← 安多基德斯

论神秘仪式

§15-21

后续三次告发与反驳告发生父之诬告

安多基得斯详细叙述了特克洛斯、阿加丽斯忒和吕多斯所作的第二至第四次告发,反驳了原告诬称他告发亲生父亲的谎言,指出正是他劝说父亲留下来接受审判并最终获判无罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

δευτέρα τοίνυν μήνυσις ἐγένετο. Τεῦκρος ἦν ἐνθάδε μέτοικος, ὃς ᾤχετο Μέγαράδε ὑπεξελθών, ἐκεῖθεν δὲ ἐπαγγέλλεται τῇ βουλῇ, εἴ οἱ ἄδειαν δοῖεν, μηνύσειν περί τε τῶν μυστηρίων, συνεργὸς ὤν, καὶ τοὺς ἄλλους τοὺς ποιοῦντας μεθʼ ἑαυτοῦ, καὶ περὶ τῶν Ἑρμῶν τῆς περικοπῆς ἃ ᾔδει. ψηφισαμένης δὲ τῆς βουλῆς — ἦν γὰρ αὐτοκράτωρ1 — ᾤχοντο ἐπʼ αὐτὸν Μέγαράδε· καὶ κομισθείς, ἄδειαν εὑρόμενος, ἀπογράφει τοὺς μεθʼ ἑαυτοῦ. καὶ οὗτοι κατὰ τὴν Τεύκρου μήνυσιν ᾤχοντο φεύγοντες. καί μοι λαβὲ καὶ ἀνάγνωθι τὰ ὀνόματα αὐτῶν. "Ὀνόματα.—τούσδε Τεῦκρος ἐμήνυσε· Φαῖδρον, Γνιφωνίδην, Ἰσόνομον, Ἡφαιστόδωρον, Κηφισόδωρον, ἑαυτόν, Διόγνητον, Σμινδυρίδην, Φιλοκράτη, Ἀντιφῶντα, Τείσαρχον, Παντακλέα." μέμνησθε δέ, ὦ ἄνδρες, ὅτι καὶ ταῦθʼ ὑμῖν προσομολογεῖται ἅπαντα.

随后出现了第二次告发。这里曾有一名寄居外国人名叫特克洛斯,他潜逃到了墨伽拉;他从那里向五百人会议表示,如果他们能授予他赦免权,作为同谋者,他不仅将告发关于秘仪以及与他一同举行秘仪的其他人,还将告发他所知道的关于赫尔墨斯神像毁损案的情节。由于五百人会议拥有全权,在通过表决后,便派人前往墨伽拉带他回来;他被带回并获得豁免后,登记了与他同谋的人的名册。这些人便因特克洛斯的告发而逃亡离去。请为我拿来并朗读他们的名字。 “名单。——特克洛斯告发了以下人员:斐德罗、格尼斐尼得斯、伊索诺摩斯、赫淮斯托多罗斯、刻菲索多罗斯、他自己、狄奥格涅托斯、斯敏迪里得斯、斐洛克拉特斯、安提丰、泰撒科斯、潘塔克勒斯。” 诸位审判官,请你们记住,这些事情也是为你们大家所共同承认的。

§16

τρίτη μήνυσις ἐγένετο. ἡ γυνὴ Ἀλκμεωνίδου, γενομένη δὲ καὶ Δάμωνος — Ἀγαρίστη ὄνομα αὐτῇ — αὕτη ἐμήνυσεν ἐν τῇ οἰκίᾳ τῇ Χαρμίδου τῇ παρὰ τὸ Ὀλυμπιεῖον μυστήρια ποιεῖν Ἀλκιβιάδην καὶ Ἀξίοχον καὶ Ἀδείμαντον· καὶ ἔφυγον οὗτοι πάντες ἐπὶ ταύτῃ τῇ μηνύσει.

第三次告发发生了。阿尔克墨奥尼德斯的妻子,也曾是达蒙的妻子——她的名字叫阿加丽斯忒——告发说阿尔基比亚德斯、阿克西奥科斯和阿德曼托斯在奥林匹亚神庙旁的沙尔米德斯宅邸中举行秘仪;所有这些人也都因这次告发而逃亡。

§17

ἔτι μήνυσις ἐγένετο μία. Λυδὸς ὁ Φερεκλέους τοῦ Θημακέως ἐμήνυσε μυστήρια γίγνεσθαι ἐν τῇ οἰκίᾳ Φερεκλέους τοῦ δεσπότου τοῦ ἑαυτοῦ, ἐν Θημακῷ· καὶ ἀπογράφει τούς τε ἄλλους, καὶ τὸν πατέρα ἔφη τὸν ἐμὸν παρεῖναι μέν, καθεύδειν δὲ ἐγκεκαλυμμένον. Σπεύσιππος δὲ βουλεύων παραδίδωσιν αὐτοὺς τῷ δικαστηρίῳ. κἄπειτα ὁ πατὴρ καταστήσας ἐγγυητὰς ἐγράψατο τὸν Σπεύσιππον παρανόμων, καὶ ἠγωνίσατο ἐν ἑξακισχιλίοις Ἀθηναίων, καὶ μετέλαβε δικαστῶν τοσούτων οὐδὲ διακοσίας ψήφους ὁ Σπεύσιππος. ὁ δὲ πείσας καὶ δεόμενος μεῖναι τὸν πατέρα ἐγὼ ἦν μάλιστα, εἶτα δὲ καὶ οἱ ἄλλοι συγγενεῖς.

此外还有一次告发。塞马库斯区费雷克勒斯的奴隶吕多斯告发说,在他自己的主人费雷克勒斯位于塞马库斯的家中举行了秘仪;他不仅登记了其他人,还声称我的父亲当时确实在场,但裹着斗篷在睡觉。当时担任五百人会议议员的斯培乌西波斯将他们移交给了法庭。随后我的父亲提供了担保人,以违宪提议罪起诉了斯培乌西波斯,并在由六千名雅典人组成的法庭上进行了抗辩;而在如此众多的审判官中,斯培乌西波斯甚至连两百票都没有获得。当时劝说并恳求我父亲留下来的人主要正是我,其次还有其他的亲属。

§18

καί μοι κάλει Καλλίαν καὶ Στέφανον—κάλει δὲ καὶ Φίλιππον καὶ Ἀλέξιππον· οὗτοι γάρ εἰσιν Ἀκουμενοῦ καὶ Αὐτοκράτορος συγγενεῖς, οἳ ἔφυγον ἐπὶ τῇ Λυδοῦ μηνύσει· τοῦ μὲν ἀδελφιδοῦς ἐστιν Αὐτοκράτωρ, τοῦ δὲ θεῖος Ἀκουμενός· οἷς προσήκει μισεῖν μὲν τὸν ἐξελάσαντα ἐκείνους, εἰδέναι δὲ μάλιστα διʼ ὅντινα ἔφυγον.2 βλέπετε εἰς τούτους, καὶ μαρτυρεῖτε εἰ ἀληθῆ λέγω.

请为我传唤卡利亚斯和斯特凡诺斯——也请传唤斐利普波斯和阿莱克西普波斯;因为他们是因吕多斯的告发而逃亡的阿库墨诺斯和奥托克拉托尔的亲族。奥托克拉托尔是其中一人的侄子,阿库墨诺斯是另一人的叔父;他们理应憎恨驱逐他们亲族的人,也最清楚他们的亲族是因谁而逃亡的。请看着这些人,并为我所言是否属实作证。

§19

Μάρτυρες τὰ μὲν γενόμενα ἠκούσατε, ὦ ἄνδρες, καὶ ὑμῖν οἱ μάρτυρες μεμαρτυρήκασιν· ἃ δὲ οἱ κατήγοροι ἐτόλμησαν εἰπεῖν, ἀναμνήσθητε. οὕτω γὰρ καὶ δίκαιον ἀπολογεῖσθαι, ἀναμιμνῄσκοντα τοὺς τῶν κατηγόρων λόγους ἐξελέγχειν. ἔλεξαν γὰρ ὡς ἐγὼ μηνύσαιμι περὶ τῶν μυστηρίων, ἀπογράψαιμί τε τὸν πατέρα τὸν ἐμαυτοῦ παρόντα, καὶ γενοίμην μηνυτὴς κατὰ τοῦ πατρὸς τοῦ ἐμαυτοῦ, λόγον οἶμαι πάντων δεινότατόν τε καὶ ἀνοσιώτατον λέγοντες. ὁ μὲν γὰρ ἀπογράψας αὐτὸν Λυδὸς ἦν ὁ Φερεκλέους, ὁ δὲ πείσας ὑπομεῖναι καὶ μὴ οἴχεσθαι φεύγοντα ἐγώ, πολλὰ ἱκετεύσας καὶ λαμβανόμενος τῶν γονάτων.

证人们 诸位审判官,所发生的事情你们已经听到了,证人们也已经向你们作了证;但请回想一下控告者们竟敢说出怎样的话来。因为这正是正当的辩护方式:通过唤起控告者们的言论来进行反驳。他们竟然说是我告发了秘仪之事,是我把自己的父亲作为在场者登记在名册上,是我成了告发自己亲生父亲的告发者——在我看来,他们说出了世上最为骇人听闻、最为大逆不道的话。因为将他登记在名册上的是费雷克勒斯的奴隶吕多斯,而劝说他留下来而不是潜逃离去的人正是我,是我再三恳求并抱住他的膝盖。

§20

καίτοι τί ἐβουλόμην, εἰ ἐμήνυσα μὲν κατὰ τοῦ πατρός, ὡς οὗτοί φασιν, ἱκέτευον δὲ τὸν πατέρα μείναντά τι παθεῖν ὑπʼ ἐμοῦ; καὶ ὁ πατὴρ ἐπείσθη ἀγῶνα τοιοῦτον ἀγωνίσασθαι, ἐν ᾧ δυοῖν τοῖν μεγίστοιν κακοῖν οὐκ ἦν αὐτῷ ἁμαρτεῖν·3 ἢ γὰρ ἐμοῦ δόξαντος τὰ ὄντα μηνῦσαι κατʼ ἐκείνου ὑπʼ ἐμοῦ ἀποθανεῖν, ἢ αὐτῷ σωθέντι ἐμὲ ἀποκτεῖναι. ὁ γὰρ νόμος οὕτως εἶχεν· εἰ μὲν τἀληθῆ μηνύσειέ τις, εἶναι τὴν ἄδειαν, εἰ δὲ τὰ ψευδῆ, τεθνάναι. καὶ μὲν δὴ τοῦτό γε ἐπίστασθε πάντες, ὅτι ἐσώθην καὶ ἐγὼ καὶ ὁ ἐμὸς πατήρ· οἷόν τε δʼ οὐκ ἦν, εἴπερ ἐγὼ μηνυτὴς ἐγενόμην περὶ τοῦ πατρός, ἀλλʼ ἢ ἐμὲ ἢ ἐκεῖνον ἔδει ἀποθανεῖν.

然而,正如他们所说,如果我真的告发了父亲,却又恳求父亲留下来遭受我的加害,我究竟图的是什么呢?难道我的父亲会被说服去参加这样一场诉讼——在这场诉讼中,他必将难逃两种最大灾祸中的一种吗?因为如果我被判定是对他作了真实的告发,他就必然因我而死;如果他被宣告无罪,他就必须让我送命。因为法律是这样规定的:如果有人告发了实情,就享有豁免;如果是虚假告发,就要处以死刑。而你们大家至少都深知这一点:我和我的父亲双双得以保全;但如果我真是告发父亲的告发者,这是绝不可能的,要么是我,要么是他,必有一人去死。

§21

φέρε δὴ τοίνυν, εἰ καὶ ὁ πατὴρ ἐβούλετο ὑπομένειν, τοὺς φίλους ἂν οἴεσθε ἢ ἐπιτρέπειν αὐτῷ μένειν ἢ ἐγγυήσασθαι, ἀλλʼ οὐκ ἂν παραιτεῖσθαι4 καὶ δεῖσθαι ἀπιέναι ὅπου ἔμελλεν αὐτὸς σωθήσεσθαι ἐμέ τε οὐκ ἀπολεῖν;

那么退一步说,即使我的父亲自己想要留下来,你们以为他的朋友们会允许他留下或为他提供担保吗?难道他们不会劝阻他并恳求他逃到一个他自己能够获救且不致置我于死地的地方去吗?

语法注4 条
  1. 15ἦν γὰρ αὐτοκράτωρ

    说明五百人会议(βουλή)拥有全权(αὐτοκράτωρ)的插入性原因句。授予豁免权(ἄδεια)通常是公民大会(ἐκκλησία)的特权,但在此非常时期,五百人会议被赋予了全权决定的权力。

  2. 18οἷς προσήκει μισεῖν μὲν τὸν ἐξελάσαντα ἐκείνους, εἰδέναι δὲ μάλιστα διʼ ὅντινα ἔφυγον

    关系代名词 οἷς 指代刚被传唤的亲属证人,作无人称动词 προσήκει 的与格补足语。两个不定式 μισεῖν 和 εἰδέναι 由 μέν...δέ 并列连接,充当 προσήκει 的真正主语(“他们理应憎恨……并知晓……”)。

  3. 20δυοῖν τοῖν μεγίστοιν κακοῖν οὐκ ἦν αὐτῷ ἁμαρτεῖν

    动词 ἁμαρτάνω 在此意为“脱免、落空”,支配属格(双数形式 δυοῖν τοῖν μεγίστοιν κακοῖν)。配合无人称的 οὐκ ἦν + 与格(αὐτῷ)+ 不定式,表示“他绝不可能免除两大祸害之中的一个”。

  4. 21τοὺς φίλους ἂν οἴεσθε ἢ ἐπιτρέπειν αὐτῷ μένειν ἢ ἐγγυήσασθαι, ἀλλʼ οὐκ ἂν παραιτεῖσθαι

    在由动词 οἴεσθε 引出的间接引语中,语气小词 ἄν 修饰不定式 ἐπιτρέπειν / ἐγγυήσασθαι 以及与之形成对比的 παραιτεῖσθαι(再次带有 ἄν),代表了直接引语中的潜势/反事实希求法形式(ἂν ἐπιτρέποιεν / ἂν παραιτοῖντο)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:15-21