- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:30-36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安多基得斯重申自己在秘仪案中的清白并要求陪審法官公正裁决,随后转而陈述赫尔墨斯神像遭毁事件的经过,讲述了特克洛斯的告发以及由此引发的全城恐慌。
ἐγὼ γὰρ πολὺ μᾶλλον ἐκείνων κατηγορῶ, καὶ διʼ αὐτὸ τοῦτό φημι δεῖν ἐκείνους μὲν ἀπολέσθαι, ὅτι ἠσέβησαν, ἐμὲ δὲ σῴζεσθαι, ὅτι οὐδὲν ἡμάρτηκα. ἤ δεινόν γʼ ἂν εἴη, εἰ ἐμοὶ ὀργίζοισθε ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασι, καὶ τὴν εἰς ἐμὲ διαβολὴν εἰδότες ὅτι ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν λέγεται, κρείττω τῆς ἀληθείας ἡγήσαισθε.1 δῆλον γὰρ ὅτι τοῖς μὲν ἡμαρτηκόσι τὰ τοιαῦτα ἁμαρτήματα οὐκ ἔστιν ἀπολογία ὡς οὐκ ἐποίησαν· ἡ γὰρ βάσανος δεινὴ παρὰ τοῖς εἰδόσιν· ἐμοὶ δὲ ὁ ἔλεγχος ἥδιστος, ἐν οἷς ὑμῶν2 οὐδέν με δεῖ δεόμενον οὐδὲ παραιτούμενον σωθῆναι ἐπὶ τῇ τοιαύτῃ αἰτίᾳ, ἀλλʼ ἐλέγχοντα τοὺς τῶν κατηγόρων λόγους καὶ ὑμᾶς ἀναμιμνῄσκοντα τὰ γεγενημένα, οἵ τινες ὅρκους μεγάλους ὀμόσαντες οἴσετε τὴν ψῆφον περὶ ἐμοῦ, καὶ ἀρασάμενοι τὰς μεγίστας ἀρὰς ὑμῖν τε αὐτοῖς καὶ παισὶ τοῖς ὑμετέροις αὐτῶν, ἦ μὴν ψηφιεῖσθαι περὶ ἐμοῦ τὰ δίκαια, πρὸς δὲ τούτοις μεμύησθε καὶ ἑοράκατε τοῖν θεοῖν τὰ ἱερά, ἵνα τιμωρήσητε μὲν τοὺς ἀσεβοῦντας, σῴζητε δὲ τοὺς μηδὲν ἀδικοῦντας.
因为我远为严厉地谴责那些人,并且正是基于这一理由,我认为那些人理当灭亡,因为他们犯下了不敬之罪,而我则理当获救,因为我毫无过错。如果你们因他人的过错而对我发怒,并且明知针对我的诋毁是出自我的仇敌之口,却认为它比真相更为有力,那可真是太荒谬了。因为显而易见,对于真正犯下了这等罪过的人来说,辩称自己没有做过是绝不可能的;因为在知情者面前,审讯是可怕的。然而对我而言,接受检验却是最令人欣慰的事;在此情况下,我根本无需为了洗脱这等指控而向你们哀求或乞怜以求获救,而只需通过驳斥控告者的言论并使你们回想起发生过的事实,你们这些立下重誓后将对我进行投票的人,曾对自己和自己的子孙降下最沉重的诅咒,誓言必定对我作出公正的判决;除此以外,你们受过秘仪传授,瞻仰过两位女神的神圣仪式,其目的正在于惩处不敬者,保护毫无过错者。
νομίσατε τοίνυν ἀσέβημα οὐδὲν ἔλαττον εἶναι τῶν μηδὲν ἠδικηκότων ἀσεβεῖν καταγνῶναι ἢ τοὺς ἠσεβηκότας μὴ τιμωρεῖσθαι.3 ὥστʼ ἐγὼ ὑμῖν πολὺ μᾶλλον τῶν κατηγόρων πρὸς τοῖν θεοῖν ἐπισκήπτω, ὑπέρ τε τῶν ἱερῶν ἃ εἴδετε, καὶ ὑπὲρ τῶν Ἑλλήνων οἳ τῆς ἑορτῆς ἕνεκα ἔρχονται δεῦρο· εἰ μέν τι ἠσέβηκα ἢ ὡμολόγηκα ἢ ἐμήνυσα κατά τινος ἀνθρώπων, ἢ ἄλλος τις περὶ ἐμοῦ, ἀποκτείνατέ με· οὐ παραιτοῦμαι· εἰ δὲ οὐδὲν ἡμάρτηταί μοι, καὶ τοῦτο ὑμῖν ἀποδείκνυμι σαφῶς, δέομαι ὑμῶν αὐτὸ φανερὸν τοῖς Ἕλλησι πᾶσι ποιῆσαι, ὡς ἀδίκως εἰς τόνδε τὸν ἀγῶνα κατέστην. ἐὰν γὰρ μὴ μεταλάβῃ τὸ πεμπτὸν μέρος τῶν ψήφων καὶ ἀτιμωθῇ ὁ ἐνδείξας ἐμὲ Κηφίσιος οὑτοσί, οὐκ ἔξεστιν αὐτῷ εἰς τὸ ἱερὸν τοῖν θεοῖν εἰσιέναι, ἢ ἀποθανεῖται. εἰ οὖν ὑμῖν δοκῶ ἱκανῶς περὶ τούτων ἀπολελογῆσθαι, δηλώσατέ μοι, ἵνα προθυμότερον περὶ τῶν ἄλλων ἀπολογῶμαι.
因此,请你们认定:判定无过者犯有不敬之罪,其不敬程度绝不下于放过犯有不敬之罪者而不予惩罚。所以,我远比控告者们更加以两位女神的名义恳请你们,为了你们瞻仰过的神圣仪式,也为了因节日而来到这里的希腊人:如果我确实犯下了任何不敬之罪,或作过供认,或针对任何人提出过告发,或者有任何人针对我提出过告发,请处死我,我绝不乞求饶恕。但如果我毫无罪过,并且我向你们清楚证明了这一点,我恳求你们让所有希腊人都明白,我是如何蒙冤被拖入这场诉讼的。因为如果对我提起申告的这个刻菲西奥斯得不到五分之一的选票而丧失公民权,他将不再获准进入两位女神的圣所,否则便会被处死。因此,如果你们认为我在这些事情上已经作出了充分的辩护,请向我示意,以便我能更加振奋地就其余事项进行辩护。
περὶ δὲ τῶν ἀναθημάτων τῆς περικοπῆς καὶ τῆς μηνύσεως, ὥσπερ καὶ ὑπεσχόμην ὑμῖν, οὕτω καὶ ποιήσω· ἐξ ἀρχῆς γὰρ ὑμᾶς διδάξω ἅπαντα τὰ γεγενημένα. ἐπειδὴ Τεῦκρος ἦλθε Μεγαρόθεν, ἄδειαν εὑρόμενος μηνύει περί τε τῶν μυστηρίων ἃ ᾔδει καὶ ἐκ τῶν περικοψάντων τὰ ἀναθήματα ἀπογράφει δυοῖν δέοντας εἴκοσιν ἄνδρας.4 ἐπειδὴ δὲ οὗτοι ἀπεγράφησαν, οἱ μὲν αὐτῶν φεύγοντες ὤχοντο, οἱ δὲ συλληφθέντες ἀπέθανον κατὰ τὴν Τεύκρου μήνυσιν. καί μοι ἀνάγνωθι αὐτῶν τὰ ὀνόματα.
关于毁坏神像以及相关告发之事,正如我向你们许诺过的那样,我也将如实履行;因为我将从头向你们说明发生的一切。当特克洛斯从墨加拉归来并获得免责后,他告发了他所知道的关于秘仪之事,并在毁坏神像者当中登记了十八人。这些人被登记之后,他们当中有的逃亡离去,有的被捕并在特克洛斯的告发下被处死。请为我朗读他们的名字。
"Ὀνόματα.—Τεῦκρος ἐπὶ τοῖς Ἑρμαῖς ἐμήνυσεν Εὐκτήμονα, Γλαύκιππον, Εὐρύμαχον, Πολύευκτον, Πλάτωνα, Ἀντίδωρον, Χάριππον, Θεόδωρον, Ἀλκισθένη, Μενέστρατον, Ἐρυξίμαχον, Εὐφίλητον, Εὐρυδάμαντα, Φερεκλέα, Μέλητον, Τιμάνθη, Ἀρχίδαμον, Τελένικον." τούτων τοίνυν τῶν ἀνδρῶν οἱ μὲν ἥκουσι καὶ εἰσὶν ἐνθάδε, τῶν δὲ ἀποθανόντων εἰσὶ πολλοὶ προσήκοντες· ὧν ὅστις βούλεται, ἐν τῷ ἐμῷ λόγῳ ἀναβάς με ἐλεγξάτω ἢ ὡς ἔφυγέ τις διʼ ἐμὲ τούτων τῶν ἀνδρῶν ἢ ὡς ἀπέθανεν.
“名字。特克洛斯就赫尔墨斯神像告发了:欧克泰蒙、格劳基波斯、欧律马科斯、波吕欧克托斯、柏拉图、安提多洛斯、卡里波斯、忒奥多洛斯、阿尔基斯忒涅斯、墨涅斯特拉托斯、厄律克西马科斯、欧菲勒托斯、欧律达马斯、费雷克勒斯、梅勒托斯、提曼忒斯、阿基达摩斯、泰勒尼科斯。” 在这些人中,有的已经返回并在此出庭,而那些死去的人也有许多亲属在场;他们当中任何人如果愿意,都可以在我的发言时间里登台当面驳斥我,证明这些人中有人是因我而逃亡,或是因我而丧命的。
ἐπειδὴ δὲ ταῦτα ἐγένετο, Πείσανδρος καὶ Χαρικλῆς, ὄντες μὲν τῶν ζητητῶν, δοκοῦντες δʼ ἐν ἐκείνῳ τῷ χρόνῳ εὐνούστατοι εἶναι τῷ δήμῳ, ἔλεγον ὡς εἴη τὰ ἔργα τὰ γεγενημένα οὐκ ὀλίγων ἀνδρῶν ἀλλʼ ἐπὶ τῇ τοῦ δήμου καταλύσει, καὶ χρῆναι ἐπιζητεῖν καὶ μὴ παύσασθαι. καὶ ἡ πόλις οὕτω διέκειτο, ὥστʼ ἐπειδὴ τὴν βουλὴν εἰς τὸ βουλευτήριον ὁ κῆρυξ ἀνείποι ἰέναι καὶ τὸ σημεῖον καθέλοι, τῷ αὐτῷ σημείῳ5 ἡ μὲν βουλὴ εἰς τὸ βουλευτήριον ᾔει, οἱ δʼ ἐκ τῆς ἀγορᾶς ἔφευγον, δεδιότες εἷς ἕκαστος μὴ συλληφθείη.
在这些事情发生之后,身为调查委员会成员、且在当时被认为对民主政体最为忠诚的佩桑德罗斯和查里克勒斯宣称,所发生的罪行绝非少数人所为,而是旨在推翻民主政体,因此必须继续彻查,不可停歇。城邦陷入了这样一种境地,以至于当传令官向五百人会议宣布进入议事厅并降下信号旗时,五百人会议在同一信号下走向议事厅,而市集上的人们却纷纷逃离,每个人都唯恐自己被捕。
- 30ἤ δεινόν γʼ ἂν εἴη, εἰ ἐμοὶ ὀργίζοισθε ... κρείττω τῆς ἀληθείας ἡγήσαισθε
在条件从句中采用 εἰ 加祈愿语气(ὀργίζοισθε, ἡγήσαισθε),主句以 ἄν 加祈愿语气(δεινὸν ἂν εἴη)相应,构成潜在条件句,表达婉转但有力的警示:“如果你们竟然……那可就太不合理了”。
- 30ἐν οἷς ὑμῶν
关系代词短语 ἐν οἷς 为中性复数,意为“在此情况下/在这样的案件中”(后文 §31 中 οἵ τινες 的先行词是紧邻的 ὑμᾶς);ὑμῶν 并非修饰 ἐν οἷς,而是分词 δεόμενον(δέομαι 支配属格,意为“恳求……”)的属格宾语。
- 32νομίσατε τοίνυν ἀσέβημα οὐδὲν ἔλαττον εἶναι τῶν μηδὲν ἠδικηκότων ἀσεβεῖν καταγνῶναι ἢ τοὺς ἠσεβηκότας μὴ τιμωρεῖσθαι
由 νομίσατε 统摄的带不定式结构。εἶναι 的主语是由比较连接词 ἢ 相对比的两个不定式短语:主语的不定式短语 τῶν μηδὲν ἠδικηκότων ἀσεβεῖν καταγνῶναι 与比较从属的不定式短语 τοὺς ἠσεβηκότας μὴ τιμωρεῖσθαι,表语为 ἀσέβημα οὐδὲν ἔλαττον。动词 καταγιγνώσκω 依其固有句式支配被定罪者的属格(τῶν μηδὲν ἠδικηκότων)与罪行的不定式(ἀσεβεῖν)。
- 34ἐκ τῶν περικοψάντων τὰ ἀναθήματα ἀπογράφει δυοῖν δέοντας εἴκοσιν ἄνδρας
介词短语 ἐκ τῶν περικοψάντων(分词名词化)表部分,意为“从毁坏奉纳物的人当中”,修饰直接宾语 δυοῖν δέοντας εἴκοσιν ἄνδρας(“差二即满二十的男人”,即十八人)。
- 36τῷ αὐτῷ σημείῳ
时间或伴随状况/手段与格,意为“在同一个信号下/凭借同一个信号”,呼应前文的 τὸ σημεῖον καθέλοι(降下信号),突出了传令官降下信号时两类人截然不同且同时发生的反应。
