- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:84-90
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安多基得斯继续宣读泰萨梅诺斯法令关于法律审查与公布的条款,并依次朗读禁止使用不成文法、确立法律高于法令之效力、以及法律自欧克雷德斯执政官年起施行(不溯及既往)的各项法律,以此论证旧法令已失效且和解誓言禁止追究旧怨。
"τοὺς δὲ παραδιδομένους νόμους δοκιμασάτω πρότερον ἡ βουλὴ καὶ οἱ νομοθέται οἱ πεντακόσιοι, οὓς οἱ δημόται εἵλοντο, ἐπειδὰν ὀμωμόκωσιν· ἐξεῖναι δὲ καὶ ἰδιώτῃ τῷ βουλομένῳ, εἰσιόντι εἰς τὴν βουλὴν συμβουλεύειν ὅ τι ἂν ἀγαθὸν ἔχῃ περὶ τῶν νόμων. ἐπειδὰν δὲ τεθῶσιν οἱ νόμοι, ἐπιμελείσθω ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου τῶν νόμων, ὅπως ἂν αἱ ἀρχαὶ τοῖς κειμένοις νόμοις χρῶνται. τοὺς δὲ κυρουμένους τῶν νόμων ἀναγράφειν εἰς τὸν τοῖχον, ἵνα περ πρότερον ἀνεγράφησαν, σκοπεῖν τῷ βουλομένῳ."
“对于移交的各项法律,首先由议事会以及各区区民选出的五百名立法委员在宣誓之后进行审查;并且允许任何有意愿的普通公民进入议事会,就法律提出他所持有的任何有益建议。法律制定之后,战神山议事会应当监督这些法律,以使各行政官员使用现行的法律。他们应将获得批准的法律铭刻在墙上,即先前铭刻之处,供任何有意者查验。”
ἐδοκιμάσθησαν μὲν οὖν οἱ νόμοι, ὦ ἄνδρες, κατὰ τὸ ψήφισμα τουτί, τοὺς δὲ κυρωθέντας ἀνέγραψαν εἰς τὴν στοάν. ἐπειδὴ δʼ ἀνεγράφησαν, ἐθέμεθα νόμον, ᾧ πάντες χρῆσθε. καί μοι ἀνάγνωθι τὸν νόμον. "Νόμος.—ἀγράφῳ δὲ νόμῳ τὰς ἀρχὰς μὴ χρῆσθαι μηδὲ περὶ ἑνός."
诸位,法律确实是依照这项法令受到审查的,获得批准的那些法律被铭刻在柱廊上。在它们被铭刻之后,我们制定了一条你们所有人都在使用的法律。请为我宣读那条法律。 “法律。——行政官员无论对任何事项均不得使用不成文法。”
ἆρά γε ἔστιν ἐνταυθοῖ τι περιελείπετο περὶ ὅτου οἷόν τε ἢ ἀρχὴν εἰσάγειν ἢ ὑμῶν πρᾶξαί τινι, ἀλλʼ ἢ κατὰ τοὺς ἀναγεγραμμένους νόμους;1 ὅπου οὖν ἀγράφῳ νόμῳ οὐκ ἔξεστι χρήσασθαι, ἦ που ἀγράφῳ γε ψηφίσματι παντάπασιν οὐ δεῖ χρήσασθαι. ἐπειδὴ τοίνυν ἑωρῶμεν ὅτι πολλοῖς τῶν πολιτῶν εἶεν συμφοραί, τοῖς μὲν κατὰ νόμους, τοῖς δὲ κατὰ ψηφίσματα πρότερον γενόμενα, τουτουσὶ τοὺς νόμους ἐθέμεθα, αὐτῶν ἕνεκα τῶν νυνὶ ποιουμένων, ἵνα τούτων μηδὲν γίγνηται μηδὲ ἐξῇ συκοφαντεῖν μηδενί. καί μοι ἀνάγνωθι τοὺς νόμους.
那么,在此处难道还留有任何余地,使得行政官员提起诉讼或者你们中任何人采取行动,可以不依照铭刻的法律而行吗?既然不成文的法律都不得使用,那么不成文的法令当然更是绝不可使用的。因此,由于我们看到许多公民正遭受不幸,有些是依据先前制定的法律,有些则是依据先前通过的法令,我们正是因为如今正在发生的这些事情本身而制定了这些法律,以使这些情况不再发生,任何人也不得诬告他人。请为我宣读这些法律。
"Νόμοι.—ἀγράφῳ δὲ νόμῳ τὰς ἀρχὰς μὴ χρῆσθαι μηδὲ περὶ ἑνός. ψήφισμα δὲ μηδὲν μήτε βουλῆς μήτε δήμου νόμου κυριώτερον εἶναι. μηδὲ ἐπʼ ἀνδρὶ νόμον ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις, ἐὰν μὴ ἑξακισχιλίοις δόξῃ κρύβδην ψηφιζομένοις." τί οὖν ἦν ἐπίλοιπον; οὑτοσὶ ὁ νόμος. καί μοι ἀνάγνωθι τοῦτον. "Νόμος.—τὰς δὲ δίκας καὶ τὰς διαίτας κυρίας εἶναι, ὁπόσαι ἐν δημοκρατουμένῃ τῇ πόλει ἐγένοντο. τοῖς δὲ νόμοις χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος.2"
“诸法律。——行政官员无论对任何事项均不得使用不成文法。议事会或民众大会的任何法令均不得具有高于法律的效力。亦不得制定针对个人的法律,除非该法律同样适用于所有雅典人,除非六千人以秘密投票方式表示赞同。” 那么,还剩下什么呢?正是这条法律。请为我宣读这条法律。 “法律。——凡在民主制下的城邦中所作出的各项判决与仲裁裁决,均属有效。但法律自欧克雷德斯担任执政官之年起开始施行。”
τὰς μὲν δίκας, ὦ ἄνδρες, καὶ τὰς διαίτας ἐποιήσατε κυρίας εἶναι, ὁπόσαι ἐν δημοκρατουμένῃ τῇ πόλει ἐγένοντο, ὅπως μήτε χρεῶν ἀποκοπαὶ εἶεν μήτε δίκαι ἀνάδικοι γίγνοιντο, ἀλλὰ τῶν ἰδίων συμβολαίων αἱ πράξεις εἶεν· τῶν δὲ δημοσίων ἐφʼ ὁπόσοις ἢ γραφαί εἰσιν ἢ φάσεις ἢ ἐνδείξεις ἢ ἀπαγωγαί, τούτων ἕνεκα τοῖς νόμοις ἐψηφίσασθε χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος.
诸位,你们使凡在民主制下的城邦中所作出的各项判决与仲裁裁决保持有效,是为了既不废除债务,也不使已经结案的诉讼重新审理,而是使私人契约的执行得以维持;然而对于涉及公诉、告发、检举或即决押送的公事,为了这些缘故,你们投票决定自欧克雷德斯担任执政官之年起施行各项法律。
ὅπου οὖν ἔδοξεν ὑμῖν δοκιμάσαι μὲν τοὺς νόμους, δοκιμάσαντας δὲ ἀναγράψαι, ἀγράφῳ δὲ νόμῳ τὰς ἀρχὰς μὴ χρῆσθαι μηδὲ περὶ ἑνός, ψήφισμα δὲ μηδὲν μήτε βουλῆς μήτε δήμου νόμου κυριώτερον εἶναι, μηδʼ ἐπʼ ἀνδρὶ νόμον ἐξεῖναι τιθέναι ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις, τοῖς δὲ νόμοις τοῖς κειμένοις χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος, ἐνταυθοῖ ἔστιν ὅ τι ὑπολείπεται ἢ μεῖζον ἢ ἔλαττον τῶν γενομένων πρότερον ψηφισμάτων, πρὶν Εὐκλείδην ἄρξαι, ὅπως κύριον ἔσται; οὐκ οἶμαι ἔγωγε, ὦ ἄνδρες. σκοπεῖτε δὲ καὶ αὐτοί.
既然你们已经决议审查各项法律并在审查后予以铭刻,行政官员对任何事项均不得使用不成文法,议事会或民众大会的任何法令均不得高于法律,不得制定针对个人的法律除非同样适用于全体雅典人,并且自欧克雷德斯担任执政官之年起使用现行法律,那么在此处,在欧克雷德斯担任执政官之前所通过的以往各项法令中,难道还留有任何或大或小的法令依然有效吗?诸位,我绝不这样认为。请你们自己也思考一下。
φέρε δὴ τοίνυν, οἱ ὅρκοι ὑμῖν πῶς ἔχουσιν; ὁ μὲν κοινὸς τῇ πόλει ἁπάσῃ, ὃν ὀμωμόκατε πάντες μετὰ τὰς διαλλαγάς, καὶ οὐ μνησικακήσω τῶν πολιτῶν οὐδενὶ πλὴν τῶν τριάκοντα καὶ τῶν δέκα καὶ τῶν ἕνδεκα· οὐδὲ τούτων ὃς ἂν ἐθέλῃ εὐθύνας διδόναι τῆς ἀρχῆς ἧς ἦρξεν. ὅπου τοίνυν αὐτοῖς τοῖς τριάκοντα ὤμνυτε μὴ μνησικακήσειν, τοῖς μεγίστων κακῶν αἰτίοις, εἰ διδοῖεν εὐθύνας, ἦ που σχολῇ τῶν γε ἄλλων πολιτῶν τινι ἠξιοῦτε μνησικακεῖν.3 ἡ δὲ βουλὴ αὖ ἡ ἀεὶ βουλεύουσα τί ὄμνυσι;
那么且看,你们的誓言又是怎样的?在和解之后你们全城所有人共同立下的普遍誓言如下: “我对任何公民均不追念旧怨,唯三十人、十人以及十一人除外;而对于这些人,只要其愿意就其所任官职接受账目审计者,我亦不追念旧怨。” 既然你们甚至对那造成最大祸患的三十人本身,只要他们接受审计,都起誓不追念旧怨,那么对于其余公民中的任何人,你们当然绝不可能认为有理由去追究旧怨。而那每届当值的议事会,又起誓了什么呢?
- 86ἀλλʼ ἢ κατὰ τοὺς ἀναγεγραμμένους νόμους
ἀλλʼ ἤ 属于固定短语,常接在否定句或修辞性疑问句之后,意为“除了……之外”。此处承接前面的修辞疑问 ἆρά γε ἔστιν ἐνταυθοῖ τι περιελείπετο(“此处难道还留有任何……吗?”),表述“除了依据铭刻的法律之外”。
- 87τοῖς δὲ νόμοις χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος
介词短语 ἀπʼ Εὐκλείδου ἄρχοντος 表示时间的起点,意为“自欧克雷德斯担任执政官之年(前403/2年)起”。该条款确立了雅典法律体系中“法不溯及既往”的原则,并使此前通过的针对性法令归于无效。
- 90ἦ που σχολῇ τῶν γε ἄλλων πολιτῶν τινι ἠξιοῦτε μνησικακεῖν
副词 σχολῇ 字面意为“悠闲地”,在反诘或否定推论中引申为“绝不可能”、“断然不会”(hardly, far from it)。它与前面的前提 ὅπου...(“既然你们对三十人本身都……”)相呼应,构成强烈的举轻明重(a fortiori)推论:“当然断然不可能认为有理由去追究其他任何公民的旧怨”。
