← 安多基德斯

论神秘仪式

§51-58

为救亲属与城邦的告发及其辩解

安多基得斯叙述了在狱中受亲属哀求之下,为拯救无辜者和陷入危机的城邦而不得不吐露真凶的痛苦抉择,力辩自己的行为绝非出于卑劣懦弱,而是出于正义与顾念大局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51

λέγοντος δέ, ὦ ἄνδρες, Χαρμίδου ταῦτα, ἀντιβολούντων δὲ τῶν ἄλλων καὶ ἱκετεύοντος ἑνὸς ἑκάστου, ἐνεθυμήθην πρὸς ἐμαυτόν, ὢ πάντων ἐγὼ δεινοτάτῃ συμφορᾷ περιπεσών, πότερα περιίδω τοὺς ἐμαυτοῦ συγγενεῖς ἀπολλυμένους ἀδίκως, καὶ αὐτούς τε ἀποθανόντας καὶ τὰ χρήματα αὐτῶν δημευθέντα, πρὸς δὲ τούτοις ἀναγραφέντας ἐν στήλαις ὡς ὄντας ἀλιτηρίους τῶν θεῶν τοὺς οὐδενὸς αἰτίους τῶν γεγενημένων, ἔτι δὲ τριακοσίους Ἀθηναίων μέλλοντας ἀδίκως ἀπολεῖσθαι, τὴν δὲ πόλιν ἐν κακοῖς οὖσαν τοῖς μεγίστοις καὶ ὑποψίαν εἰς ἀλλήλους ἔχοντας, ἢ εἴπω1 Ἀθηναίοις ἅπερ ἤκουσα Εὐφιλήτου2 αὐτοῦ τοῦ ποιήσαντος;

诸位陪审官,当查尔米德斯说出这番话,其他人也苦苦哀求、每个人都向我祈求时,我心中暗自思忖: “哎,我竟陷入了天下最可怕的灾难之中!我是该坐视我自己的亲属不公正地遭毁灭、他们被处决且财产被没收,不仅如此,作为对所发生之事毫无责任的人,反倒被刻在石碑上当作神明所诅咒的罪人;而且还有三百名雅典人将不公正地丧命,城邦正处于最大的祸患之中且市民彼此猜忌——还是该把从作恶的主犯欧菲勒托斯那里听来的一切告诉雅典人呢?”

§52

ἔτι δὲ ἐπὶ τούτοις καὶ τόδε ἐνεθυμήθην, ὦ ἄνδρες, καὶ ἐλογιζόμην πρὸς ἐμαυτὸν τοὺς ἐξημαρτηκότας καὶ τὸ ἔργον εἰργασμένους, ὅτι οἱ μὲν αὐτῶν ἤδη ἐτέθνασαν ὑπὸ Τεύκρου μηνυθέντες, οἱ δὲ φεύγοντες ᾤχοντο καὶ αὐτῶν θάνατος κατέγνωστο, τέτταρες δὲ ἦσαν ὑπόλοιποι οἳ οὐκ ἐμηνύθησαν ὑπὸ Τεύκρου τῶν πεποιηκότων, Παναίτιος, Χαιρέδημος, διάκριτος, Λυσίστρατος·

诸位陪审官,除了这些之外,我还思忖并向自己盘算那些犯下罪行并实施了该行为的人:他们当中有的人在被忒克罗斯告发后已被处死,有的人流亡而去并被判处死刑;而在作恶者中未被忒克罗斯告发的只剩下四个人:帕奈提奥斯、凯瑞德摩斯、迪阿克里托斯、吕西斯特拉托斯。

§53

οὓς εἰκὸς ἦν ἁπάντων μάλιστα δοκεῖν εἶναι τούτων τῶν ἀνδρῶν οὓς ἐμήνυσε Διοκλείδης, φίλους ὄντας τῶν ἀπολωλότων ἤδη. καὶ τοῖς μὲν οὐδέπω βέβαιος ἦν ἡ σωτηρία, τοῖς δὲ ἐμοῖς οἰκείοις φανερὸς ὁ ὄλεθρος, εἰ μή τις ἐρεῖ Ἀθηναίοις τὰ γενόμενα. ἐδόκει οὖν μοι κρεῖττον εἶναι τέτταρας ἄνδρας ἀποστερῆσαι τῆς πατρίδος δικαίως, οἳ νῦν ζῶσι καὶ κατεληλύθασι καὶ ἔχουσι τὰ σφέτερα αὐτῶν, ἢ ἐκείνους ἀποθανόντας ἀδίκως περιιδεῖν.

由于这些人是那些已死之人的朋友,最有理由被认为是狄奥克莱德斯所告发的那批人。对他们而言,获救本就尚未笃定;而对我的亲族而言,除非有人向雅典人道出实情,否则毁灭是显而易见的。因此在我看来,正当地使四个人失去祖国(而他们如今活着,已经回国并拥有自己的财产),总好过坐视那些亲属不公正地被处死。

§54

εἰ οὖν τινι ὑμῶν, ὦ ἄνδρες, ἢ τῶν ἄλλων πολιτῶν γνώμη τοιαύτη παρειστήκει πρότερον περὶ ἐμοῦ, ὡς ἄρα ἐγὼ ἐμήνυσα κατὰ τῶν ἑταίρων τῶν ἐμαυτοῦ, ὅπως ἐκεῖνοι μὲν ἀπόλοιντο, ἐγὼ δὲ σωθείην — ἃ ἐλογοποίουν οἱ ἐχθροὶ περὶ ἐμοῦ, βουλόμενοι διαβάλλειν με — σκοπεῖσθε ἐξ αὐτῶν τῶν γεγενημένων.

诸位陪审官,如果你们当中或其余公民中有任何人以往对我存有这样的看法,以为我竟是告发了自己的同伴,以便让他们灭亡而我自己得救——这正是我的仇敌为了中伤我而捏造的流言——请根据事实本身来进行审视。

§55

νῦν γὰρ ἐμὲ μὲν λόγον δεῖ δοῦναι τῶν ἐμοὶ πεπραγμένων μετὰ τῆς ἀληθείας, αὐτῶν παρόντων οἵπερ ἥμαρτον καὶ ἔφυγον ταῦτα ποιήσαντες, ἴσασι δὲ ἄριστα εἴτε ψεύδομαι εἴτε ἀληθῆ λέγω, ἔξεστι δὲ αὐτοῖς ἐλέγχειν με ἐν τῷ ἐμῷ λόγῳ· ἐγὼ γὰρ ἐφίημι· ὑμᾶς δὲ δεῖ μαθεῖν τὰ γενόμενα.

因为如今我必须本着真实为我的行为作出交代,而犯下罪行并在做了这些事之后逃亡的那些人正亲自在场,他们最清楚我是在撒谎还是在讲真话,并且他们可以在我的发言中质询我;因为我允许他们这样做;而你们必须获知事情的真相。

§56

ἐμοὶ γάρ, ὦ ἄνδρες, τοῦδε τοῦ ἀγῶνος τοῦτʼ ἔστι μέγιστον, σωθέντι μὴ δοκεῖν κακῷ εἶναι, ἀλλὰ πρῶτον μὲν ὑμᾶς, εἶτα δὲ καὶ τοὺς ἄλλους ἅπαντας μαθεῖν ὅτι οὔτε μετὰ κακίας οὔτε μετʼ ἀνανδρίας οὐδεμιᾶς τῶν γεγενημένων πέπρακται ὑπʼ ἐμοῦ οὐδέν, ἀλλὰ διὰ συμφορὰν γεγενημένην μάλιστα μὲν τῇ πόλει, εἶτα δὲ καὶ ἡμῖν, εἶπον δὲ ἃ ἤκουσα Εὐφιλήτου προνοίᾳ μὲν τῶν συγγενῶν καὶ τῶν φίλων, προνοίᾳ δὲ τῆς πόλεως ἁπάσης, μετʼ ἀρετῆς ἀλλʼ οὐ μετὰ κακίας, ὡς ἐγὼ νομίζω. εἰ οὖν οὕτως ἔχει ταῦτα, σῴζεσθαί τε ἀξιῶ καὶ δοκεῖν ὑμῖν εἶναι μὴ κακός.

诸位陪审官,对我而言,这场审判中最关键的正在于此:得以幸存之后不被视作卑劣小人,而是首先让你们,其次也让其余所有人明白,所发生的任何事情都不是我出于卑劣或懦弱所为,而是由于首先降临于城邦、其次降临于我们身上的灾难;我出于对亲属和朋友的顾念,出于对整个城邦的顾念,讲出从欧菲勒托斯那里听来的话,依我之见乃是出于德性而非出于卑劣。既然事情如此,我认为我理应获救,并在你们眼中不被看作卑鄙之人。

§57

φέρε δή — χρὴ γάρ, ὦ ἄνδρες, ἀνθρωπίνως περὶ τῶν πραγμάτων ἐκλογίζεσθαι, ὥσπερ ἂν αὐτὸν ὄντα ἐν τῇ συμφορᾷ3 — τί ἂν ὑμῶν ἕκαστος ἐποίησεν; εἰ μὲν γὰρ ἦν δυοῖν τὸ ἕτερον ἑλέσθαι, ἢ καλῶς ἀπολέσθαι ἢ αἰσχρῶς σωθῆναι, ἔχοι ἄν τις εἰπεῖν κακίαν εἶναι τὰ γενόμενα· καίτοι πολλοὶ ἂν καὶ τοῦτο εἵλοντο, τὸ ζῆν περὶ πλείονος ποιησάμενοι τοῦ καλῶς ἀποθανεῖν·

且慢——诸位陪审官,人应当设身处地如同自己置身于那场灾难中一般来合乎情理地审度时务——你们每个人会怎么做呢?如果当时的选择确实是二者居其一,要么光荣地死去,要么可耻地偷生,那么有人或许可以说所发生的一切是卑劣的;然而即便如此,许多人也会作此选择,将活着看得重于光荣地死去。

§58

ὅπου δὲ τούτων τὸ ἐναντιώτατον ἦν, σιωπήσαντι μὲν αὐτῷ τε αἴσχιστα ἀπολέσθαι4 μηδὲν ἀσεβήσαντι, ἔτι δὲ τὸν πατέρα περιιδεῖν ἀπολόμενον καὶ τὸν κηδεστὴν καὶ τοὺς συγγενεῖς καὶ ἀνεψιοὺς τοσούτους, οὓς οὐδεὶς ἄλλος ἀπώλλυεν ἢ ἐγὼ μὴ εἰπὼν ὡς ἕτεροι ἥμαρτον. Διοκλείδης μὲν γὰρ ψευσάμενος ἔδησεν αὐτούς, σωτηρία δὲ αὐτῶν ἄλλη οὐδεμία ἦν ἢ πυθέσθαι Ἀθηναίους πάντα τὰ πραχθέντα· φονεὺς οὖν αὐτῶν ἐγιγνόμην ἐγὼ μὴ εἰπὼν ὑμῖν ἃ ἤκουσα. ἔτι δὲ τριακοσίους Ἀθηναίων ἀπώλλυον, καὶ ἡ πόλις ἐν κακοῖς τοῖς μεγίστοις ἐγίγνετο.

但在情况与此完全相反的境地:若保持沉默,一个人在未行任何不敬之举的情况下自身将最可耻地丧命,而且还要坐视自己的父亲、姐夫以及如此众多的亲属和表亲毁灭——若我不说出犯罪的是另有其人,毁灭他们的本不是别人,正是我自己。因为狄奥克莱德斯是以谎言将他们收监,而除了让雅典人得知所做的一切之外,他们别无生路;因此如果我不把听到的事情告诉你们,我就会成为杀害他们的凶手。不仅如此,我还本会毁灭三百名雅典人,而城邦也本会陷入极其深重的祸患之中。

语法注4 条
  1. 51πότερα περιίδω ... ἢ εἴπω

    在直接选择疑问句(πότερα ... ἤ,“是……还是……”)中并列使用的“审虑虚拟语气(deliberative subjunctive)”,以直接引语生动呈现说话者内心的反复权衡。

  2. 51ἅπερ ἤκουσα Εὐφιλήτου

    动词 ἀκούω 同时支配所听之事的事物宾格(关系代词 ἅπερ)与消息来源的人物属格(Εὐφιλήτου),意为“我从欧菲勒托斯那里听到的事”。

  3. 57ὥσπερ ἂν αὐτὸν ὄντα ἐν τῇ συμφορᾷ

    ὥσπερ ἄν 与宾格分词 αὐτὸν ὄντα 的连用,是将条件句结果(与事实相反或潜在假设,“正如若自己置身于灾祸之中一样”)浓缩为分词短语的习用句式。宾格 αὐτόν 与前文非人称不定式结构 χρὴ ἐκλογίζεσθαι 的泛指意义主语保持一致。

  4. 58ὅπου δὲ τούτων τὸ ἐναντιώτατον ἦν, σιωπήσαντι μὲν αὐτῷ τε αἴσχιστα ἀπολέσθαι

    ὅπου 引导对比性的从句(“但在……的情况下”)。主句以 ἦν 为核心动词,表语补足成分由并列不定式(ἀπολέσθαι ... περιιδεῖν)充当,而不定式的逻辑主语采用与格 σιωπήσαντι αὐτῷ(“对于保持沉默的人而言,自己最可耻地丧生”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:51-58