← 安多基德斯

论神秘仪式

§44-50

紧急状态的宣布与查尔米德斯的狱中苦劝

因两名被指控者潜逃降敌,五百人会议宣布紧急状态,逮捕并监禁了安多基得斯及其亲属,动员了全城军民,反将告发者狄奥克莱德斯奉为英雄隆重款待。安多基得斯列举了被株连的亲属名单,并叙述其表兄查尔米德斯在狱中如何苦劝他坦白实情以拯救全族。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44

ἀκούσαντες δὲ ταῦτα Μαντίθεος καὶ Ἀψεφίων ἐπὶ τὴν ἑστίαν ἐκαθέζοντο, ἱκετεύοντες μὴ στρεβλωθῆναι ἀλλʼ ἐξεγγυηθέντες κριθῆναι. μόλις δὲ τούτων τυχόντες, ἐπειδὴ τοὺς ἐγγυητὰς κατέστησαν, ἐπὶ τοὺς ἵππους ἀναβάντες ᾤχοντο εἰς τοὺς πολεμίους αὐτομολήσαντες, καταλιπόντες τοὺς ἐγγυητάς, οὓς ἔδει ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι ἐν οἷσπερ οὓς ἠγγυήσαντο.1

曼提忒奥斯和阿普塞菲翁听到这些,便坐到祭坛圣火旁,哀求不要遭受拷打,而是准予保释受审。他们勉强获准后,刚安排好保释人,就策马潜逃,叛投到敌人那里,抛弃了保释人——而保释人本须承担与被保释者完全相同的法律后果。

§45

ἡ δὲ βουλὴ ἐξελθοῦσα ἐν ἀπορρήτῳ συνέλαβεν ἡμᾶς καὶ ἔδησεν ἐν τοῖς ξύλοις. ἀνακαλέσαντες δὲ τοὺς στρατηγοὺς ἀνειπεῖν ἐκέλευσαν Ἀθηναίων τοὺς μὲν ἐν ἄστει οἰκοῦντας ἰέναι εἰς τὴν ἀγορὰν τὰ ὅπλα λαβόντας, τοὺς δʼ ἐν μακρῷ τείχει εἰς τὸ Θησεῖον, τοὺς δʼ ἐν Πειραιεῖ εἰς τὴν Ἱπποδαμείαν ἀγοράν, τοὺς δʼ ἱππέας ἔτι πρὸ νυκτὸς σημῆναι τῇ σάλπιγγι ἥκειν2 εἰς τὸ Ἀνάκειον, τὴν δὲ βουλὴν εἰς ἀκρόπολιν ἰέναι κἀκεῖ καθεύδειν, τοὺς δὲ πρυτάνεις ἐν τῇ θόλῳ. Βοιωτοὶ δὲ πεπυσμένοι τὰ πράγματα ἐπὶ τοῖς ὁρίοις ἦσαν ἐξεστρατευμένοι. τὸν δὲ τῶν κακῶν τούτων αἴτιον Διοκλείδην ὡς σωτῆρα ὄντα τῆς πόλεως ἐπὶ ζεύγους ἦγον εἰς τὸ πρυτανεῖον στεφανώσαντες, καὶ ἐδείπνει ἐκεῖ.

五百人会议走出后,秘密逮捕了我们并将我们押入木枷。他们召来将领们,下令宣布:住在城里的雅典人应执兵器前往阿哥拉,在长墙内的前往忒修斯神庙,在比雷埃夫斯的前往希波达摩斯阿哥拉;并且在入夜前用军号通知骑兵到阿纳克神庙集结;五百人会议议员则前往卫城并在那里宿营,执政轮值官留在圆厅中。波奥提亚人得知这一局势后,已出兵陈于边界。而造成这一切祸患的罪魁祸首狄奥克莱德斯,反倒被当作城邦的救星,头戴花冠,由双驾马车载往市政厅,并在那里享用公宴。

§46

πρῶτον μὲν οὖν ταῦτα, ὦ ἄνδρες, ὁπόσοι ὑμῶν παρῆσαν, ἀναμιμνῄσκεσθε καὶ τοὺς ἄλλους διδάσκετε· εἶτα δέ μοι τοὺς πρυτάνεις κάλει τοὺς τότε πρυτανεύσαντας, Φιλοκράτη καὶ τοὺς ἄλλους.

诸位陪审官,凡当时在场的,请首先回想这些事,并告知其他人;然后请为我传唤当时的轮值议员菲洛克拉特斯及其他人。

§47

Μάρτυρες φέρε δή, καὶ τὰ ὀνόματα ὑμῖν ἀναγνώσομαι τῶν ἀνδρῶν ὧν ἀπέγραψεν, ἵνʼ εἰδῆτε ὅσους μοι τῶν συγγενῶν ἀπώλλυεν, πρῶτον μὲν τὸν πατέρα, εἶτα δὲ τὸν κηδεστήν, τὸν μὲν συνειδότα ἀποδεικνύς, τοῦ δʼ ἐν τῇ οἰκίᾳ φάσκων τὴν σύνοδον γενέσθαι. τῶν δʼ ἄλλων ἀκούσεσθε τὰ ὀνόματα. καὶ αὐτοῖς ἀναγίγνωσκε. "Χαρμίδης Ἀριστοτέλους." οὗτος ἀνεψιὸς ἐμός· ἡ μήτηρ ἡ ἐκείνου καὶ ὁ πατὴρ ὁ ἐμὸς ἀδελφοί. "Ταυρέας." οὑτοσὶ ἀνεψιὸς τοῦ πατρός. "Νισαῖος." υἱὸς Ταυρέου. "Καλλίας ὁ Ἀλκμέωνος." ἀνεψιὸς τοῦ πατρός. "Εὔφημος." Καλλίου τοῦ Τηλοκλέους ἀδελφός. "Φρύνιχος ὁ Ὀρχησαμενοῦ." ἀνεψιός. "Εὐκράτης." ὁ Νικίου ἀδελφός. κηδεστὴς οὗτος Καλλίου. "Κριτίας." ἀνεψιὸς καὶ οὗτος τοῦ πατρός· αἱ μητέρες ἀδελφαί. τούτους πάντας ἐν τοῖς τετταράκοντα ἀνδράσιν ἀπέγραψεν.

【证人】且慢,我还要向你们宣读他登记的那些人的名字,以便你们知道他企图毁灭我多少亲属:首先是我的父亲,接着是我的姐夫,指控前者是共谋知情者,并声称集会是在后者的家中举行的。你们且听听其余人的名字。请向他们宣读。 “阿里斯托特勒斯之子查尔米德斯。” 此人是我的表兄;他的母亲与我的父亲是亲姐弟。 “陶瑞阿斯。” 此人是我父亲的堂兄弟。 “尼赛奥斯。” 陶瑞阿斯之子。 “阿尔克迈翁之子卡利亚斯。” 我父亲的堂兄弟。 “欧菲摩斯。” 忒洛克勒斯之子卡利亚斯的兄弟。 “奥尔克萨梅诺斯之子弗律尼科斯。” 表兄弟。 “欧克拉特斯。” 尼基阿斯的兄弟;此人是卡利亚斯的姻亲。 “克里提阿斯。” 此人也是我父亲的表兄弟;他们的母亲是亲姐妹。 在那四十个人中,他登记了所有这些人。

§48

ἐπειδὴ δὲ ἐδεδέμεθα πάντες ἐν τῷ αὐτῷ καὶ νύξ τε ἦν καὶ τὸ δεσμωτήριον συνεκέκλῃτο, ἧκον δὲ τῷ μὲν μήτηρ τῷ δὲ ἀδελφὴ τῷ δὲ γυνὴ καὶ παῖδες, ἦν δὲ βοὴ καὶ οἶκτος κλαόντων καὶ ὀδυρομένων τὰ παρόντα κακά, λέγει πρός με Χαρμίδης, ὢν μὲν ἀνεψιός, ἡλικιώτης δὲ καὶ συνεκτραφεὶς ἐν τῇ οἰκίᾳ τῇ ἡμετέρᾳ ἐκ παιδός, ὅτι Ἀνδοκίδη, τῶν μὲν παρόντων κακῶν ὁρᾷς τὸ μέγεθος, ἐγὼ δʼ ἐν μὲν τῷ παρελθόντι χρόνῳ οὐδὲν ἐδεόμην λέγειν οὐδέ σε λυπεῖν, νῦν δὲ ἀναγκάζομαι διὰ τὴν παροῦσαν ἡμῖν συμφοράν. οἷς γὰρ ἐχρῶ καὶ οἷς συνῆσθα ἄνευ ἡμῶν τῶν συγγενῶν, οὗτοι ἐπὶ ταῖς αἰτίαις διʼ ἃς ἡμεῖς ἀπολλύμεθα οἱ μὲν αὐτῶν τεθνᾶσιν, οἱ δὲ οἴχονται φεύγοντες, σφῶν αὐτῶν καταγνόντες ἀδικεῖν...3 εἰ ἤκουσάς τι τούτου τοῦ πράγματος τοῦ γενομένου, εἰπέ, καὶ πρῶτον μὲν σεαυτὸν σῷσον, εἶτα δὲ τὸν πατέρα, ὃν εἰκός ἐστί σε μάλιστα φιλεῖν, εἶτα δὲ τὸν κηδεστὴν ὃς ἔχει σου τὴν ἀδελφὴν ἥπερ σοι μόνη ἐστίν, ἔπειτα δὲ τοὺς ἄλλους συγγενεῖς καὶ ἀναγκαίους τοσούτους ὄντας, ἔτι δὲ ἐμέ, ὃς ἐν ἅπαντι τῷ βίῳ ἠνίασα μέν σε οὐδὲν πώποτε, προθυμότατος δὲ εἰς σὲ καὶ τὰ σὰ πράγματά εἰμι, ὅ τι ἂν δέῃ ποιεῖν.

当我们全都被关押在同一处,夜幕降临,牢门上锁,有的迎来了母亲,有的迎来了姐妹,有的迎来了妻子与儿女,在一片对眼前灾祸的哭泣哀号与悲痛悲鸣声中,身为我的表兄、与我同龄且自幼在我们家中一同抚养长大的查尔米德斯对我说道: “安多基得斯,你见到了眼前灾难的深重。过去我本不愿多言也不愿使你烦忧,但如今大祸临头,我不得不说。因为那些你弃我们亲属不顾而与之结交相处的人,由于导致我们如今面临灭顶之灾的相同罪名,有的已经被处决,有的潜逃流亡,从而判定了他们自己有罪……如果你对所发生的这件事有所耳闻,就请说出来,首先拯救你自己,其次拯救你理应最热爱的父亲,然后拯救娶了你唯一姐姐的姐夫,再拯救其他如此众多的亲属与骨肉,最后还有我——我平生从未给过你任何烦忧,且无论需要做什么,都始终对你和你的事务倾尽全力。”

语法注3 条
  1. 44οὓς ἔδει ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι ἐν οἷσπερ οὓς ἠγγυήσαντο

    包含嵌套关系从句与动词省略的紧凑结构。前一个关系代词 οὓς 指代先行词 τοὺς ἐγγυητάς,充当非人称动词 ἔδει 所带不定词 ἐνέχεσθαι 的逻辑主语。后面的关系从句 ἐν οἷσπερ 中省略了前文的谓语结构(即 ἐνέχεσθαι ἔδει ἐκείνους),末尾的 οὓς 则为 ἠγγυήσαντο 的直接宾语(指被保释的逃亡者)。整句意为“那些保释人本须承担与他们所保释之人完全相同的惩罚”。

  2. 45τοὺς δʼ ἱππέας ἔτι πρὸ νυκτὸς σημῆναι τῇ σάλπιγγι ἥκειν

    不定词 σημῆναι 在受 ἐκέλευσαν 统辖的命令句中作非人称使用(带有军事术语色彩,暗指司号员发出号令),τῇ σάλπιγγι 为工具与格,τοὺς ἱππέας 则作后附从属不定词 ἥκειν 的逻辑主语,意为“(命令他们)在入夜前用军号向骑兵发出集结信号”。

  3. 50σφῶν αὐτῶν καταγνόντες ἀδικεῖν

    动词 καταγιγνώσκω 接人物属格及表示罪名或行为的不定词,意为“判决某人有……之罪”。此处与反身代词属格 σφῶν αὐτῶν 连用,字面意思为“判定他们自己犯有不正之罪”,即指其潜逃行为等于在事实上自我招认了罪责。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:44-50