- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:77-83
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安多基得斯宣读了帕特罗克莱德斯的复权法令并说明其适用范围,随后叙述了内乱结束后的和解以及依据泰萨梅诺斯法令修订法律的经过。
"Ψήφισμα.—Πατροκλείδης εἶπεν· ἐπειδὴ ἐψηφίσαντο Ἀθηναῖοι τὴν ἄδειαν περὶ τῶν ἀτίμων καὶ τῶν ὀφειλόντων, ὥστε λέγειν ἐξεῖναι καὶ ἐπιψηφίζειν, ψηφίσασθαι τὸν δῆμον1 ταὐτὰ ἅπερ ὅτε ἦν τὰ Μηδικά, καὶ συνήνεγκεν Ἀθηναίοις ἐπὶ τὸ ἄμεινον. περὶ δὲ τῶν ἐγγεγραμμένων εἰς τοὺς πράκτορας ἢ τοὺς ταμίας τῆς θεοῦ καὶ τῶν ἄλλων θεῶν ἢ τὸν βασιλέα εἰ τις μὴ ἐξεγράφη μέχρι τῆς ἐξελθούσης βουλῆς ἐφʼ ἧς Καλλίας ἦρχεν," "ὅσοι ἄτιμοι ἦσαν ὀφείλοντες, καὶ ὅσων εὔθυναί τινές εἰσι κατεγνωσμέναι ἐν τοῖς λογιστηρίοις ὑπὸ τῶν εὐθύνων καὶ τῶν παρέδρων, ἢ μήπω εἰσηγμέναι εἰς τὸ δικαστήριον γραφαί τινές εἰσι περὶ τῶν εὐθυνῶν, ἢ προστάξεις..., ἢ ἐγγύαι τινές εἰσι κατεγνωσμέναι εἰς τὸν αὐτὸν τοῦτον χρόνον· καὶ ὅσα ὀνόματα τῶν τετρακοσίων τινὸς ἐγγέγραπται, ἢ ἄλλο τι περὶ τῶν ἐν τῇ ὀλιγαρχίᾳ πραχθέντων ἐστί που γεγραμμένον· πλὴν ὁπόσα ἐν στήλαις γέγραπται τῶν μὴ ἐνθάδε μεινάντων, ἢ ἐξ Ἀρείου πάγου ἢ τῶν ἐφετῶν ἢ ἐκ πρυτανείου ἢ Δελφινίου δικασθεῖσιν ὑπὸ τῶν βασιλέων ἐπὶ φόνῳ τίς ἐστι φυγὴ ἢ θάνατος κατεγνώσθη," "ἢ σφαγεῦσιν ἢ τυράννοις· τὰ δὲ ἄλλα πάντα ἐξαλεῖψαι τοὺς πράκτορας καὶ τὴν βουλὴν2 κατὰ τὰ εἰρημένα πανταχόθεν, ὅπου τι ἔστιν ἐν τῷ δημοσίῳ, καὶ εἴ τι ἀντίγραφόν που ἔστι, παρέχειν τοὺς θεσμοθέτας καὶ τὰς ἄλλας ἀρχάς. ποιεῖν δὲ ταῦτα τριῶν ἡμερῶν, ἐπειδὰν δόξῃ τῷ δήμῳ. ἃ δʼ εἴρηται ἐξαλεῖψαι, μὴ κεκτῆσθαι ἰδίᾳ μηδενὶ ἐξεῖναι μηδὲ μνησικακῆσαι μηδέποτε· εἰ δὲ μή, ἔνοχον εἶναι τὸν παραβαίνοντα ταῦτα ἐν τοῖς αὐτοῖς ἐν οἷσπερ οἱ ἐξ Ἀρείου πάγου φεύγοντες, ὅπως ἂν ὡς πιστότατα ἔχῃ Ἀθηναίοις καὶ νῦν καὶ εἰς τὸν λοιπὸν χρόνον."
“法令。——帕特罗克莱德斯提议:鉴于雅典人已投票通过关于被剥夺公民权者及负债者的赦免案,从而使得发言与付诸表决成为合法,民众大会应当议决采取与希波战争时期相同的措施,而那曾给雅典人带来了更好的结果。关于那些在税吏处、在雅典娜女神及其他诸神司库处、或在执政王处登记在册,且直至卡利亚斯担任执政官的那届刚离任的议事会为止仍未被销账者;凡因负债而被剥夺公民权者,凡其账目审查在会计局被审计官及其副官裁定有罪者,或关于账目审查尚未被提交法庭的公诉案件,或特定限制……,或直至这同一时期被裁定承担保证债务者;以及登记在册的任何属于四百人政权分子的名单,或关于寡头统治期间所作所为在任何地方记录的其他事项;——但以下记录除外:那些未留在本土之人被刻在石碑上的记录,或由执政王在战神山议事会、审判官法庭、市政厅或德尔菲尼翁法庭审判并因谋杀罪被判处流放或死刑者,或被定罪为杀手或僭主者的记录;——其余一切记录,税吏与议事会应依照上述规定,从公共机构存留记录的任何地方全部予以抹去;若在任何地方存有任何抄本,司法执政官及其他官员应当交出。自民众大会通过之日起,须在三天之内完成此事。对于规定予以抹去的记录,任何人不得私自保留,亦绝不得追念旧怨;若有违反此规定者,应承受与被战神山议事会流放者相同的惩处,以使雅典人之间无论在当下还是在未来的岁月中均能保持最稳固的互信。”
κατὰ μὲν τὸ ψήφισμα τουτὶ τοὺς ἀτίμους ἐπιτίμους ἐποιήσατε· τοὺς δὲ φεύγοντας οὔτε Πατροκλείδης εἶπε κατιέναι οὔθʼ ὑμεῖς ἐψηφίσασθε. ἐπεὶ δʼ αἱ σπονδαὶ πρὸς Λακεδαιμονίους ἐγένοντο, καὶ τὰ τείχη καθείλετε, καὶ τοὺς φεύγοντας κατεδέξασθε, καὶ κατέστησαν οἱ τριάκοντα, καὶ μετὰ ταῦτα Φυλή τε κατελήφθη Μουνυχίαν τε κατέλαβον, ἐγένετό θʼ ὑμῖν ὧν ἐγὼ οὐδὲν δέομαι μεμνῆσθαι οὐδʼ ἀναμιμνῄσκειν ὑμᾶς τῶν γεγενημένων κακῶν.
依据这项法令,你们恢复了被剥夺公民权者的各项权利;然而对于流亡者,帕特罗克莱德斯既未提议让他们返回,你们也未曾就此投票。但当与拉刻代蒙人的条约缔结、你们拆毁城墙、接回流亡者、三十人僭主政权建立,随后菲莱被占领,他们又夺取了穆尼基亚之后,你们身上便发生了那些我绝无意提及、也绝不愿提醒你们回忆的种种不幸。
ἐπειδὴ δʼ ἐπανήλθετε ἐκ Πειραιῶς, γενόμενον ἐφʼ ὑμῖν τιμωρεῖσθαι3 ἔγνωτε ἐᾶν τὰ γεγενημένα, καὶ περὶ πλείονος ἐποιήσασθε σῴζειν τὴν πόλιν ἢ τὰς ἰδίας τιμωρίας, καὶ ἔδοξε μὴ μνησικακεῖν ἀλλήλοις τῶν γεγενημένων. δόξαντα δὲ ὑμῖν ταῦτα4 εἵλεσθε ἄνδρας εἴκοσι· τούτους δὲ ἐπιμελεῖσθαι τῆς πόλεως, ἕως οἱ νόμοι τεθεῖεν· τέως δὲ χρῆσθαι τοῖς Σόλωνος νόμοις καὶ τοῖς Δράκοντος θεσμοῖς.
然而,当你们从比雷埃夫斯返回时,尽管惩办仇敌的权力完全操于你们之手,你们却决意将过去的宿怨付诸既往,并认为拯救城邦重于个人报复,决定不再为过去之事互怀怨恨。在作出这些决议之后,你们选出了二十人;由这些人掌管城邦事务,直至新法律制定为止;而在此期间,则沿用梭伦的法律与德拉古的条例。
ἐπειδὴ δὲ βουλήν τε ἀπεκληρώσατε νομοθέτας τε εἵλεσθε, εὑρίσκοντες τῶν νόμων τῶν τε Σόλωνος καὶ τῶν Δράκοντος πολλοὺς ὄντας οἷς πολλοὶ τῶν πολιτῶν ἔνοχοι ἦσαν τῶν πρότερον ἕνεκα γενομένων, ἐκκλησίαν ποιήσαντες ἐβουλεύσασθε περὶ αὐτῶν, καὶ ἐψηφίσασθε, δοκιμάσαντες πάντας τοὺς νόμους, εἶτʼ ἀναγράψαι ἐν τῇ στοᾷ τούτους τῶν νόμων οἳ ἂν δοκιμασθῶσι. καί μοι ἀνάγνωθι τὸ ψήφισμα.
随后,当你们抽签选出议事会并选拔了立法委员会之后,发现梭伦与德拉古的法律中有许多条款会因先前发生之事而使众多公民获罪,你们便召开公民大会就这些法律进行商议,并投票决定,在审查了所有法律之后,将其中获得批准的法律镌刻在柱廊之上。现在请为我宣读那项法令。
"Ψήφισμαἔδοξε τῷ δήμῳ, Τεισαμενὸς εἶπε· πολιτεύεσθαι Ἀθηναίους κατὰ τὰ πάτρια, νόμοις δὲ χρῆσθαι τοῖς Σόλωνος, καὶ μέτροις καὶ σταθμοῖς, χρῆσθαι δὲ καὶ τοῖς Δράκοντος θεσμοῖς, οἷσπερ ἐχρώμεθα ἐν τῷ πρόσθεν χρόνῳ ὁπόσων δʼ ἂν προσδέῃ, οἵδε ᾑρημένοι νομοθέται ὑπὸ τῆς βουλῆς ἀναγράφοντες ἐν σανίσιν ἐκτιθέντων πρὸς τοὺς ἐπωνύμους, σκοπεῖν τῷ βουλομένῳ, καὶ παραδιδόντων ταῖς ἀρχαῖς ἐν τῷδε τῷ μηνί."
“法令。民众大会决议,泰萨梅诺斯提议:雅典人应依照祖制治理城邦,使用梭伦的法律、度量衡,亦使用我们在先前时代所使用的德拉古的条例;至于任何可能欠缺的补充条款,由议事会选出的这些立法委员应将其书写在木板上,陈列于族名英雄雕像前,供任何有意者查验,并在本月之内移交给各行政官员。”
- 77ἐπειδὴ ἐψηφίσαντο Ἀθηναῖοι τὴν ἄδειαν περὶ τῶν ἀτίμων καὶ τῶν ὀφειλόντων, ὥστε λέγειν ἐξεῖναι καὶ ἐπιψηφίζειν, ψηφίσασθαι τὸν δῆμον
这是雅典法令(ψήφισμα)的标准公文格式:在提案人(Πατροκλείδης εἶπεν)之后,决议的核心由不定式 ψηφίσασθαι(民众大会决议)引导。ἐπειδὴ ἐψηφίσαντο... 为原因从句,ὥστε λέγειν ἐξεῖναι καὶ ἐπιψηφίζειν 则为结果从句,用以阐明免责特权(ἄδεια)的具体范围。
- 79τὰ δὲ ἄλλα πάντα ἐξαλεῖψαι τοὺς πράκτορας καὶ τὴν βουλὴν
这是支配第77至79节长篇法令条款的核心句法结构。在罗列了各类债务人、受处分者和寡头记录以及随后的除外条款(πλὴν ὁπόσα...)之后,主导性不定式 ἐξαλεῖψαι(当予以抹去)出现,其逻辑主语为对格 τοὺς πράκτορας καὶ τὴν βουλὴν,直接宾语为对格 τὰ δὲ ἄλλα πάντα。
- 81γενόμενον ἐφʼ ὑμῖν τιμωρεῖσθαι
基于非人称动词表达的对格绝对独立结构(accusative absolute)。中性单数分词 γενόμενον 与不定式 τιμωρεῖσθαι 结合,表示让步语意:“尽管向仇敌复仇已完全属于你们的权能范围之内(尽管你们本可以惩办仇敌)”。
- 81δόξαντα δὲ ὑμῖν ταῦτα
源自非人称动词 δοκεῖ 的对格绝对独立结构(accusative absolute),此处带有中性复数主语 ταῦτα。它表示在主句动词 εἵλεσθε 之前发生的事项:“当这些原则被你们决议之后”。
