← 安多基德斯

论神秘仪式

§22-29

其父诉讼的记录与秘仪告发赏金的去向

安多基得斯援引其父莱奥戈拉斯起诉斯培乌西波斯的事实证明自己的清白,提出愿出让讲台接受反驳,并陈述了秘仪告发赏金裁决予安德罗马科斯与特克洛斯的过程,以此结论自己绝无不敬之罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

ἀλλὰ γὰρ καὶ ὅτε Σπεύσιππον ἐδίωκεν ὁ πατὴρ τῶν παρανόμων, αὐτὰ ταῦτα ἔλεγεν, ὡς οὐδεπώποτε ἔλθοι εἰς Θημακὸν ὡς Φερεκλέα· ἐκέλευε δὲ βασανίσαι τὰ ἀνδράποδα, καὶ μὴ τοὺς μὲν παραδιδόντας μὴ ἐθέλειν ἐλέγχειν, τοὺς δὲ μὴ θέλοντας ἀναγκάζειν. ταῦτα δὲ λέγοντος τοῦ πατρὸς τοῦ ἐμοῦ, ὡς ἅπαντες ἴστε, τί ὑπελείπετο τῷ Σπευσίππῳ λέγειν, εἰ ἀληθῆ οἵδε λέγουσιν, ἀλλʼ ἢ1 ὦ Λεωγόρα, τί βούλῃ περὶ θεραπόντων λέγειν; οὐχ ὁ υἱὸς οὑτοσὶ μεμήνυκε κατὰ σοῦ, καί φησί σε παρεῖναι ἐν Θημακῷ; ἔλεγχε σὺ τὸν πατέρα, ἢ οὐκ ἔστι σοι ἄδεια. ταυτὶ ἔλεγεν ἂν ὁ Σπεύσιππος, ὦ ἄνδρες, ἢ οὔ; ἐγὼ μὲν οἶμαι.

但实际上,当我的父亲以违宪提议罪起诉斯培乌西波斯时,他正是说了这些话:即他从未去过塞马库斯的费雷克勒斯那里;他要求对奴隶施以严刑逼供,并且要求他们不可拒绝审问那些主动交出奴隶的人,却去强迫那些不愿交出的人。而当我父亲说这些话时,正如各位都知道的那样,如果这些人说的是实话,斯培乌西波斯除了说以下这番话之外,还能剩下什么可说的呢: “莱奥戈拉斯,关于奴隶你还有什么可说的?难道站在这里的你的儿子没有告发你,没有声称你在塞马库斯在场吗?〔儿子〕,你去驳斥你的父亲吧,否则你就得不到赦免。” 诸位审判官,斯培乌西波斯当时会说这番话,还是不会呢?我认为他必然会说。

§23

εἰ τοίνυν ἀνέβην ἐπὶ δικαστήριον, ἢ λόγος τις περὶ ἐμοῦ ἐγένετο, ἢ μήνυσίς τις ἐμὴ ἔστιν ἢ ἀπογραφή, μὴ ὅτι ἐμὴ καθʼ ἑτέρου,2 ἀλλʼ εἰ καὶ ἄλλου τινὸς κατʼ ἐμοῦ, ἐλεγχέτω με ὁ βουλόμενος ἐνταῦθα ἀναβάς. ἀλλὰ γὰρ λόγον ἀνοσιώτερον καὶ ἀπιστότερον οὐδένας πώποτʼ ἐγὼ εἰπόντας οἶδα, οἳ τοῦτο μόνον ἡγήσαντο δεῖν, τολμῆσαι κατηγορῆσαι· εἰ δʼ ἐλεγχθήσονται ψευδόμενοι, οὐδὲν αὐτοῖς ἐμέλησεν. ὥσπερ οὖν, εἰ ἀληθῆ ἦν ταῦτα ἅ μου κατηγόρησαν, ἐμοὶ ἂν ὠργίζεσθε καὶ ἠξιοῦτε δίκην τὴν μεγίστην ἐπιτιθέναι, οὕτως ἀξιῶ ὑμᾶς, γιγνώσκοντας ὅτι ψεύδονται, πονηρούς τε αὐτοὺς νομίζειν, χρῆσθαί τε τεκμηρίῳ ὅτι εἰ τὰ δεινότατα τῶν κατηγορηθέντων περιφανῶς ἐλέγχονται ψευδόμενοι, ἦ που τά γε πολλῷ φαυλότερα ῥᾳδίως ὑμῖν ἀποδείξω ψευδομένους αὐτούς.

因此,如果我曾登上过法庭的讲台,或者有关于我的任何言论,或者有我作出的任何告发或提交的名册——且不说我针对他人的告发,哪怕是任何其他人针对我的告发——任何愿意的人都可以登上这里来当面驳斥我。但实际上,我从未见过任何人说出比他们更为大逆不道和难以置信的言论;他们认为自己只需胆敢提出指控即可,而一旦被证实是在撒谎,他们根本毫不在乎。因此,正如 如果他们控告我的这些事属实,你们便会对我极为愤怒并认为理当处以极刑那样,我现在同样要求你们,在认清他们是在撒谎后,将他们视为恶徒,并以此作为证据:既然他们在所指控的最可怕的事项上已被昭然揭穿是在撒谎,那么在那些微不足道得多的事情上,我必定能够毫不费力地向你们证明他们同样是在撒谎。

§25

αἱ μὲν μηνύσεις ὧδε περὶ τῶν μυστηρίων αὗται ἐγένοντο τέτταρες· οἳ δὲ ἔφυγον καθʼ ἑκάστην μήνυσιν, ἀνέγνων ὑμῖν τὰ ὀνόματα αὐτῶν, καὶ οἱ μάρτυρες μεμαρτυρήκασιν. ἔτι δὲ πρὸς τούτοις ἐγὼ πιστότητος ὑμῶν ἕνεκα, ὦ ἄνδρες, τάδε ποιήσω. τῶν γὰρ φυγόντων ἐπὶ τοῖς μυστηρίοις οἱ μέν τινες ἀπέθανον φεύγοντες, οἱ δʼ ἥκουσι καὶ εἰσὶν ἐνθάδε καὶ πάρεισιν ὑπʼ ἐμοῦ κεκλημένοι.

如上所述,关于秘仪的告发共有这四次;至于因每次告发而逃亡的人,我已经为你们朗读了他们的名字,证人们也已经作了证。此外,诸位审判官,为了让你们深信不疑,我还要做这样一件事。因为在因秘仪之事而逃亡的人当中,有些人死在了流亡途中,但有些人已经返回,就在这里,并且是应我之召到庭的。

§26

ἐγὼ οὖν ἐν τῷ ἐμῷ λόγῳ δίδωμι τῷ βουλομένῳ ἐμὲ ἐλέγξαι ὅτι ἔφυγέ τις αὐτῶν διʼ ἐμὲ ἢ ἐμήνυσα κατά του, ἢ οὐχ ἕκαστοι ἔφυγον κατὰ τὰς μηνύσεις ταύτας ἃς ἐγὼ ὑμῖν ἀπέδειξα. καὶ ἐάν τις ἐλέγξῃ με ὅτι ψεύδομαι, χρήσασθέ μοι ὅ τι βούλεσθε. καὶ σιωπῶ, καὶ παραχωρῶ, εἴ τις ἀναβαίνειν βούλεται.

因此,在我发言的时间里,我允许任何想要驳斥我的人站出来证明,他们中有谁是因我而逃亡的,或者我告发过任何人,或者每个人不是因我向你们展示的这些告发而逃亡的。如果有人能揭穿我是在撒谎,你们尽可以随意处置我。现在我保持沉默并退下讲台,看看是否有人愿意登台。

§27

φέρε δή, ὦ ἄνδρες, μετὰ ταῦτα τί ἐγένετο; ἐπειδὴ αἱ μηνύσεις ἐγένοντο, περὶ τῶν μηνύτρων — ἦσαν γὰρ κατὰ τὸ Κλεωνύμου ψήφισμα χίλιαι δραχμαί, κατὰ δὲ τὸ Πεισάνδρου μύριαι — περὶ δὲ τούτων ἠμφεσβήτουν οὗτοί τε οἱ μηνύσαντες καὶ Πυθόνικος, φάσκων πρῶτος εἰσαγγεῖλαι, καὶ Ἀνδροκλῆς ὑπὲρ τῆς βουλῆς.

诸位审判官,请问在此之后又发生了什么呢?在作出了这些告发之后,关于告发赏金——因为根据克雷奥纽摩斯的法令是一千德拉克马,而根据佩桑德罗斯的法令是一万德拉克马——围绕这些赏金,这些告发者与自称第一个提起告发的皮托尼科斯,以及代表五百人会议的安德罗克勒斯之间产生了争议。

§28

ἔδοξεν οὖν τῷ δήμῳ ἐν τῷ τῶν θεσμοθετῶν δικαστηρίῳ τοὺς μεμυημένους, ἀκούσαντας τὰς μηνύσεις ἅς ἕκαστος ἐμήνυσε, διαδικάσαι.3 καὶ ἐψηφίσαντο πρώτῳ μὲν Ἀνδρομάχῳ, δευτέρῳ δὲ Τεύκρῳ, καὶ ἔλαβον Παναθηναίων τῷ ἀγῶνι Ἀνδρόμαχος μὲν μυρίας δραχμάς, Τεῦκρος δὲ χιλίας. καὶ μοι κάλει τούτων τοὺς μάρτυρας.

于是民众大会决议,由受过秘仪传授者在司法执政官的法庭上,在听取了每个人告发的内容之后,进行裁决。他们表决判定第一功归于安德罗马科斯,第二功归于特克洛斯;在泛雅典娜节的竞技活动中,安德罗马科斯获得了一万德拉克马,特克洛斯获得了一千德拉克马。请为我传唤证明这些事实的证人。

§29

Μάρτυρες περὶ μὲν τῶν μυστηρίων, ὦ ἄνδρες, ὧν ἕνεκα ἡ ἔνδειξις ἐγένετο καὶ περὶ ὧν ὑμεῖς οἱ μεμυημένοι εἰσεληλύθατε, ἀποδέδεικταί μοι ὡς οὔτε ἠσέβηκα οὔτε μεμήνυκα περὶ οὐδενὸς οὔτε ὡμολόγηκα περὶ αὐτῶν, οὐδὲ ἔστι μοι ἁμάρτημα περὶ τὼ θεὼ οὔτε μεῖζον οὔτʼ ἔλαττον οὐδὲ ἕν. ὅπερ ἐμοὶ περὶ πλείστου ἐστὶν ὑμᾶς πεῖσαι. καὶ γὰρ οἱ λόγοι τῶν κατηγόρων, οἳ ταῦτα τὰ δεινὰ καὶ φρικώδη ἀνωρθίαζον, καὶ λόγους εἶπον ὡς πρότερον ἑτέρων ἁμαρτόντων καὶ ἀσεβησάντων περὶ τὼ θεώ, οἷα ἕκαστος αὐτῶν ἔπαθε καὶ ἐτιμωρήθη — τούτων οὖν ἐμοὶ τῶν λόγων ἢ τῶν ἔργων τί προσήκει;

证人们 诸位审判官,关于作为申告依据的秘仪,以及作为受过秘仪传授者的诸位为此出庭审理的秘仪,我已证明我既没有犯下不敬之罪,也没有告发过任何人,更没有就秘仪作过任何供认,而且我对两位女神没有任何罪过,无论大小,毫无一点。让你们相信这一点,对我而言是至关重要的。因为尖声惊叫出那些可怕而骇人听闻的事情,并且高谈阔论以往其他人因触犯两位女神并犯下不敬之罪而各自遭受了怎样的苦难与惩罚的控告者们的言论——那些言论或作为,究竟与我何干?

语法注3 条
  1. 22ἀλλʼ ἢ

    在带疑问代词 τί 的修辞性疑问句(“还剩下什么……?”)之后,连词短语 ἀλλʼ ἤ 表示“除……之外”。紧随其后的整段直接引语(ὦ Λεωγόρα...)即为此排除结构所引出的内容。

  2. 23μὴ ὅτι ἐμὴ καθʼ ἑτέρου

    成语性省略结构 μὴ ὅτι,表示“且不说……”、“更不用说……”。此处承前补充省略的名词 μήνυσις 或 ἀπογραφή,形成对比递进:“且不说我针对他人的告发,即便有任何他人针对我的告发”。

  3. 28ἔδοξεν οὖν τῷ δήμῳ ἐν τῷ τῶν θεσμοθετῶν δικαστηρίῳ τοὺς μεμυημένους, ἀκούσαντας τὰς μηνύσεις ἅς ἕκαστος ἐμήνυσε, διαδικάσαι

    由非人称动词 ἔδοξε 引出的带不定式结构。宾格短语 τοὺς μεμυημένους(受过秘仪传授者们)充当不定式 διαδικάσαι(作出裁决)的逻辑主语,而非受 ἔδοξε τῷ δήμῳ 的与格吸引。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:22-29