← 安多基德斯

论神秘仪式

§8-14

辩护方针与皮托尼科斯的最初告发

安多基德斯阐明了按时间顺序从头展开辩护的方针,请求审判官们不带偏见地完整倾听。随后,他讲述了在西西里远征前夕的公民大会上,皮托尼科斯与奴隶安德罗马科斯首次告发阿尔基比亚德斯等人亵渎秘仪的始末,并出示了证人证言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

σκοπῶ μὲν οὖν ἔγωγε, ὦ ἄνδρες, πόθεν χρὴ ἄρξασθαι τῆς ἀπολογίας, πότερον ἐκ τῶν τελευταίων λόγων, ὡς παρανόμως με ἐνέδειξαν, ἢ περὶ τοῦ ψηφίσματος τοῦ Ἰσοτιμίδου, ὡς ἄκυρόν ἐστιν, ἢ περὶ τῶν νόμων καὶ τῶν ὅρκων τῶν γεγενημένων, εἴτε καὶ ἐξ ἀρχῆς ὑμᾶς διδάξω τὰ γεγενημένα. ὃ δέ με ποιεῖ μάλιστʼ ἀπορεῖν, ἐγὼ ὑμῖν ἐρῶ, ὅτι οὐ πάντες ἴσως ἐπὶ πᾶσι τοῖς κατηγορουμένοις ὁμοίως ὀργίζεσθε,1 ἀλλʼ ἕκαστός τι ὑμῶν ἔχει πρὸς ὃ βούλοιτο ἄν με πρῶτον ἀπολογεῖσθαι· ἅμα δὲ περὶ πάντων εἰπεῖν ἀδύνατον. κράτιστον οὖν μοι εἶναι δοκεῖ ἐξ ἀρχῆς ὑμᾶς διδάσκειν πάντα τὰ γενόμενα καὶ παραλείπειν μηδέν. ἂν γὰρ ὀρθῶς μάθητε τὰ πραχθέντα, ῥᾳδίως γνώσεσθʼ ἅ μου κατεψεύσαντο οἱ κατήγοροι.

因此,诸位审判官,我自己一直在思量,究竟应当从何处开始辩护:是从他们最后的论点讲起,说他们通过揭发程序控告我是违法的;还是关于伊索提米德斯的法令,说它是无效的;或者是关于业已确立的法律与誓言;抑或是从头向你们说明发生过的一切。我将告诉你们使我最为困惑之处:这正是因为你们或许并非对所有指控都同等愤怒,而是你们每个人心中都有各自希望我首先辩解的事情,然而同时把一切都陈述出来是绝不可能的。因此在我看来,最好的办法就是从头向你们说明所发生的一切事情,不遗漏任何一点。因为只要你们正确了解了事实经过,就能很容易地看出控告者在哪些事情上对我捏造了谎言。

§9

τὰ μὲν οὖν δίκαια γιγνώσκειν ὑμᾶς ἡγοῦμαι καὶ αὐτοὺς παρεσκευάσθαι, οἷσπερ ἐγὼ πιστεύσας ὑπέμεινα, ὁρῶν ὑμᾶς καὶ ἐν τοῖς ἰδίοις καὶ ἐν τοῖς δημοσίοις περὶ πλείστου τοῦτο ποιουμένους, ψηφίζεσθαι κατὰ τοὺς ὅρκους· ὅπερ καὶ συνέχει μόνον τὴν πόλιν, ἀκόντων τῶν οὐ βουλομένων ταῦτα οὕτως ἔχειν.2 τάδε δὲ ὑμῶν δέομαι, μετʼ εὐνοίας μου τὴν ἀκρόασιν τῆς ἀπολογίας ποιήσασθαι, καὶ μήτʼ ἐμοὶ ἀντιδίκους καταστῆναι μήτε ὑπονοεῖν τὰ λεγόμενα μήτε ῥήματα θηρεύειν, ἀκροασαμένους δὲ διὰ τέλους τῆς ἀπολογίας τότε ἤδη ψηφίζεσθαι τοῦτο ὅ τι ἂν ὑμῖν αὐτοῖς ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι.

我相信,你们自己也已经准备好作出公正的判决——这正是我坚信不疑并据此留下来受审的凭据,因为我看到你们无论在私人事务中还是在公共事务中,都将按照誓言投票视为最为重要的事;而在那些不愿看到这种局面的人的意愿之外,唯有这一点在维系着城邦。但我向你们请求的是:请带着善意倾听我的辩护,既不要把自己当成我的对手,也不要对我的话产生猜疑,更不要抓字眼吹毛求疵;而是在完整听取完我的辩护之后,那时再投下你们认为对你们自己最好、最恪守誓言的一票。

§10

ὥσπερ δὲ καὶ προεῖπον ὑμῖν, ὦ ἄνδρες, ἐξ ἀρχῆς περὶ πάντων ποιήσομαι τὴν ἀπολογίαν, πρῶτον μὲν περὶ αὐτῆς τῆς αἰτίας ὅθεν περ ἡ ἔνδειξις ἐγένετο, διόπερ εἰς τὸν ἀγῶνα τόνδε κατέστην, περὶ τῶν μυστηρίων ὡς οὔτʼ ἐμοὶ ἠσέβηται οὐδὲν οὔτε μεμήνυται οὔθʼ ὡμολόγηται, οὐδʼ οἶδα τοὺς μηνύσαντας ὑμῖν περὶ αὐτῶν οὔτʼ εἰ ψευδῆ οὔτʼ εἰ ἀληθῆ ἐμήνυσαν· ταῦθʼ ὑμᾶς διδάξω.

正如我之前向你们所说的那样,诸位审判官,我将从头就一切展开辩护:首先是关于揭发由此而起的原由本身,也就是导致我置身于这场审判中的缘由——关于秘仪一事,我既未曾犯下任何不敬之罪,也未曾告发过任何人,亦未曾作过任何承认,甚至我连那些向你们告发秘仪的人所告发的是真是假都一无所知;这些我都将向你们说明。

§11

ἦν μὲν γὰρ ἐκκλησία τοῖς στρατηγοῖς3 τοῖς εἰς Σικελίαν, Νικίᾳ καὶ Λαμάχῳ καὶ Ἀλκιβιάδῃ, καὶ τριήρης ἡ στρατηγὶς ἤδη ἐξώρμει ἡ Λαμάχου· ἀναστὰς δὲ Πυθόνικος ἐν τῷ δήμῳ εἶπεν ὦ Ἀθηναῖοι, ὑμεῖς μὲν στρατιὰν ἐκπέμπετε καὶ παρασκευὴν τοσαύτην, καὶ κίνδυνον ἀρεῖσθαι μέλλετε· Ἀλκιβιάδην δὲ τὸν στρατηγὸν ἀποδείξω ὑμῖν τὰ μυστήρια ποιοῦντα ἐν οἰκίᾳ μεθʼ ἑτέρων, καὶ ἐὰν ψηφίσησθε ἄδειαν ᾧ ἐγὼ κελεύω, θεράπων ὑμῖν ἑνὸς τῶν ἐνθάδε ἀνδρῶν ἀμύητος ὢν ἐρεῖ τὰ μυστήρια· εἰ δὲ μή, χρῆσθέ μοι ὅ τι ἂν ὑμῖν δοκῇ, ἐὰν μὴ τἀληθῆ λέγω.

当时正为即将前往西西里作战的将领们——尼基阿斯、拉马科斯和阿尔基比亚德斯——召开公民大会,拉马科斯的旗舰甚至已经停泊在港外待发;此时皮托尼科斯在公民大会中站起来说道: ‘雅典人啊,你们正在派遣如此庞大的军队与军备,即将承担巨大的危险;然而我将向你们揭示,将领阿尔基比亚德斯正与他人在民宅中举行秘仪。如果你们通过表决赦免我所指定的人,在座某位男子的一名奴隶,尽管未曾入会,也将向你们道出秘仪的秘密。如果不是这样,若我所言不实,你们尽可按你们的心意处置我。’

§12

ἀντιλέγοντος δὲ Ἀλκιβιάδου πολλὰ καὶ ἐξάρνου ὄντος ἔδοξε τοῖς πρυτάνεσι τοὺς μὲν ἀμυήτους μεταστήσασθαι, αὐτοὺς δʼ ἰέναι ἐπὶ τὸ μειράκιον ὃ ὁ Πυθόνικος ἐκέλευε. καὶ ᾤχοντο, καὶ ἤγαγον θεράποντα Ἀρχεβιάδου τοῦ Πολεμάρχου· Ἀνδρόμαχος αὐτῷ ὄνομα ἦν. ἐπεὶ δὲ ἐψηφίσαντο αὐτῷ τὴν ἄδειαν, ἔλεγεν ὅτι ἐν τῇ οἰκίᾳ τῇ Πουλυτίωνος γίγνοιτο μυστήρια· Ἀλκιβιάδην μὲν οὖν καὶ Νικιάδην καὶ Μέλητον, τούτους μὲν αὐτοὺς εἶναι τοὺς ποιοῦντας, συμπαρεῖναι δὲ καὶ ὁρᾶν τὰ γιγνόμενα καὶ ἄλλους, παρεῖναι δὲ καὶ δούλους, ἑαυτόν τε καὶ τὸν ἀδελφὸν καὶ Ἱκέσιον τὸν αὐλητὴν καὶ τὸν Μελήτου δοῦλον.

在阿尔基比亚德斯极力反驳并坚决否认之际,五百人会议主席团决定让未入会者退席,并由主席团成员亲自去带皮托尼科斯所指定的那名年轻人。他们前往并带来了波勒马耳科斯之子阿尔克比亚德斯的奴隶,他的名字叫安德罗马科斯。当他们投票授予他豁免权之后,他陈述说在普利提昂的宅邸中举行了秘仪;阿尔基比亚德斯、尼基阿德斯和梅勒托斯正是亲自主持秘仪的人,另有一些人也在场并旁观了发生的事,此外还有奴隶在场,包括他自己、他的兄弟、笛手希克西奥斯以及梅勒托斯的奴隶。

§13

πρῶτος μὲν οὗτος ταῦτα ἐμήνυσε, καὶ ἀπέγραψε τούτους· ὧν Πολύστρατος μὲν συνελήφθη καὶ ἀπέθανεν, οἱ δὲ ἄλλοι φεύγοντες ᾤχοντο, καὶ αὐτῶν ὑμεῖς θάνατον κατέγνωτε. καί μοι λαβὲ καὶ ἀνάγνωθι αὐτῶν τὰ ὀνόματα. "Ὀνόματα.—τούσδε Ἀνδρόμαχος ἐμήνυσεν· Ἀλκιβιάδην, Νικιάδην, Μέλητον, Ἀρχεβιάδην, Ἄρχιππον, Διογένη, Πολύστρατον, Ἀριστομένη, Οἰωνίαν, Παναίτιον. "

此人是第一个就这些事进行告发的人,并登记了这些人的名字。其中波利斯特拉托斯被捕并被处死,其他人则逃亡离去,你们对他们判处了死刑。请为我拿来并朗读他们的名字。 “名单。——安德罗马科斯告发了以下人员:阿尔基比亚德斯、尼基阿德斯、梅勒托斯、阿尔克比亚德斯、阿尔基普波斯、狄奥革涅斯、波利斯特拉托斯、阿里斯托墨涅斯、奥伊奥尼亚斯、帕奈提奥斯。”

§14

πρώτη μέν, ὦ ἄνδρες, μήνυσις ἐγένετο αὕτη ὑπὸ Ἀνδρομάχου κατὰ τούτων τῶν ἀνδρῶν. καὶ μοι κάλει Διόγνητον. "Μάρτυς ἦσθα ζητητής, ὦ Διόγνητε, ὅτε Πυθόνικος εἰσήγγειλεν ἐν τῷ δήμῳ περὶ Ἀλκιβιάδου; ἦ. οἶσθα οὖν μηνύσαντα Ἀνδρόμαχον τὰ ἐν τῇ οἰκίᾳ τῇ Πουλυτίωνος γιγνόμενα; οἶδα. τὰ ὀνόματα οὖν τῶν ἀνδρῶν ἐστι ταῦτα, καθʼ ὧν ἐκεῖνος ἐμήνυσεν; ἔστι ταῦτα."

诸位审判官,这就是安德罗马科斯针对这些人所作的第一次告发。请为我传唤狄奥格涅托斯。 “证人——狄奥格涅托斯,当皮托尼科斯在公民大会中对阿尔基比亚德斯提出弹劾时,你是否是调查官?”“我是。”“那么你知道安德罗马科斯曾就普利提昂宅邸中发生的事作过告发吗?”“我知道。”“那么他所告发的人的名字,正是这些人吗?”“正是这些人。”

语法注3 条
  1. 8ὃ δέ με ποιεῖ μάλιστʼ ἀπορεῖν, ἐγὼ ὑμῖν ἐρῶ, ὅτι οὐ πάντες ἴσως ἐπὶ πᾶσι τοῖς κατηγορουμένοις ὁμοίως ὀργίζεσθε

    关系代词从句 ὃ δέ με ποιεῖ μάλιστʼ ἀπορεῖν 充当主动词 ἐρῶ 的宾语,其具体内容由随后的 ὅτι 从句以同位语或说明性的方式展开(类似于先取句式)。应理顺结构理解为:“至于使我最感困惑之事,我将告诉你们,那就是你们并非全都……”

  2. 9ἀκόντων τῶν οὐ βουλομένων ταῦτα οὕτως ἔχειν

    属格独立结构。形容词 ἀκόντων 充当表语,实体化分词 τῶν οὐ βουλομένων 充当逻辑主语。此处否定词用 οὐ 而非 μή,是因为指代的是现实中具体的反对者。

  3. 11ἦν μὲν γὰρ ἐκκλησία τοῖς στρατηγοῖς

    与格 τοῖς στρατηγοῖς 并非纯粹的所有与格,而是关涉与格或利害与格(dative of reference/interest),意为“为将领们举行的公民大会/关乎将领们的公民大会”,指在远征军出发之际,为指挥官们做出最终决议与授权的专门大会。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:8-14