- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:59-67
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安多基德斯阐明,正是通过道出真相,他挽救了亲属和城邦,除四名真正作恶者外未连累他人;他还详述了自己因落马受伤未能参与作案的经过,以及诬告者狄奥克莱德斯如何最终招供并被处决。
ταῦτα μὲν οὖν ἦν ἐμοῦ μὴ εἰπόντος·1 εἰπὼν δὲ τὰ ὄντα αὐτός τε ἐσῳζόμην καὶ τὸν πατέρα ἔσῳζον καὶ τοὺς ἄλλους συγγενεῖς, καὶ τὴν πόλιν ἐκ φόβου καὶ κακῶν τῶν μεγίστων ἀπήλλαττον. φυγάδες δὲ διʼ ἐμὲ τέτταρες ἄνδρες ἐγίγνοντο, οἵπερ καὶ ἥμαρτον· τῶν δʼ ἄλλων, οἳ πρότερον ὑπὸ Τεύκρου ἐμηνύθησαν, οὔτε δήπου οἱ τεθνεῶτες διʼ ἐμὲ μᾶλλον ἐτέθνασαν, οὔτε οἱ φεύγοντες μᾶλλον ἔφευγον.
因此,如果我不说出来,便会发生这些事情;但通过讲出实情,我自己得以获救,救了我的父亲和其他亲属,并使城邦摆脱了恐惧和最深重的灾难。而因我之故成为流亡者的,只有那四个确实犯下罪行的人;至于先前被忒克罗斯告发的其他人,已死之人绝非因我而更被处死,流亡之人也绝非更去流亡。
ταῦτα δὲ πάντα σκοπῶν ηὕρισκον, ὦ ἄνδρες, τῶν παρόντων κακῶν ταῦτα ἐλάχιστα εἶναι, εἰπεῖν τὰ γενόμενα ὡς τάχιστα καὶ ἐλέγξαι Διοκλείδην ψευσάμενον, καὶ τιμωρήσασθαι ἐκεῖνον, ὃς ἡμᾶς μὲν ἀπώλλυεν ἀδίκως, τὴν δὲ πόλιν ἐξηπάτα, ταῦτα δὲ ποιῶν μέγιστος εὐεργέτης ἐδόκει εἶναι καὶ χρήματα ἐλάμβανε.
诸位陪审官,在权衡了这一切之后,我发现眼前的祸患中这是最小的一件:即尽快说出真相,揭发狄奥克莱德斯的谎言,并惩罚那个不公正地置我们于死地、欺骗城邦、却以此行径被视作最大的恩人并收取钱财的恶徒。
διὰ ταῦτα εἶπον τῇ βουλῇ ὅτι εἰδείην τοὺς ποιήσαντας, καὶ ἐξήλεγξα τὰ γενόμενα, ὅτι εἰσηγήσατο μὲν πινόντων ἡμῶν ταύτην τὴν βουλὴν Εὐφίλητος, ἀντεῖπον δὲ ἐγώ, καὶ τότε μὲν οὐ γένοιτο διʼ ἐμέ, ὕστερον δʼ ἐγὼ μὲν Κυνοσάργει ἐπὶ πωλίον ὅ μοι ἦν ἀναβὰς ἔπεσον καὶ τὴν κλεῖν συνετρίβην καὶ τὴν κεφαλὴν κατεάγην,2 φερόμενός τε ἐπὶ κλίνης ἀπεκομίσθην οἴκαδε· αἰσθόμενος δʼ Εὐφίλητος ὡς ἔχοιμι, λέγει πρὸς αὐτοὺς ὅτι πέπεισμαι ταῦτα συμποιεῖν καὶ ὡμολόγηκα αὐτῷ μεθέξειν τοῦ ἔργου καὶ περικόψειν τὸν Ἑρμῆν τὸν παρὰ τὸ Φορβαντεῖον. ταῦτα δʼ ἔλεγεν ἐξαπατῶν ἐκείνους· καὶ διὰ ταῦτα ὁ Ἑρμῆς ὃν ὁρᾶτε πάντες, ὁ παρὰ τὴν πατρῴαν οἰκίαν τὴν ἡμετέραν, ὃν ἡ Αἰγῂς ἀνέθηκεν, οὐ περιεκόπη μόνος τῶν Ἑρμῶν τῶν Ἀθήνησιν, ὡς ἐμοῦ τοῦτο ποιήσοντος,3 ὡς ἔφη πρὸς αὐτοὺς Εὐφίλητος.
为此,我向议事会报告说我知道作恶的人,并揭露了事情的经过:即欧菲勒托斯在我们饮酒时提出了这一密谋,但我提出反对,当时因我之故未曾实行;但后来我在库诺萨耳盖斯骑上我的一匹小马时摔了下来,折断了锁骨并摔破了头颅,被人用担架抬回了家;欧菲勒托斯探听到我的状况后,便向他们说我已被说服共同作案,且已向他答应参与此事,去损毁福耳班提翁旁的那尊赫尔墨斯像。他说这些是为了欺骗他们;正因如此,你们大家所见到的、位于我们祖屋旁的那尊由埃盖伊斯部落奉献的赫尔墨斯像,成了雅典全城赫尔墨斯像中唯一未遭毁坏的一尊——这是基于我将去做这件事的设想,正如欧菲勒托斯对他们所言的那样。
οἱ δʼ αἰσθόμενοι δεινὰ ἐποίουν, ὅτι εἰδείην μὲν τὸ πρᾶγμα, πεποιηκὼς δὲ οὐκ εἴην. προσελθόντες δέ μοι τῇ ὑστεραίᾳ Μέλητος καὶ Εὐφίλητος ἔλεγον ὅτι γεγένηται, ὦ Ἀνδοκίδη, καὶ πέπρακται ἡμῖν ταῦτα. σὺ μέντοι εἰ μὲν ἀξιοῖς ἡσυχίαν ἔχειν καὶ σιωπᾶν, ἕξεις ἡμᾶς ἐπιτηδείους ὥσπερ καὶ πρότερον· εἰ δὲ μή, χαλεπώτεροί σοι ἡμεῖς ἐχθροὶ ἐσόμεθα ἢ ἄλλοι τινὲς διʼ ἡμᾶς φίλοι.
他们察觉后勃然大怒,因为我知道此事却没有去实施。次日,墨勒托斯和欧菲勒托斯来到我这里,说道: ‘安多基德斯,这些事情已经发生,由我们完成了。然而,如果你愿意保持安静并守口如瓶,你将像从前一样拥有我们作为朋友;但若不然,我们对你将成为更可怕的仇敌,甚于其他任何人因我们而成为朋友。’
εἶπον αὐτοῖς ὅτι νομίζοιμι μὲν διὰ τὸ πρᾶγμα Εὐφίλητον πονηρὸν εἶναι, ἐκείνοις δὲ οὐκ ἐμὲ δεινὸν εἶναι, ὅτι οἶδα, ἀλλὰ μᾶλλον αὐτὸ τὸ ἔργον πολλῷ, ὅτι πεποίηται. ὡς οὖν ἦν ταῦτʼ ἀληθῆ, τόν τε παῖδα τὸν ἐμὸν παρέδωκα βασανίσαι, ὅτι ἔκαμνον καὶ οὐδʼ ἀνιστάμην ἐκ τῆς κλίνης, καὶ τὰς θεραπαίνας ἔλαβον οἱ πρυτάνεις, ὅθεν ὁρμώμενοι ταῦτʼ ἐποίουν ἐκεῖνοι.
我对他们说,虽然我认为欧菲勒托斯因这一行径乃是恶棍,但对他们而言可怕的并不是我知道此事,而是这桩暴行本身,即它竟然被做下了,这要可怕得多。 为了证明这些都是实情,我交出了我的男仆接受拷问,以证明我当时正患病且根本无法从床上起身;而执政官们也带走了女仆——那些恶徒正是从她们的住所出发去实施暴行的。
ἐξελέγχοντες δὲ τὸ πρᾶγμα ἥ τε βουλὴ καὶ οἱ ζητηταί, ἐπειδὴ ἦν ᾗ ἐγὼ ἔλεγον καὶ ὡμολογεῖτο πανταχόθεν, τότε δὴ καλοῦσι τὸν Διοκλείδην· καὶ οὐ πολλῶν λόγων ἐδέησεν, ἀλλʼ εὐθὺς ὡμολόγει ψεύδεσθαι, καὶ ἐδεῖτο σῴζεσθαι φράσας τοὺς πείσαντας αὐτὸν λέγειν ταῦτα· εἶναι δὲ Ἀλκιβιάδην τὸν Φηγούσιον καὶ Ἀμίαντον τὸν ἐξ Αἰγίνης.4
当议事会和调查官彻查此事时,既然情况正如我所说并得到各方的一致证实,那时他们便传召了狄奥克莱德斯;无须多言,他随即承认了自己在撒谎,并乞求饶命,声称会交代指使他说出这番话的人;他说指使者是费古斯区的阿尔喀比亚德斯和来自埃癸娜的阿米安托斯。
καὶ οὗτοι μὲν δείσαντες ᾤχοντο φεύγοντες· ὑμεῖς δὲ ἀκούσαντες ταῦτα Διοκλείδην μὲν τῷ δικαστηρίῳ παραδόντες ἀπεκτείνατε, τοὺς δὲ δεδεμένους καὶ μέλλοντας ἀπολεῖσθαι ἐλύσατε, τοὺς ἐμοὺς συγγενεῖς, διʼ ἐμέ, καὶ τοὺς φεύγοντας κατεδέξασθε, αὐτοὶ δὲ λαβόντες τὰ ὅπλα ἀπῇτε, πολλῶν κακῶν καὶ κινδύνων ἀπαλλαγέντες.
这两人闻风丧胆潜逃了;而你们听闻此事后,将狄奥克莱德斯交付法庭处死,并通过我释放了那些被囚禁且即将丧命的人——我的亲属们,迎回了流亡者;你们自己也拿起武器返回家园,摆脱了众多的祸患与危险。
ἐν οἷς ἐγώ, ὦ ἄνδρες, τῆς μὲν τύχης ᾗ ἐχρησάμην δικαίως ἂν ὑπὸ πάντων ἐλεηθείην, τῶν δὲ γενομένων ἕνεκα εἰκότως ἂν ἀνὴρ ἄριστος δοκοίην εἶναι, ὅστις εἰσηγησαμένῳ μὲν Εὐφιλήτῳ πίστιν τῶν ἐν ἀνθρώποις ἀπιστοτάτην ἠναντιώθην καὶ ἀντεῖπον καὶ ἐλοιδόρησα ἐκεῖνον ὧν ἦν ἄξιος, ἁμαρτόντων δʼ ἐκείνων τὴν ἁμαρτίαν αὐτοῖς συνέκρυψα, καὶ μηνύσαντος κατʼ αὐτῶν Τεύκρου οἱ μὲν αὐτῶν ἀπέθανον οἱ δʼ ἔφυγον, πρὶν ἡμᾶς ὑπὸ Διοκλείδου δεθῆναι καὶ μέλλειν ἀπολεῖσθαι. τότε δὲ ἀπέγραψα τέτταρας ἄνδρας, Παναίτιον, Διάκριτον, Λυσίστρατον, Χαιρέδημον·
在这些事情中,诸位陪审官,就我所遭遇的命运而言,理应受到所有人的同情;但就所达成的结果而言,我理应被视为最优秀的人:当欧菲勒托斯提出人间最不信义的誓约时,我予以抵制、反驳并按他应得的痛斥了他;而在他们犯罪之后,我还同他们一起隐瞒了罪行;而在忒克罗斯告发他们后,他们中有的被处死,有的流亡,这都发生在我们被狄奥克莱德斯囚禁且面临毁灭之前。直到那时,我才登记了那四个人的名字:帕奈提奥斯、迪阿克里托斯、吕西斯特拉托斯、凯瑞德摩斯。
- 59ταῦτα μὲν οὖν ἦν ἐμοῦ μὴ εἰπόντος
带否定词 μή 的属格绝对结构(ἐμοῦ μὴ εἰπόντος)相当于与过去事实相反的条件从句(即 εἰ μὴ εἶπον),未完成过去时 ἦν 则充当主句,表示过去本会发生的假想后果,指代第 58 节末尾所列举的亲属与市民之毁灭。
- 61τὴν κλεῖν συνετρίβην καὶ τὴν κεφαλὴν κατεάγην
伴随被动语态形式(συνετρίβην, κατεάγην)的宾格(τὴν κλεῖν, τὴν κεφαλήν)属于关系宾格(或被动结构中表示受损身体部位的宾格),用以指明主语(我)遭受创伤的具体身体部位。
- 62ὡς ἐμοῦ τοῦτο ποιήσοντος
由 ὡς 引导的带将来时分词的属格绝对结构,表达他人(密谋集团)的主观预期或假托前提(“基于我将做此事的预设”)。紧随其后的 ὡς ἔφη πρὸς αὐτοὺς Εὐφίλητος 对此预期产生的原由作出了补充说明。
- 65εἶναι δὲ Ἀλκιβιάδην τὸν Φηγούσιον καὶ Ἀμίαντον τὸν ἐξ Αἰγίνης
间接引语中的“宾格加不定式”结构,承接前面 ὡμολόγει 与 φράσας 中所包含的陈述动词意念,补充说明狄奥克莱德斯招供的具体内容:“(声称)指使者是费古斯区的阿尔喀比亚德斯和埃癸娜的阿米安托斯”。
