← 安多基德斯

论神秘仪式

§91-97

审判官誓词与依仗大赦的原告罪责

安多基得斯援引议事会员与审判官的誓言重申法令不溯及既往的原则,指出他的原告们(凯菲西奥斯、梅勒托斯与埃庇卡瑞斯)自身正是依仗这一大赦才免于过去重罪的惩处,并出示了德谟凡托斯法令。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§91

καὶ οὐ δέξομαι ἔνδειξιν οὐδὲ ἀπαγωγὴν ἕνεκα τῶν πρότερον γεγενημένων, πλὴν τῶν φυγόντων. ὑμεῖς δʼ αὖ, ὦ Ἀθηναῖοι, τί ὀμόσαντες δικάζετε; καὶ οὐ μνησικακήσω, οὐδὲ ἄλλῳ πείσομαι, ψηφιοῦμαι δὲ κατὰ τοὺς κειμένους νόμους. ἃ χρὴ σκοπεῖν, εἰ δοκῶ ὀρθῶς ὑμῖν λέγειν ὡς ὑπὲρ ὑμῶν λέγω καὶ τῶν νόμων.

“除了针对那些流亡者之外,我决不接受因过去发生之事而提起的告发或即决押送。” 另一方面,雅典人啊,你们又是发了什么誓来进行审判的呢? “我决不追念旧怨,亦不听从任何其他人,而必依据现行法律投票。” 你们必须考虑这些,看看在你们看来我说得是否正确,因为我是为了你们和法律而说话的。

§92

σκέψασθε τοίνυν, ὦ ἄνδρες, καὶ τοὺς νόμους καὶ τοὺς κατηγόρους, τί αὐτοῖς ὑπάρχον ἑτέρων κατηγοροῦσι. Κηφίσιος μὲν οὑτοσὶ πριάμενος ὠνὴν ἐκ τοῦ δημοσίου, τὰς ἐκ ταύτης ἐπικαρπίας τῶν ἐν τῇ γῇ γεωργούντων ἐνενήκοντα μνᾶς ἐκλέξας, οὐ κατέβαλε τῇ πόλει καὶ ἔφυγεν· εἰ γὰρ ἦλθεν, ἐδέδετʼ ἂν ἐν τῷ ξύλῳ.

诸位,请因此考察一下法律和控告者双方,看看他们在指控他人时自己究竟有着怎样的过往。此处的凯菲西奥斯,向国库买下一项承包权,向土地上的耕种者征集了由此所得的收益九十明那,却未向城邦缴纳便潜逃国外;因为如果他当时回来,就会被戴上木枷收监。

§93

ὁ γὰρ νόμος οὕτως εἶχε, κυρίαν εἶναι τὴν βουλήν, ὃς ἂν πριάμενος τέλος μὴ καταβάλῃ, δεῖν εἰς τὸ ξύλον. οὗτος τοίνυν, ὅτι τοῖς νόμοις ἐψηφίσασθε ἀπʼ Εὐκλείδου ἄρχοντος χρῆσθαι, ἀξιοῖ ἃ ἔχει ὑμῶν ἐκλέξας μὴ ἀποδοῦναι, καὶ νῦν γεγένηται ἀντὶ μὲν φυγάδος πολίτης, ἀντὶ δὲ ἀτίμου συκοφάντης, ὅτι τοῖς νόμοις τοῖς νῦν κειμένοις χρῆσθε.

因为法律是这样规定的:若有人购买了税收而不缴纳,议事会有权将其用木枷收监。因此这个人,由于你们投票决定自欧克雷德斯担任执政官之年起施行法律,便认为有理由不退还他从你们那里征集并占有的钱财;如今,由于你们使用现行的法律,他不但不再是逃亡者反倒成了公民,不再是被剥夺公民权者反倒成了诬告者。

§94

Μέλητος δʼ αὖ οὑτοσὶ ἀπήγαγεν ἐπὶ τῶν τριάκοντα Λέοντα, ὡς ὑμεῖς ἅπαντες ἴστε, καὶ ἀπέθανεν ἐκεῖνος ἄκριτος. καί τοι οὗτος ὁ νόμος καὶ πρότερον ἦν καὶ ὡς καλῶς ἔχων καὶ νῦν ἔστι, καὶ χρῆσθε αὐτῷ, τὸν βουλεύσαντα ἐν τῷ αὐτῷ ἐνέχεσθαι καὶ τὸν τῇ χειρὶ ἐργασάμενον.1 Μέλητον τοίνυν τοῖς παισὶ τοῖς τοῦ Λέοντος οὐκ ἔστι φόνου διώκειν, ὅτι τοῖς νόμοις δεῖ χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος, ἐπεὶ ὥς γε οὐκ ἀπήγαγεν, οὐδʼ αὐτὸς ἀντιλέγει.

再者,此处的梅勒托斯,正如你们全都知道的那样,在三十人政权时期即决押送了莱昂,而那个人未经审判便被处死。然而这条法律先前存在,如今亦作为良好法令而依然存在,并且你们也在使用它:谋划者与亲手施行者当受同样的追究。可是,莱昂的儿子们却不可能以谋杀罪起诉梅勒托斯,因为法律必须自欧克雷德斯担任执政官之年起施行;因为连他自己也不反驳说自己没有押送。

§95

Ἐπιχάρης δʼ οὑτοσί, ὁ πάντων πονηρότατος καὶ βουλόμενος εἶναι τοιοῦτος, ὁ μνησικακῶν αὐτὸς αὑτῷ,—οὗτος γὰρ ἐβούλευεν ἐπὶ τῶν τριάκοντα· ὁ δὲ νόμος τί κελεύει, ὃς ἐν τῇ στήλῃ ἔμπροσθέν ἐστι τοῦ βουλευτηρίου; ὃς ἂν ἄρξῃ ἐν τῇ πόλει τῆς δημοκρατίας καταλυθείσης, νηποινεὶ τεθνάναι, καὶ τὸν ἀποκτείναντα ὅσιον εἶναι καὶ τὰ χρήματα ἔχειν τοῦ ἀποθανόντος. ἄλλο τι οὖν, ὦ Ἐπίχαρες, ἢ2 νῦν ὁ ἀποκτείνας σε καθαρὸς τὰς χεῖρας ἔσται, κατά γε τὸν Σόλωνος νόμον;

而此处的埃庇卡瑞斯,众人中最邪恶且甘愿如此之人,此人竟对自己怀抱怨恨——因为这个人在三十人政权时期曾任议事会成员;而位于议事厅前面的石碑上的法律又是怎样规定的? “凡在民主制被颠覆之后于城邦中任官者,皆可处死而不受追究,杀死他的人当被视为神圣,并保有死者的财产。” 埃庇卡瑞斯啊,难道不正是如此吗:至少依照梭伦的法律,如今任何杀死你的人,其双手都将是洁净无罪的?

§96

καί μοι ἀνάγνωθι τὸν νόμον τὸν ἐκ τῆς στήλης. "Νόμος.—ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ. Αἰαντὶς ἐπρυτάνευε, Κλειγένης ἐγραμμάτευε, Βοηθὸς ἐπεστάτει. τάδε Δημόφαντος συνέγραψεν. ἄρχει χρόνος τοῦδε τοῦ ψηφίσματος ἡ βουλὴ3 οἱ πεντακόσιοι οἱ λαχόντες τῷ κυάμῳ, οἷς Κλειγένης πρῶτος ἐγραμμάτευεν. ἐάν τις δημοκρατίαν καταλύῃ τὴν Ἀθήνησιν, ἢ ἀρχήν τινα ἄρχῃ καταλελυμένης τῆς δημοκρατίας, πολέμιος ἔστω Ἀθηναίων καὶ νηποινεὶ τεθνάτω, καὶ τὰ χρήματα αὐτοῦ δημόσια ἔστω, καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον·"

请为我宣读石碑上的法律。 “法律。——议事会与民众大会决议。埃安提斯部落值班,克莱格涅斯任书记官,波埃托斯任主席。德谟凡托斯起草了这些条款。本法令的生效时间始于通过抽签选出的五百人议事会,克莱格涅斯担任该议事会的第一位书记官。若有人颠覆雅典的民主制,或在民主制被颠覆后担任任何官职,他即为雅典人之公敌,当被处死而不受追究,其财产当收归公有,并将十分之一献给女神。”

§97

"ὁ δὲ ἀποκτείνας τὸν ταῦτα ποιήσαντα καὶ ὁ συμβουλεύσας ὅσιος ἔστω καὶ εὐαγής. ὀμόσαι δʼ Ἀθηναίους ἅπαντας καθʼ ἱερῶν τελείων, κατὰ φυλὰς καὶ κατὰ δήμους, ἀποκτενεῖν τὸν ταῦτα ποιήσαντα. ὁ δὲ ὅρκος ἔστω ὅδε· κτενῶ καὶ λόγῳ καὶ ἔργῳ καὶ ψήφῳ καὶ τῇ ἐμαυτοῦ χειρί, ἂν δυνατὸς ὦ, ὃς ἂν καταλύσῃ τὴν δημοκρατίαν τὴν Ἀθήνησι, καὶ ἐάν τις ἄρξῃ τινʼ ἀρχὴν καταλελυμένης τῆς δημοκρατίας τὸ λοιπόν, καὶ ἐάν τις τυραννεῖν ἐπαναστῇ ἢ τὸν τύραννον συγκαταστήσῃ· καὶ ἐάν τις ἄλλος ἀποκτείνῃ, ὅσιον αὐτὸν νομιῶ εἶναι καὶ πρὸς θεῶν καὶ δαιμόνων, ὡς πολέμιον κτείναντα τὸν Ἀθηναίων, καὶ τὰ κτήματα τοῦ ἀποθανόντος πάντα ἀποδόμενος ἀποδώσω τὰ ἡμίσεα τῷ ἀποκτείναντι, καὶ οὐκ ἀποστερήσω οὐδέν."

“杀死做出这些行径者之人,以及出谋划策之人,当属神圣洁净无罪。全体雅典人当按部落与按区,在成年祭牲面前宣誓,必将做出这些行径之人处死。其誓词当如下: ‘我将尽我所能,或以言语、或以行动、或以投票、或以亲手,杀死颠覆雅典民主制之人,以及今后在民主制被颠覆后担任任何官职之人,以及企图成为僭主而叛乱或协助设立僭主之人;若有其他人将他杀死,我亦将视其在神明与精灵面前皆为神圣,因其杀死的是雅典人之公敌,且在将死者的全部财产变卖后,我必将半数交予杀人者,决不扣留分毫。’”

语法注3 条
  1. 94τὸν βουλεύσαντα ἐν τῷ αὐτῷ ἐνέχεσθαι καὶ τὸν τῇ χειρὶ ἐργασάμενον

    间接引语中的“宾格加不定式”结构,承接前述法条(ὁ νόμος οὗτος ἦν)的内容。宾格 τὸν βουλεύσαντα(谋划者)与 τὸν τῇ χειρὶ ἐργασάμενον(亲手实施者)并列,介词短语 ἐν τῷ αὐτῷ(处于同样的罪责/刑罚中)修饰 ἐνέχεσθαι(承担责任、受约束),表示“出谋划策者与亲自动手者承担同样的罪责”。

  2. 95ἄλλο τι οὖν, ὦ Ἐπίχαρες, ἢ

    修辞疑问句的惯用句式 ἄλλο τι ἤ(字面为“难道是别的事而不是……吗?”),相当于拉丁语中的 nonne,引出强烈的肯定回答。整句以反问的形式断定:如今杀了埃庇卡瑞斯的人双手保持洁净(不受追究),乃是无可置疑的事实。

  3. 96ἄρχει χρόνος τοῦδε τοῦ ψηφίσματος ἡ βουλὴ

    法令决议中表示生效起点的程式化结构。名词 χρόνος(时间、起始期)作为 ἄρχει(始于、起算)的主语,ἡ βουλὴ οἱ πεντακόσιοι(五百人议事会)与其同格或作表语,意为“该法令的有效时间自……五百人议事会开始起算”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:91-97