- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:68-76
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安多基德斯通过传唤被救亲属作证结束了对事实部分的辩护,进而转入法律层面的论辩,结合当时剥夺公民权的不同类别,阐明原告所依凭的伊索提米德斯法令不适用于自己,且该法令早已被帕特罗克莱德斯的大赦法令所废除。
οὗτοι μὲν ἔφυγον διʼ ἐμέ, ὁμολογῶ· ἐσώθη δέ γε ὁ πατήρ, ὁ κηδεστής, ἀνεψιοὶ τρεῖς, τῶν ἄλλων συγγενῶν ἑπτά, μέλλοντες ἀποθανεῖσθαι ἀδίκως· οἳ νῦν ὁρῶσι τοῦ ἡλίου τὸ φῶς διʼ ἐμέ, καὶ αὐτοὶ ὁμολογοῦσιν· ὁ δὲ τὴν πόλιν ὅλην συνταράξας καὶ εἰς τοὺς ἐσχάτους κινδύνους καταστήσας ἐξηλέγχθη, ὑμεῖς δὲ ἀπηλλάγητε μεγάλων φόβων καὶ τῶν εἰς ἀλλήλους ὑποψιῶν.
这些人确实因我而流亡,这一点我承认;但我的父亲、我的姐夫、三位表亲以及其他七位亲属却得以保全,而他们原本即将不公正地被处死。由于我的缘故,他们如今见到了太阳的光芒,他们自己也承认这一点。另一方面,那个使整个城邦陷入混乱并陷入绝境的人被揭穿了,而你们也摆脱了巨大的恐惧和彼此间的猜忌。
καὶ ταῦτʼ εἰ ἀληθῆ λέγω, ὦ ἄνδρες, ἀναμιμνῄσκεσθε, καὶ οἱ εἰδότες διδάσκετε τοὺς ἄλλους. σὺ δέ μοι αὐτοὺς κάλει τοὺς λυθέντας διʼ ἐμέ· ἄριστα γὰρ ἂν εἰδότες τὰ γενόμενα λέγοιεν εἰς τούτους.1 οὑτωσὶ δὲ ἔχει, ὦ ἄνδρες· μέχρι τούτου ἀναβήσονται καὶ λέξουσιν ὑμῖν, ἕως ἂν ἀκροᾶσθαι βούλησθε, ἔπειτα δʼ ἐγὼ περὶ τῶν ἄλλων ἀπολογήσομαι.
诸位陪审官,如果我说的是实情,请你们回想起来,并让知情者告知其他人。书记员,请你替我召唤那些因我而获释的人;因为他们最了解所发生的事情,最能向诸位陈述。诸位陪审官,情况是这样的:只要你们愿意倾听,他们就会走上台来向你们发言;随后,我将就其余的事项进行辩护。
Μάρτυρες περὶ μὲν οὖν τῶν τότε γενομένων ἀκηκόατε πάντα καὶ ἀπολελόγηταί μοι ἱκανῶς, ὥς γʼ ἐμαυτὸν πείθω· εἰ δέ τίς τι ὑμῶν ποθεῖ ἢ νομίζει τι μὴ ἱκανῶς εἰρῆσθαι ἢ παραλέλοιπά τι, ἀναστὰς ὑπομνησάτω, καὶ ἀπολογήσομαι καὶ πρὸς τοῦτο· περὶ δὲ τῶν νόμων ἤδη ὑμᾶς διδάξω.
证人 那么,关于当时发生的事情,你们已经听取了一切,据我自己看来,我的辩护已然足够充分。但如果你们中有人渴望了解某事,或认为某处陈述得不够充分,抑或我遗漏了什么,请站起来提醒我,我也会针对那一点进行辩护。而现在,我将向你们讲解有关法律的事情。
Κηφίσιος γὰρ οὑτοσὶ ἐνέδειξε μέν με κατὰ τὸν νόμον τὸν κείμενον, τὴν δὲ κατηγορίαν ποιεῖται κατὰ ψήφισμα πρότερον γενόμενον, ὃ εἶπεν Ἰσοτιμίδης, οὗ ἐμοὶ προσήκει οὐδέν.2 ὁ μὲν γὰρ εἶπεν εἴργεσθαι τῶν ἱερῶν τοὺς ἀσεβήσαντας καὶ ὁμολογήσαντας, ἐμοὶ δὲ τούτων οὐδέτερα πεποίηται· οὔτε ἠσέβηται οὔτε ὡμολόγηται.
因为这里的凯菲西奥斯固然是依据现行法律起诉了我,但他进行控告所依凭的,却是先前通过的由伊索提米德斯提出的一项法令,而这项法令与我毫无瓜葛。因为他〔伊索提米德斯〕提议,凡犯有不敬之罪并已供认不讳者,当被逐出圣所;然而这两点对我均不成立:我既未曾犯有不敬之罪,也未曾供认不讳。
ὡς δὲ καὶ τοῦτο τὸ ψήφισμα λέλυται καὶ ἄκυρόν ἐστιν, ἐγὼ ὑμᾶς διδάξω. καίτοιγε τοιαύτην ἀπολογίαν περὶ αὐτοῦ ποιήσομαι, ὅπου μὴ πείθων μὲν ὑμᾶς αὐτὸς ζημιώσομαι, πείσας δὲ ὑπὲρ τῶν ἐχθρῶν ἀπολελογημένος ἔσομαι.3 ἀλλὰ γὰρ τἀληθῆ εἰρήσεται.
我也将向你们指明,这项法令本身已被废除且失去效力。尽管我将就此作出的辩护处在这样一种处境中:如果我未能说服你们,我自己将遭受惩罚;而如果我说服了你们,我便等同于替我的敌人们作了辩护。然而,真相必须被说出来。
ἐπεὶ γὰρ αἱ νῆες διεφθάρησαν καὶ ἡ πολιορκία ἐγένετο, ἐβουλεύσασθε περὶ ὁμονοίας, καὶ ἔδοξεν ὑμῖν τοὺς ἀτίμους ἐπιτίμους ποιῆσαι, καὶ εἶπε τὴν γνώμην Πατροκλείδης. οἱ δὲ ἄτιμοι τίνες ἦσαν, καὶ τίνα τρόπον ἕκαστοι; ἐγὼ ὑμᾶς διδάξω. οἱ μὲν ἀργύριον ὀφείλοντες τῷ δημοσίῳ, ὁπόσοι εὐθύνας ὦφλον ἄρξαντες ἀρχάς, ἢ ἐξούλας ἢ γραφὰς ἢ ἐπιβολὰς ὦφλον, ἢ ὠνὰς πριάμενοι ἐκ τοῦ δημοσίου μὴ κατέβαλον τὰ χρήματα, ἢ ἐγγύας ἠγγυήσαντο πρὸς τὸ δημόσιον, τούτοις ἡ μὲν ἔκτεισις ἦν ἐπὶ τῆς ἐνάτης πρυτανείας, εἰ δὲ μή, διπλάσιον ὀφείλειν καὶ τὰ κτήματα αὐτῶν πεπρᾶσθαι.
因为当战船被毁、围城发生时,你们曾商议和解之道,并决定恢复被剥夺公民权者的名誉与权利,帕特罗克莱德斯提出了这一提案。那么,被剥夺公民权者都是些什么人,他们各自又是以何种方式被剥夺的呢?我来告诉你们。一类是欠公库钱财的人,即所有在卸任官职接受审计时被判有罪者,或在强制执行诉讼、公诉或罚金案中败诉者,或是从公库承包税收而未缴纳款项者,或是向公库作保者;对这些人而言,清偿期定在第九执政主席团任期内,若未清偿,债务便翻倍,其财产予以变卖。
εἷς μὲν τρόπος οὗτος ἀτιμίας ἦν, ἕτερος δὲ ὧν τὰ μὲν σώματα ἄτιμα ἦν, τὴν δʼ οὐσίαν εἶχον καὶ ἐκέκτηντο· οὗτοι δʼ αὖ ἦσαν ὁπόσοι κλοπῆς ἢ δώρων ὄφλοιεν· τούτους ἔδει καὶ αὐτοὺς καὶ τοὺς ἐκ τούτων ἀτίμους εἶναι· καὶ ὁπόσοι λίποιεν τὴν τάξιν, ἢ ἀστρατείας ἢ δειλίας ἢ ἀναυμαχίου ὄφλοιεν, ἢ τὴν ἀσπίδα ἀποβάλοιεν, ἢ τρὶς ψευδομαρτυρίων ἢ τρὶς ψευδοκλητείας ὄφλοιεν, ἢ τοὺς γονέας κακῶς ποιοῖεν, οὗτοι πάντες ἄτιμοι ἦσαν τὰ σώματα, τὰ δὲ χρήματα εἶχον.
这是剥夺公民权的一种形式;另一种则是其人身权利被剥夺,但仍持有并拥有其财产者。这又包括所有被判盗窃罪或受贿罪的人;这些人自身及其后代都必须被剥夺公民权;还有所有脱离战斗队列者,或被判逃避兵役、怯懦、拒服海役者,或弃盾者,或三次被判伪证罪、三次被判虚假传唤罪者,或虐待父母者:所有这些人的人身权利被剥夺,但保留了财产。
ἄλλοι αὖ κατὰ προστάξεις, οἵτινες οὐ παντάπασιν ἄτιμοι ἦσαν, ἀλλὰ μέρος τι αὐτῶν,4 οἷον οἱ στρατιῶται, οἷς, ὅτι ἐπέμειναν ἐπὶ τῶν τετρακοσίων ἐν τῇ πόλει, τὰ μὲν ἄλλα ἦν ἅπερ τοῖς ἄλλοις πολίταις, εἰπεῖν δʼ ἐν τῷ δήμῳ οὐκ ἐξῆν αὐτοῖς οὐδὲ βουλεῦσαι. τούτων ἦσαν οὗτοι ἄτιμοι αὕτη γὰρ ἦν τούτοις πρόσταξις.
另有一些人则是依具体限制条款受罚,他们并非被完全剥夺公民权,而是被剥夺了其中一部分权利:例如那些士兵,由于在四百人统治时期留在了城内,其他方面与普通公民无异,却不准在公民大会上发言,也不得进入议事会。他们在这些方面被剥夺了权利;因为这便是加诸他们身上的限制。
ἑτέροις οὐκ ἦν γράψασθαι, τοῖς δὲ ἐνδεῖξαι, τοῖς δὲ μὴ ἀναπλεῦσαι εἰς Ἑλλήσποντον, ἄλλοις δʼ εἰς Ἰωνίαν· τοῖς δʼ εἰς τὴν ἀγορὰν μὴ εἰσιέναι πρόσταξις ἦν. ταῦτʼ οὖν ἐψηφίσασθε ἐξαλεῖψαι πάντα τὰ ψηφίσματα, καὶ αὐτὰ καὶ εἴ πού τι ἀντίγραφον ἦν, καὶ πίστιν ἀλλήλοις περὶ ὁμονοίας δοῦναι ἐν ἀκροπόλει. καί μοι ἀνάγνωθι τὸ ψήφισμα τὸ Πατροκλείδου, καθʼ ὃ ταῦτα ἐγένετο.
对另外一些人而言,不得提起公诉;对另一些人,不得告发;对另一些人,不得航行至赫勒斯滂;对其他人,则不得航行至爱奥尼亚;而对某些人,则有限制其不得进入广场的禁令。 因此,你们投票决定抹去所有这些法令,无论是原件还是何处存有的任何抄本,并在卫城上就和睦共处互相交换信誓。现在,请为我宣读帕特罗克莱德斯的法令,正是依据这项法令,这些事情才得以施行。
- 69ἄριστα γὰρ ἂν εἰδότες τὰ γενόμενα λέγοιεν εἰς τούτους
ἄν 搭配希求式(λέγοιεν)构成的潜势表达。分词 εἰδότες 作主语的修饰语,兼具原因(“由于最清楚事情经过”)或情态(“作为最清楚事情经过的人”)的色彩。
- 71οὗ ἐμοὶ προσήκει οὐδέν
无人称动词 προσήκει + 与格(ἐμοί)+ 中性主语(οὐδέν)的句式,意为“与我毫无干系”。关系代词 οὗ 指向前行词 ψήφισμα,因 προσήκει 常支配事物的属格与人的与格而作属格。
- 72ὅπου μὴ πείθων μὲν ὑμᾶς αὐτὸς ζημιώσομαι, πείσας δὲ ὑπὲρ τῶν ἐχθρῶν ἀπολελογημένος ἔσομαι
ὅπου 由空间含义引申为表示“在……境况下”的连词。分词 μὴ πείθων 与 πείσας 构成对比性的条件分词(“若未能说服 / 若说服了”)。ἀπολελογημένος ἔσομαι 为完成时分词加将来时系动词组成的迂回将来完成式,表示“(结果将)等同于作了辩护”。
- 75ἄλλοι αὖ κατὰ προστάξεις, οἵτινες οὐ παντάπασιν ἄτιμοι ἦσαν, ἀλλὰ μέρος τι αὐτῶν
ἄλλοι 接续前文的分类作主语(补充 ἦσαν)。κατὰ προστάξεις 意为“依特别条款/个别限制命令(受惩处者)”。μέρος τι αὐτῶν 用以限定前述的 ἄτιμοι,表示“在他们权利的某一部分上(被剥夺)”,作限制宾格或表示部分属格的名词短语。
