- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:37-43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安多基得斯详细叙述了狄奥克莱德斯如何谎称目击了三百名同谋者,进而陷害包括演说者之父及亲属在内的雅典公民,并使他们面临遭受严刑拷打的危险。
ἐπαρθεὶς οὖν τοῖς τῆς πόλεως κακοῖς εἰσαγγέλλει Διοκλείδης εἰς τὴν βουλήν, φάσκων εἰδέναι τοὺς περικόψαντας τοὺς Ἑρμᾶς, καὶ εἶναι αὐτοὺς εἰς τριακοσίους· ὡς δʼ ἴδοι καὶ περιτύχοι τῷ πράγματι, ἔλεγε. καὶ τούτοις, ὦ ἄνδρες, δέομαι ὑμῶν προσέχοντας τὸν νοῦν ἀναμιμνῄσκεσθαι, ἐὰν ἀληθῆ λέγω, καὶ διδάσκειν ἀλλήλους· ἐν ὑμῖν γὰρ ἦσαν οἱ λόγοι, καί μοι ὑμεῖς τούτων μάρτυρές ἐστε.
于是,狄奥克莱德斯乘着城邦的困厄,向五百人会议提出告发,声称自己知道毁坏赫尔墨斯神像的人,且其人数多达约三百人;他述说了自己是如何目睹并碰上这一事件的。诸位陪审官,我恳求你们对这些事用心倾听并回想我所言是否属实,并互相交流提醒;因为那些话正是当着你们的面说的,你们自己就是我关于这些事的证人。
ἔφη γὰρ εἶναι μὲν ἀνδράποδόν οἱ ἐπὶ Λαυρείῳ, δεῖν δὲ κομίσασθαι ἀποφοράν. ἀναστὰς δὲ πρῲ ψευσθεὶς τῆς ὥρας βαδίζειν· εἶναι δὲ πανσέληνον. ἐπεὶ δὲ παρὰ τὸ προπύλαιον τοῦ Διονύσου ἦν, ὁρᾶν ἀνθρώπους πολλοὺς ἀπὸ τοῦ ᾠδείου καταβαίνοντας εἰς τὴν ὀρχήστραν· δείσας δὲ αὐτούς, εἰσελθὼν ὑπὸ τὴν σκιὰν καθέζεσθαι μεταξὺ τοῦ κίονος καὶ τῆς στήλης ἐφʼ ᾗ ὁ στρατηγός ἐστιν ὁ χαλκοῦς. ὁρᾶν δὲ ἀνθρώπους τὸν μὲν ἀριθμὸν μάλιστα τριακοσίους, ἑστάναι δὲ κύκλῳ ἀνὰ πέντε καὶ δέκα ἄνδρας, τοὺς δὲ ἀνὰ εἴκοσιν· ὁρῶν δὲ αὐτῶν πρὸς τὴν σελήνην τὰ πρόσωπα τῶν πλείστων γιγνώσκειν.
因为他说,自己在劳里翁有一个奴隶,需要去收取工钱。他一早起身后,因误判了时间而启程步行,当时正值满月。当他走到狄奥尼索斯剧场的门楼旁时,看到许多人从音乐厅走下,进入乐池;他畏惧这些人,便走入阴影中,坐在柱子和立有青铜将军像的石碑之间。他看到那群人人数约有三百,围成数圈站立,有的每圈十五人,有的每圈二十人;而在月光的照映下看着他们的面孔,他认出了绝大多数人。
καὶ πρῶτον μέν, ὦ ἄνδρες, τοῦθʼ ὑπέθετο, δεινότατον πρᾶγμα, οἶμαι, ὅπως ἐν ἐκείνῳ εἴη1 ὅντινα βούλοιτο Ἀθηναίων φάναι τῶν ἀνδρῶν τούτων εἶναι, ὅντινα δὲ μὴ βούλοιτο, λέγειν ὅτι οὐκ ἦν. ἰδὼν δὲ ταῦτʼ ἔφη ἐπὶ Λαύρειον ἰέναι, καὶ τῇ ὑστεραίᾳ ἀκούειν ὅτι οἱ Ἑρμαῖ εἶεν περικεκομμένοι· γνῶναι οὖν εὐθὺς ὅτι τούτων εἴη τῶν ἀνδρῶν τὸ ἔργον.
诸位,他首先设下了这样一个前提——我认为这是最可怕的事情——以便由他全权决定声称雅典人中的任何他想指控的人在那些人之中,而任何他不想指控的人则说不在场。他说在看到这些之后,他便前往劳里翁,次日听说赫尔墨斯神像遭到了毁损;于是他立刻明白这就是那伙人的作为。
ἥκων δὲ εἰς ἄστυ ζητητάς τε ἤδη ᾑρημένους καταλαμβάνειν καὶ μήνυτρα κεκηρυγμένα ἑκατὸν μνᾶς. ἰδὼν δὲ Εὔφημον τὸν Καλλίου τοῦ Τηλοκλέους ἀδελφὸν ἐν τῷ χαλκείῳ καθήμενον, ἀναγαγὼν αὐτὸν εἰς τὸ Ἡφαιστεῖον λέγειν ἅπερ ὑμῖν ἐγὼ εἴρηκα, ὡς ἴδοι ἡμᾶς ἐν ἐκείνῃ τῇ νυκτί· οὔκουν δέοιτο παρὰ τῆς πόλεως χρήματα λαβεῖν μᾶλλον ἢ παρʼ ἡμῶν, ὥσθʼ ἡμᾶς ἔχειν φίλους. εἰπεῖν οὖν τὸν Εὔφημον ὅτι καλῶς ποιήσειεν εἰπών, καὶ νῦν ἥκειν κελεῦσαί οἱ εἰς τὴν Λεωγόρου οἰκίαν, ἵνʼ ἐκεῖ συγγένῃ μέτʼ ἐμοῦ Ἀνδοκίδῃ2 καὶ ἑτέροις οἷς δεῖ.
当他回到城里时,发现调查委员会已经选出,并已悬赏一百明那作为告发酬金。他看到忒洛克勒斯之子卡利亚斯的兄弟欧菲摩斯坐在铁匠铺里,便将他引到赫淮斯托斯神庙,讲了我刚刚告诉你们的那些话,即他在那个夜晚看见了我们;因此他并不想从城邦领取赏金,而是宁愿从我们这里拿钱,以便能与我们成为朋友。据他说,欧菲摩斯说他能来说这些真是太好了,并催促他立刻到莱奥戈拉斯的府上来,“以便你在那里同我一起与安多基得斯以及其他该见的人会面。”
ἥκειν ἔφη τῇ ὑστεραίᾳ, καὶ δὴ κόπτειν τὴν θύραν· τὸν δὲ πατέρα τὸν ἐμὸν τυχεῖν ἐξιόντα, καὶ εἰπεῖν αὐτῷ· ἆρά γε σὲ οἵδε περιμένουσι; χρὴ μέντοι μὴ ἀπωθεῖσθαι τοιούτους φίλους. εἰπόντα δὲ αὐτὸν ταῦτα οἴχεσθαι. καὶ τούτῳ μὲν τῷ τρόπῳ τὸν πατέρα μου ἀπώλλυε, συνειδότα ἀποφαίνων. εἰπεῖν δὲ ἡμᾶς ὅτι δεδογμένον ἡμῖν εἴη δύο μὲν τάλαντα ἀργυρίου διδόναι οἱ ἀντὶ τῶν ἑκατὸν μνῶν τῶν ἐκ τοῦ δημοσίου, ἐὰν δὲ κατάσχωμεν ἡμεῖς ἃ βουλόμεθα, ἕνα αὐτὸν ἡμῶν εἶναι, πίστιν δὲ τούτων δοῦναί τε καὶ δέξασθαι.
他说自己在次日到来并敲门;我的父亲恰好正要出门,并对他说道: “这些人等的就是你吗?确实不该拒绝这样的朋友啊。” 父亲说完这些话便离去了。他就用这种方式将我的父亲描述为知情共谋者,企图置他于死地。他又说,我们声称已经决定给他两塔兰同白银,以代替公款中的那一百明那,如果我们实现了所希图的目标,他将成为我们当中的一员,并且双方要就此互换誓约。
ἀποκρίνασθαι δὲ αὐτὸς πρὸς ταῦτα ὅτι βουλεύσοιτο· ἡμᾶς δὲ κελεύειν αὐτὸν ἥκειν εἰς Καλλίου τοῦ Τηλοκλέους, ἵνα κἀκεῖνος παρείη. τὸν δʼ αὖ κηδεστήν μου οὕτως ἀπώλλυεν. ἥκειν ἔφη εἰς Καλλίου, καὶ καθομολογήσας ἡμῖν πίστιν δοῦναι ἐν ἀκροπόλει, καὶ ἡμᾶς συνθεμένους οἱ τὸ ἀργύριον εἰς τὸν ἐπιόντα μῆνα δώσειν διαψεύδεσθαι καὶ οὐ διδόναι· ἥκειν οὖν μηνύσων τὰ γενόμενα.
而他自己对此回答说会考虑考虑;我们则要求他到忒洛克勒斯之子卡利亚斯的家中,以便卡利亚斯也在场。他又以此种方式企图置我的姐夫于死地。他说自己到了卡利亚斯家,并与我们达成协议,在卫城上立下了誓约;但我们约定在下个月付给他银钱,却食言而没有支付;因此他才来告发所发生的事情。
ἡ μὲν εἰσαγγελία αὐτῷ, ὦ ἄνδρες, τοιαύτη· ἀπογράφει δὲ τὰ ὀνόματα τῶν ἀνδρῶν ὧν ἔφη γνῶναι, δύο καὶ τετταράκοντα, πρώτους μὲν Μαντίθεον καὶ Ἀψεφίωνα, βουλευτὰς ὄντας καὶ καθημένους ἔνδον, εἶτα δὲ καὶ τοὺς ἄλλους. ἀναστὰς δὲ Πείσανδρος ἔφη χρῆναι λύειν τὸ ἐπὶ Σκαμανδρίου ψήφισμα καὶ ἀναβιβάζειν ἐπὶ τὸν τροχὸν τοὺς ἀπογραφέντας, ὅπως μὴ πρότερον νὺξ ἔσται πρὶν πυθέσθαι3 τοὺς ἄνδρας ἅπαντας. ἀνέκραγεν ἡ βουλὴ ὡς εὖ λέγει.
诸位,他的指控大体就是这样;他登记了他声称认出的四十二个人的名字,首先是曼提忒奥斯和阿普塞菲翁——他们身为五百人会议议员正坐在里面——随后还有其他人。佩桑德罗斯站起来说,必须废除斯卡曼德里奥斯执政时的法令,并将被登记的人送上刑车施加拷打,以免在查清所有人之前夜幕降临。五百人会议高声附和,称他说得好。
- 39ἐν ἐκείνῳ εἴη
短语“ἐν + 与格 + εἶναι”表示“由某人决定”或“在某人掌握之中”。ὅπως 引导的目的从句中使用祈愿语气 εἴη,是因为主句动词 ὑπέθετο 是过去时态(不定过去时)。
- 40ἵνʼ ἐκεῖ συγγένῃ μέτʼ ἐμοῦ Ἀνδοκίδῃ
在间接引语中,目的从句保留了第二人称单数虚拟语气 συγγένῃ,生动地保留了欧菲摩斯对狄奥克莱德斯说话时的直接引语气势(“以便你能会面……”),而未转换为历史时态后的斜述祈愿语气。
- 43ὅπως μὴ πρότερον νὺξ ἔσται πρὶν πυθέσθαι
在 ὅπως μή 引导的否定目的从句中,使用了将来时直陈语气 ἔσται(相当于虚拟语气功能)。其后接的 πρίν 加不定词短语(πρὶν πυθέσθαι)在表达“在查问……之前(不致于……)”的语境中是标准用法。
