νόμους τοὺς ὑμετέρους οὐδʼ αὐτῷ ὑπὲρ αὑτοῦ ἔστιν ἀπολογεῖσθαι. ἀλλὰ γάρ, ὦ ἄνδρες, καθήμενος ἡνίκα μου κατηγόρει, βλέπων εἰς αὐτὸν οὐδὲν ἄλλο ἢ ὑπὸ τῶν τριάκοντα συνειλημμένος ἔδοξα κρίνεσθαι.2 εἰ γὰρ τότε ἠγωνιζόμην, τίς ἄν μου κατηγόρει; οὐχ οὗτος ὑπῆρχεν, εἰ μὴ ἐδίδουν ἀργύριον; καὶ γὰρ νῦν. ἀνέκρινε δʼ ἄν με τίς ἄλλος ἢ Χαρικλῆς, ἐρωτῶν, εἰπέ μοι, ὦ Ἀνδοκίδη, ἦλθες εἰς Δεκέλειαν, καὶ ἐπετείχισας τῇ πατρίδι τῇ σεαυτοῦ; οὐκ ἔγωγε. τί δέ; ἔτεμες τὴν χώραν, καὶ ἐλῄσω ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν τοὺς πολίτας τοὺς σεαυτοῦ; οὐ δῆτα. οὐδʼ ἐναυμάχησας ἐναντία τῇ πόλει, οὐδὲ συγκατέσκαψας τὰ τείχη, οὐδὲ συγκατέλυσας τὸν δῆμον, οὐδὲ βίᾳ κατῆλθες εἰς τὴν πόλιν; οὐδὲ τούτων πεποίηκα οὐδέν. δοκεῖς οὖν χαιρήσειν καὶ οὐκ ἀποθανεῖσθαι, ὡς ἕτεροι πολλοί;
然而,这个人竟然胆敢指控他人,依据你们的法律,他甚至连为自己辩护的权利都没有。其实,诸位,当他指控我的时候,我坐着看他,觉得自己的受审简直就像被三十人政权逮捕了一样。因为如果我当时在受审,谁会来指控我?要是我不给他钱,难道不正是这个人会充当告发者吗?因为现在他也正是如此。又有谁会来审讯我,难道不正是卡里克勒斯,他会质问道:“告诉我,安多基德斯,你曾去过德凯勒阿并在那里修筑堡垒反对你自己的祖国吗?”“我绝没有。”“那么,你曾蹂躏国土,在陆上或海上劫掠你自己的同胞公民吗?”“绝没有。”“你也不曾参加反对城邦的海战,不曾协助拆毁城墙,不曾协助推翻民主制,也不曾强行返回城邦吗?”“这些事情我一件也没做过。”“那么你以为你可以安然无恙而不像其他许多人那样被处死吗?”
ἆρʼ ἂν οἴεσθε, ὦ ἄνδρες, ἄλλων τινῶν τυχεῖν με διʼ ὑμᾶς, εἰ ἐλήφθην ὑπʼ αὐτῶν; οὐκ οὖν δεινόν, εἰ ὑπὸ μὲν τούτων διὰ τοῦτʼ ἂν ἀπωλόμην, ὅτι εἰς τὴν πόλιν οὐδὲν ἥμαρτον, ὥσπερ καὶ ἑτέρους ἀπέκτειναν, ἐν ὑμῖν δὲ κρινόμενος, οὓς οὐδὲν κακὸν πεποίηκα, οὐ σωθήσομαι; πάντως δήπου· ἢ σχολῇ γέ τις ἄλλος ἀνθρώπων.
诸位,你们以为如果我落入他们手中,因你们的缘故我还会遭遇其他什么命运吗?既然在他们手中我会因为没有对城邦犯下任何罪过而丧命(正如他们杀害其他人一样),那么如今在并未受我伤害的你们面前受审,我若不能得救,这难道不是一件可怕的事吗?当然理当得救;否则世上就几乎没有人能得救了。
ἀλλὰ γάρ, ὦ ἄνδρες, τὴν μὲν ἔνδειξιν ἐποιήσαντό μου κατὰ νόμον κείμενον, τὴν δὲ κατηγορίαν κατὰ τὸ ψήφισμα τὸ πρότερον γεγενημένον περὶ ἑτέρων. εἰ οὖν ἐμοῦ καταψηφιεῖσθε, ὁρᾶτε μὴ οὐκ ἐμοὶ μάλιστα τῶν πολιτῶν προσήκει3 λόγον δοῦναι τῶν γεγενημένων, ἀλλὰ πολλοῖς ἑτέροις μᾶλλον, τοῦτο μὲν οἷς ὑμεῖς ἐναντία μαχεσάμενοι διηλλάγητε καὶ ὅρκους ὠμόσατε, τοῦτο δὲ οὓς φεύγοντας κατηγάγετε, τοῦτο δὲ οὓς ἀτίμους ὄντας ἐπιτίμους ἐποιήσατε· ὧν ἕνεκα καὶ στήλας ἀνείλετε καὶ νόμους ἀκύρους ἐποιήσατε καὶ ψηφίσματα ἐξηλείψατε· οἳ νυνὶ μένουσιν ἐν τῇ πόλει πιστεύοντες ὑμῖν, ὦ ἄνδρες.
其实,诸位,他们是依据现行法律对我提出告发的,但他们的指控却是依据早先针对他人通过的法令。因此,如果你们判决我有罪,请当心:在公民中,最应当对过去发生的事情作出交代的恐怕不是我,而是许多其他人:其一,是那些与你们交战之后又与你们和解并立下誓言的人;其二,是那些流亡在外而被你们接回的人;其三,是那些被剥夺公民权而被你们恢复权能的人。正是为了他们,你们拆毁了石碑,废止了法律,抹去了法令;诸位,他们如今留在城邦里,正是因为信任你们。
εἰ οὖν γνώσονται ὑμᾶς ἀποδεχομένους τὰς κατηγορίας τῶν πρότερον γεγενημένων, τίνα αὐτοὺς οἴεσθε γνώμην ἕξειν περὶ σφῶν αὐτῶν; ἢ τίνα αὐτῶν ἐθελήσειν εἰς ἀγῶνας καθίστασθαι ἕνεκα τῶν πρότερον γεγενημένων; φανήσονται γὰρ πολλοὶ μὲν ἐχθροὶ πολλοὶ δὲ συκοφάνται, οἳ καταστήσουσιν αὐτῶν ἕκαστον εἰς ἀγῶνα. ἥκουσι δὲ νυνὶ ἀκροασόμενοι ἀμφότεροι,
因此,如果他们知道你们接受关于过去发生之事的指控,你们认为他们对自己会抱有怎样的想法?或者他们当中有谁愿意因过去发生的事而被卷入诉讼?因为届时将会出现许多仇敌和许多告密者,把他们每一个人都送上法庭。如今,这两类人都已经来到这里旁听,
- 100πραττόμενος δʼ οὐ πολὺ ἀργύριον τὸν βουλόμενον ἀνθρώπων
动词 πράττομαι 在此接双宾格(索取的款项与被索取的人)。οὐ πολὺ ἀργύριον 为索取的金钱(宾格),τὸν βουλόμενον ἀνθρώπων 为索取的对象(宾格)。中间态表示“为自己收取(报酬/费用)”。
- 101οὐδὲν ἄλλο ἢ ὑπὸ τῶν τριάκοντα συνειλημμένος ἔδοξα κρίνεσθαι
成语 οὐδὲν ἄλλο ἤ 意为“无非是”、“正是”。主句动词 ἔδοξα(“我觉得自身……”)支配补足不定式 κρίνεσθαι(“受审”),分词 συνειλημμένος(“被逮捕”)与主语(安多基德斯自己)一致,作主格。
- 103ὁρᾶτε μὴ οὐκ ἐμοὶ μάλιστα τῶν πολιτῶν προσήκει
由表示警惕的命令式动词 ὁρᾶτε(“审视/当心”)引出的 μὴ οὐ 引导的从句。此处接直说语气现在时 προσήκει,表明所担忧的是客观现实中已经成立的实际事实(“恐怕在公民中最应当的并非是我……”),表达“恐怕并非如此”的警惕与顾虑。
