- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:1-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安多基德斯强调自己出于对清白的坚信与对祖国的热爱而选择出庭而非逃亡,请求审判官不要轻信控告者,而应给予辩护人公正的善意倾听。
τὴν μὲν παρασκευήν, ὦ ἄνδρες, καὶ τὴν προθυμίαν τῶν ἐχθρῶν τῶν ἐμῶν, ὥστʼ ἐμὲ κακῶς ποιεῖν ἐκ παντὸς τρόπου, καὶ δικαίως καὶ ἀδίκως, ἐξ ἀρχῆς ἐπειδὴ τάχιστα ἀφικόμην εἰς τὴν πόλιν ταυτηνί, σχεδόν τι πάντες ἐπίστασθε, καὶ οὐδὲν δεῖ περὶ τούτων πολλοὺς λόγους ποιεῖσθαι· ἐγὼ δέ, ὦ ἄνδρες, δεήσομαι ὑμῶν δίκαια καὶ ὑμῖν τε ῥᾴδια χαρίζεσθαι καὶ ἐμοὶ ἄξια πολλοῦ τυχεῖν παρʼ ὑμῶν.
诸位审判官,关于我的仇敌们无论通过何种手段、不论正当还是不正当都企图加害于我的准备与狂热,自从我一来到这座城邦之初起,你们几乎人人都清楚,对此完全没有必要多费口舌。然而我,诸位审判官,将向你们请求正当之事——这对你们而言易于施与,对我而言从你们那里获得也极有价值。
καὶ πρῶτον μὲν ἐνθυμηθῆναι1 ὅτι νῦν ἐγὼ ἥκω οὐδεμιᾶς μοι ἀνάγκης οὔσης παραμεῖναι, οὔτʼ ἐγγυητὰς καταστήσας οὔθʼ ὑπὸ δεσμῶν ἀναγκασθείς, πιστεύσας δὲ μάλιστα μὲν τῷ δικαίῳ, ἔπειτα δὲ καὶ ὑμῖν, γνώσεσθαι τὰ δίκαια καὶ μὴ περιόψεσθαί με ἀδίκως ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν διαφθαρέντα, ἀλλὰ πολὺ μᾶλλον σώσειν δικαίως κατά τε τοὺς νόμους τοὺς ὑμετέρους καὶ τοὺς ὅρκους οὓς ὑμεῖς ὀμόσαντες μέλλετε τὴν ψῆφον οἴσειν.
首先,请你们牢记,我现在到这里来,是在没有任何强迫我留下的必要性的情况下——我既没有提供担保人,也没有受到监禁的胁迫——而是首先坚信正义,其次也坚信你们,相信你们会辨明正义,绝不会坐视我被仇敌们不公地毁掉,反而更会依照你们的法律以及你们宣誓后将据以投票的誓言,公正地拯救我。
εἰκότως δʼ ἄν, ὦ ἄνδρες, τὴν αὐτὴν γνώμην ἔχοιτε περὶ τῶν ἐθελοντῶν εἰς τοὺς κινδύνους καθισταμένων, ἥνπερ αὐτοὶ περὶ αὑτῶν ἔχουσιν. ὁπόσοι μὲν γὰρ μὴ ἠθέλησαν ὑπομεῖναι καταγνόντες αὑτῶν ἀδικίαν, εἰκότως τοι καὶ ὑμεῖς τοιαῦτα περὶ αὐτῶν γιγνώσκετε οἷά περ καὶ αὐτοὶ περὶ σφῶν αὐτῶν ἔγνωσαν· ὁπόσοι δὲ πιστεύσαντες μηδὲν ἀδικεῖν ὑπέμειναν, δίκαιοί ἐστε καὶ ὑμεῖς περὶ τούτων τοιαύτην ἔχειν τὴν γνώμην2 οἵαν περ καὶ αὐτοὶ περὶ αὑτῶν ἔσχον, καὶ μὴ προκαταγιγνώσκειν ἀδικεῖν.
诸位审判官,你们对于那些自愿置身于险境之中的人,持有与他们自身对待自己相同的看法,乃是理所当然的。因为凡是因认定自己有罪而不愿留下来的人,你们对他们的看法自然也理应与他们对自己所作的断定一样;而凡是因为坚信自己未犯任何过错而留下来的人,你们对他们持有与他们对自己所抱有的相同看法,而不预先判定他们有罪,也是正当的。
αὐτίκα ἐγὼ πολλῶν μοι ἀπαγγελλόντων ὅτι λέγοιεν οἱ ἐχθροὶ ὡς ἄρα ἐγὼ οὔτʼ ἂν ὑπομείναιμι οἰχήσομαί τε φεύγων, — τί γὰρ ἂν καὶ βουλόμενος Ἀνδοκίδης ἀγῶνα τοσοῦτον ὑπομείνειεν, ᾧ ἔξεστι μὲν ἀπελθόντι ἐντεῦθεν ἔχειν πάντα τὰ ἐπιτήδεια, ἔστι δὲ πλεύσαντι εἰς Κύπρον, ὅθεν περ ἥκει, γῆ πολλὴ καὶ ἀγαθὴ διδομένη καὶ δωρεὰν ὑπάρχουσα; οὗτος ἄρα βουλήσεται περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ κινδυνεῦσαι; εἰς τί ἀποβλέψας; οὐχ ὁρᾷ τὴν πόλιν ἡμῶν ὡς διάκειται;3
例如就我而言,当时许多人向我报告,说我的仇敌们扬言我绝不可能留下来,而必定逃亡离去——‘因为安多基德斯究竟想图什么,竟要承受如此重大的审判?他只要离开这里,就可以拥有一切生活所需,而且只要驶往他所来自的塞浦路斯,就有赐予他且现成作为礼物的丰饶广阔的土地;难道此人竟愿意冒生命危险?他指望着什么?难道他看不到我们的城邦正处于何种境地吗?’
ἐγὼ δέ, ὦ ἄνδρες, πολὺ τὴν ἐναντίαν τούτοις γνώμην ἔχω. ἄλλοθί τε γὰρ ὢν πάντα τὰ ἀγαθὰ ἔχειν στερόμενος τῆς πατρίδος οὐκ ἂν δεξαίμην· τῆς τε πόλεως οὕτω διακειμένης ὥσπερ αὐτοὶ οἱ ἐχθροὶ λέγουσι, πολύ γʼ ἂν αὐτῆς μᾶλλον ἐγὼ πολίτης δεξαίμην εἶναι ἢ ἑτέρων πόλεων, αἳ ἴσως πάνυ μοι δοκοῦσιν ἐν τῷ παρόντι εὐτυχεῖν, ἅπερ γιγνώσκων ἐπέτρεψα διαγνῶναι ὑμῖν περὶ τοῦ σώματος τοῦ ἐμαυτοῦ.
——然而我,诸位审判官,所持的想法与这些截然相反。因为在异邦拥有一切财富却被剥夺了祖国,这是我绝不愿接受的;即便城邦正处于仇敌们自己所说的那种境地,我也远远更愿意成为它的公民,而不是其他那些眼下在我看来或许十分繁荣的城邦的公民;正是认识到了这一点,我才将关乎我自身生命的裁决托付给了你们。
αἰτοῦμαι οὖν ὑμᾶς, ὦ ἄνδρες, εὔνοιαν πλείω παρασχέσθαι ἐμοὶ τῷ ἀπολογουμένῳ ἢ τοῖς κατηγόροις, εἰδότας ὅτι κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἀνάγκη τὸν ἀπολογούμενον ἔλαττον ἔχειν. οἱ μὲν γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύσαντες καὶ συνθέντες, αὐτοὶ ἄνευ κινδύνων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο· ἐγὼ δὲ μετὰ δέους καὶ κινδύνου καὶ διαβολῆς τῆς μεγίστης τὴν ἀπολογίαν ποιοῦμαι. εἰκὸς οὖν ὑμᾶς ἐστιν εὔνοιαν πλείω παρασχέσθαι ἐμοὶ ἢ τοῖς κατηγόροις.
因此,诸位审判官,我请求你们给予进行辩护的我比给予控告者更多的善意,因为你们知道,即便你们以同等的心态倾听,进行辩护的人也必然处于劣势。因为他们在长久谋划和编排之后,在自身毫无危险的情况下发起了控告;而我却是在恐惧、危险和极大的毁谤之中进行辩护。因此,你们理应给予我比控告者更多的善意。
ἔτι δὲ καὶ τόδε ἐνθυμητέον, ὅτι πολλοὶ ἤδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθησαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑμᾶς πολὺ ἂν ἥδιον δίκην λαβεῖν παρὰ τῶν κατηγόρων ἢ παρὰ τῶν κατηγορουμένων· οἱ δὲ αὖ, μαρτυρήσαντες τὰ ψευδῆ ἀδίκως ἀνθρώπους ἀπολέσαντες, ἑάλωσαν παρʼ ὑμῖν ψευδομαρτυρίων, ἡνίκʼ οὐδὲν ἦν ἔτι πλέον τοῖς πεπονθόσιν. ὁπότʼ οὖν ἤδη πολλὰ τοιαῦτα γεγένηται, εἰκὸς ὑμᾶς ἐστι μήπω τοὺς τῶν κατηγόρων λόγους πιστοὺς ἡγεῖσθαι. εἰ μὲν γὰρ δεινὰ κατηγόρηται ἢ μή, οἷόν τε γνῶναι ἐκ τῶν τοῦ κατηγόρου λόγων· εἰ δὲ ἀληθῆ ταῦτά ἐστιν ἢ ψευδῆ, οὐχ οἷόν τε ὑμᾶς πρότερον εἰδέναι πρὶν ἂν καὶ ἐμοῦ ἀκούσητε4 ἀπολογουμένου.
此外,还必须牢记这一点:以往有许多人在提出诸多骇人听闻的控告后,当场就被极其昭彰地揭穿是在说谎,以致你们宁愿去严惩控告者,也远胜于惩罚被告人;还有一些人,作了伪证并不公正地致人死地,却直到对受害者而言已无济于事的时候,才在你们面前被定以伪证之罪。既然以往已经发生过许多这样的事,你们理应暂且不要认定控告者的话是可信的。因为控告的内容是否严重,从控告者的话中即可得知;但这些话究竟是真是假,在你们也听取我进行辩护之前,你们是绝不可能知晓的。
- 2ἐνθυμηθῆναι
承接前文的 δεήσομαι ὑμῶν δίκαια(我向你们请求正当之事),作为补充说明请求具体内容的不定式(或作表祈使的不定式),意为“请你们牢记/考虑”。
- 3δίκαιοί ἐστε καὶ ὑμεῖς περὶ τούτων τοιαύτην ἔχειν τὴν γνώμην
人称句式(δίκαιός εἰμι + 不定式),相当于非人称结构 δίκαιόν ἐστιν ὑμᾶς ... ἔχειν(“你们持有……是正当的”),逻辑主语“你们”在语法上作为主格主语与 δίκαιοί 一致。
- 4οὐχ ὁρᾷ τὴν πόλιν ἡμῶν ὡς διάκειται
先取句式(prolepsis/提宾句式)。本应作为从属从句(ὡς 从句)主语的“我们的城邦”(ἡ πόλις ἡμῶν),被提前作为主句动词 ὁρᾷ 的直接宾语 τὴν πόλιν ἡμῶν(“难道他看不到我们的城邦正处于何种境地吗”)。
- 7οὐχ οἷόν τε ὑμᾶς πρότερον εἰδέναι πρὶν ἂν καὶ ἐμοῦ ἀκούσητε
主句带有否定词(οὐχ οἷόν τε),从句由 πρὶν ἄν 搭配虚拟式(ἀκούσητε)引导,构成表示“在……之前(不可能)”或“直到……才能”的标准时间从句结构。
