- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:105-111
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安多基德斯指出本案审判关系到城邦的和解与对法律的信任,援引马拉松战役前后先祖捐弃前嫌的传统,并开始就强加于他的请愿枝指控陈述事实经过。
οὐ τὴν αὐτὴν γνώμην ἔχοντες ἀλλήλοις, ἀλλʼ οἱ μὲν εἰσόμενοι εἰ χρὴ πιστεύειν τοῖς νόμοις τοῖς κειμένοις καὶ τοῖς ὅρκοις οὓς ὠμόσατε ἀλλήλοις, οἱ δὲ ἀποπειρώμενοι τῆς ὑμετέρας γνώμης, εἰ αὐτοῖς ἐξέσται ἀδεῶς συκοφαντεῖν καὶ γράφεσθαι, τοὺς δὲ ἐνδεικνύναι, τοὺς δὲ ἀπάγειν.1 οὕτως οὖν ἔχει, ὦ ἄνδρες· ὁ μὲν ἀγὼν ἐν τῷ σώματι τῷ ἐμῷ καθέστηκεν, ἡ δὲ ψῆφος ἡ ὑμετέρα δημοσίᾳ κρινεῖ, πότερον χρὴ τοῖς νόμοις τοῖς ὑμετέροις πιστεύειν, ἢ τοὺς συκοφάντας παρασκευάζεσθαι, ἢ φεύγειν αὐτοὺς ἐκ τῆς πόλεως2 καὶ ἀπιέναι ὡς τάχιστα.
他们彼此怀着截然不同的意图来到这里:一方想要知道是否应当信任现行的法律以及你们彼此所立的誓言;另一方则在试探你们的心意,看看他们是否可以毫无畏惧地充当告密者、提起公诉,向官厅告发一部分人,并收押逮捕另一部分人。因此,诸位,情况正是如此:这场审判虽关涉到我个人的身家性命,但你们的投票却将公开判定,究竟是应当信任你们的法律,还是应当去笼络那些告密者,抑或是公民们自己必须逃离这座城邦并尽快离去。
ἵνα δὲ εἰδῆτε, ὦ ἄνδρες, ὅτι τὰ πεποιημένα ὑμῖν εἰς ὁμόνοιαν οὐ κακῶς ἔχει, ἀλλὰ τὰ προσήκοντα καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ἐποιήσατε, βραχέα βούλομαι καὶ περὶ τούτων εἰπεῖν. οἱ γὰρ πατέρες οἱ ὑμέτεροι γενομένων τῇ πόλει κακῶν μεγάλων, ὅτε οἱ τύραννοι μὲν εἶχον τὴν πόλιν, ὁ δὲ δῆμος ἔφευγε, νικήσαντες μαχόμενοι τοὺς τυράννους ἐπὶ Παλληνίῳ, στρατηγοῦντος Λεωγόρου τοῦ προπάππου τοῦ ἐμοῦ καὶ Χαρίου οὗ ἐκεῖνος τὴν θυγατέρα εἶχεν, ἐξ ἧς ὁ ἡμέτερος ἦν πάππος, κατελθόντες εἰς τὴν πατρίδα τοὺς μὲν ἀπέκτειναν, τῶν δὲ φυγὴν κατέγνωσαν, τοὺς δὲ μένειν ἐν τῇ πόλει ἐάσαντες ἠτίμωσαν.
诸位,为了让你们知道你们为求同心同德所做的事情并非不当,而是做了对你们自己既合适又有利的事,我也愿意就这些事情简短地说几句。因为当巨大的灾祸降临城邦、僭主们掌控城邦而民众流亡在外之时,你们的先祖在帕勒尼昂交战击溃了僭主——当时由我的曾祖父莱奥戈拉斯以及娶其女为妻的卡利亚斯(我们的祖父正是由她所生)担任将军——他们回到祖国后,处死了一部分人,判处另一部分人流亡,而对获准留在城邦内的人则剥夺了公民权。
ὕστερον δὲ ἡνίκα βασιλεὺς ἐπεστράτευσεν ἐπὶ τὴν Ἑλλάδα, γνόντες τῶν συμφορῶν τῶν ἐπιουσῶν τὸ μέγεθος καὶ τὴν παρασκευὴν τὴν βασιλέως, ἔγνωσαν τούς τε φεύγοντας καταδέξασθαι καὶ τοὺς ἀτίμους ἐπιτίμους ποιῆσαι καὶ κοινὴν τήν τε σωτηρίαν καὶ τοὺς κινδύνους ποιήσασθαι. πράξαντες δὲ ταῦτα, καὶ δόντες ἀλλήλοις πίστεις καὶ ὅρκους μεγάλους, ἠξίουν σφᾶς αὐτοὺς προτάξαντες πρὸ τῶν Ἑλλήνων ἁπάντων ἀπαντῆσαι τοῖς βαρβάροις Μαραθῶνάδε, νομίσαντες τὴν σφετέραν αὐτῶν ἀρετὴν ἱκανὴν εἶναι τῷ πλήθει τῷ ἐκείνων ἀντιτάξασθαι· μαχεσάμενοί τε ἐνίκων, καὶ τήν τε Ἑλλάδα ἠλευθέρωσαν καὶ τὴν πατρίδα ἔσῳσαν.
后来,当波斯王向希腊进军时,他们认识到即将来临的灾祸的规模以及波斯王的军备,便决定召回流亡者,恢复被剥夺公民权者的权能,并将安危与患难共同承担。在做了这些事情、并彼此交换了信约和大誓之后,他们认为应当将自己置于全体希腊人的最前列,前往马拉松迎击蛮族,深信他们自己的勇气足以抵御敌人庞大的人数;他们浴血奋战并取得了胜利,既解放了希腊,又拯救了祖国。
ἔργον δὲ τοιοῦτον ἐργασάμενοι οὐκ ἠξίωσάν τινι τῶν πρότερον γενομένων μνησικακῆσαι. τοιγάρτοι διὰ ταῦτα, τὴν πόλιν ἀνάστατον παραλαβόντες ἱερά τε κατακεκαυμένα τείχη τε καὶ οἰκίας καταπεπτωκυίας, ἀφορμήν τε οὐδεμίαν ἔχοντες, διὰ τὸ ἀλλήλοις ὁμονοεῖν τὴν ἀρχὴν τῶν Ἑλλήνων κατηργάσαντο καὶ τὴν πόλιν ὑμῖν τοιαύτην καὶ τοσαύτην παρέδοσαν.
立下如此伟业之后,他们认为绝不该因过去发生的事情而对任何人记恨报复。因此,正因如此,他们接手的是一座沦为废墟的城邦,神庙被焚毁,城墙与房屋倾颓,毫无资财,却凭借彼此同心协力,赢得了希腊人的霸权,并将如此规模、如此伟大的城邦交付给你们。
ὑμεῖς οὖν καὶ αὐτοὶ ὕστερον, κακῶν οὐκ ἐλαττόνων ἢ ἐκείνοις γεγενημένων, ἀγαθοὶ ἐξ ἀγαθῶν ὄντες ἀπέδοτε τὴν ὑπάρχουσαν ἀρετήν· ἠξιώσατε γὰρ τούς τε φεύγοντας καταδέξασθαι καὶ τοὺς ἀτίμους ἐπιτίμους ποιῆσαι. τί οὖν ὑμῖν ὑπόλοιπόν ἐστι τῆς ἐκείνων ἀρετῆς; μὴ μνησικακῆσαι, εἰδότας, ὦ ἄνδρες, ὅτι ἡ πόλις ἐκ πολὺ ἐλάττονος ἀφορμῆς ἐν τῷ ἔμπροσθεν χρόνῳ μεγάλη καὶ εὐδαίμων ἐγένετο· ἃ καὶ νῦν αὐτῇ ὑπάρχει, εἰ ἐθέλοιμεν οἱ πολῖται σωφρονεῖν τε καὶ ὁμονοεῖν ἀλλήλοις.
因此,后来在遭遇并不亚于当年的灾祸时,你们自己作为源自贤哲的贤者,也展现了你们所承袭的美德;因为你们同样决定召回流亡者,并恢复被剥夺公民权者的权能。那么,先祖的美德中还有什么留待你们去践行呢?那就是不记前嫌,因为诸位知晓,城邦在前代正是从远为匮乏的本钱中成长为伟大而繁荣的;如果作为公民的我们愿意保持克制并彼此同心协力,这一切〔伟大与繁荣〕如今也依然属于城邦。
κατηγόρησαν δέ μου καὶ περὶ τῆς ἱκετηρίας, ὡς καταθείην ἐγὼ ἐν τῷ Ἐλευσινίῳ, νόμος δʼ εἴη πάτριος, ὃς ἂν θῇ ἱκετηρίαν μυστηρίοις, τεθνάναι.3 καὶ οὕτως εἰσὶ τολμηροὶ ὥσθʼ ἃ αὐτοὶ κατεσκεύασαν, οὐκ ἀρκεῖ αὐτοῖς4 ὅτι οὐ κατέσχον ἃ ἐπεβούλευσαν, ἀλλὰ καὶ κατηγορίαν ἐμοῦ ποιοῦνται ὡς ἀδικοῦντος.
他们还就请愿枝一事对我提出指控,声称是我将其放置在厄琉西斯神庙中,并说有一条祖传法律规定,凡在举行秘仪期间放置请愿枝者必须处死。他们竟如此胆大妄为,以至于对于他们自己策划的阴谋,未能得逞对他们来说还嫌不够,反而还把我作为作恶者加以指控。
ἐπειδὴ γὰρ ἤλθομεν Ἐλευσινόθεν καὶ ἡ ἔνδειξις ἐγεγένητο, προσῄει τοῖς πρυτάνεσιν ὁ βασιλεὺς περὶ τῶν γεγενημένων Ἐλευσῖνι κατὰ τὴν τελετήν, ὥσπερ ἔθος ἐστίν· οἱ δὲ πρυτάνεις προσάξειν ἔφασαν αὐτὸν πρὸς τὴν βουλήν, ἐπαγγεῖλαί τʼ ἐκέλευον ἐμοί τε καὶ Κηφισίῳ παρεῖναι εἰς τὸ Ἐλευσίνιον· ἡ γὰρ βουλὴ ἐκεῖ καθεδεῖσθαι ἔμελλε κατὰ τὸν Σόλωνος νόμον, ὃς κελεύει τῇ ὑστεραίᾳ τῶν μυστηρίων ἕδραν ποιεῖν ἐν τῷ Ἐλευσινίῳ. καὶ παρῆμεν κατὰ τὰ προειρημένα.
因为当我们从厄琉西斯返回且告发已经提出之后,正如惯例一样,巴西琉斯官就秘仪期间在厄琉西斯发生的事情向普罗塔尼斯们汇报;普罗塔尼斯们表示要将他引见给议事会,并下令通知我和刻菲西奥斯前往厄琉西斯神庙出席;因为议事会正打算依据梭伦的法律在那里开会,该法规定在秘仪结束的次日于厄琉西斯神庙举行会议。我们便遵照前述通知出席了会议。
- 105τοὺς δὲ ἐνδεικνύναι, τοὺς δὲ ἀπάγειν
在前面的不定式短语(συκοφαντεῖν καὶ γράφεσθαι)之后,τοὺς δὲ... τοὺς δέ 作为部分性宾格代词,分别充当其后不定式 ἐνδεικνύναι 和 ἀπάγειν 的直接宾语(“向官厅告发一部分人,收押另一部分人”),而非表示主语的主格。
- 105ἢ φεύγειν αὐτοὺς ἐκ τῆς πόλεως
在此对格不定式结构中,主语对格 αὐτούς 指的是公民自身(以第三人称复数指代),与信任法律构成抉择:若告密者横行,是否“公民们自己(αὐτούς)必须逃离城邦”。此处并非指告密者本人。
- 110ὡς καταθείην ἐγὼ ἐν τῷ Ἐλευσινίῳ, νόμος δʼ εἴη πάτριος, ὃς ἂν θῇ ἱκετηρίαν μυστηρίοις, τεθνάναι
由于受过去时动词 κατηγόρησαν 引导进入间接引语,从句动词采用了间接引语希求法(καταθείην, εἴη)。其后的关系从句 ὃς ἂν θῇ 则保留了法条原本的一般条件从句形式(虚拟式加 ἄν),不定式 τεθνάναι 充当说明 νόμος εἴη 的规定性不定式(“有一条法律规定……必须处死”)。
- 110ὥσθʼ ἃ αὐτοὶ κατεσκεύασαν, οὐκ ἀρκεῖ αὐτοῖς
关系从句 ἃ αὐτοὶ κατεσκεύασαν(“关于他们自己一手炮制的事情”)通过倒装(hyperbaton)被置于主句(οὐκ ἀρκεῖ αὐτοῖς...)之前以示强调,在句法上起到了先行提示话题的作用。
