← 安多基德斯

论神秘仪式

§137-143

诉诸神明庇护与先祖功绩请求判决无罪

安多基德斯驳斥了诸神救他脱险只为让他受刻菲西奥斯惩罚的荒谬论调,并呼吁陪审官坚持宽赦和睦的原则,念及他先祖拯救城邦的功绩而宣告他无罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§137

κατηγόρησαν δέ μου καὶ περὶ τῶν ναυκληριῶν καὶ περὶ τῆς ἐμπορίας, ὡς ἄρα οἱ θεοὶ διὰ τοῦτό με ἐκ τῶν κινδύνων σῴσαιεν,1 ἵνα ἐλθὼν δεῦρο, ὡς ἔοικεν, ὑπὸ Κηφισίου ἀπολοίμην. ἐγὼ δέ, ὦ Ἀθηναῖοι, οὐκ ἀξιῶ τοὺς θεοὺς τοιαύτην γνώμην ἔχειν, ὥστʼ εἰ ἐνόμιζον ὑπʼ ἐμοῦ ἀδικεῖσθαι, λαμβάνοντάς με ἐν τοῖς μεγίστοις κινδύνοις μὴ τιμωρεῖσθαι. τίς γὰρ κίνδυνος μείζων ἀνθρώποις ἢ χειμῶνος ὥρᾳ πλεῖν τὴν θάλατταν; ἐν οἷς ἔχοντες μὲν τὸ σῶμα τοὐμόν, κρατοῦντες δὲ τοῦ βίου καὶ τῆς οὐσίας τῆς ἐμῆς, εἶτα ἔσῳζον; οὐκ ἐξῆν αὐτοῖς ποιῆσαι μηδὲ ταφῆς τὸ σῶμα ἀξιωθῆναι; ἔτι δὲ πολέμου γενομένου καὶ τριήρων ἀεὶ κατὰ θάλατταν οὐσῶν καὶ λῃστῶν, ὑφʼ ὧν πολλοὶ ληφθέντες, ἀπολέσαντες τὰ ὄντα, δουλεύοντες τὸν βίον διετέλεσαν, οὔσης δὲ χώρας βαρβάρου, εἰς ἣν πολλοὶ ἤδη ἐκπεσόντες αἰκείαις ταῖς μεγίσταις περιέπεσον καὶ τὰ σφέτερα αὐτῶν σώματα αἰκισθέντες ἀπέθανον, — εἶτα οἱ μὲν θεοὶ ἐκ τοσούτων κινδύνων ἔσῳζόν με,2 σφῶν δὲ αὐτῶν προὐστήσαντο τιμωρὸν γενέσθαι Κηφίσιον τὸν πονηρότατον Ἀθηναίων, ὧν οὗτός φησι πολίτης εἶναι οὐκ ὤν, ᾧ οὐδʼ ὑμῶν τῶν καθημένων οὐδεὶς ἂν ἐπιτρέψειεν οὐδὲν τῶν ἰδίων, εἰδὼς τοῦτον οἷός ἐστιν; ἐγὼ μὲν οὖν, ὦ ἄνδρες, ἡγοῦμαι χρῆναι νομίζειν τοὺς τοιούτους κινδύνους ἀνθρωπίνους, τοὺς δὲ κατὰ θάλατταν θείους. εἴπερ οὖν δεῖ τὰ τῶν θεῶν ὑπονοεῖν, πάνυ ἂν αὐτοὺς οἶμαι ἐγὼ ὀργίζεσθαι καὶ ἀγανακτεῖν, εἰ τοὺς ὑφʼ ἑαυτῶν σῳζομένους ὑπʼ ἀνθρώπων ἀπολλυμένους ὁρῷεν.

他们还就我的船东营运和贸易活动提出控告,声称诸神从重重危险中拯救了我,似乎只是为了让我回到这里,死在刻菲西奥斯手里。然而雅典人啊,我绝不认为诸神怀有这等心思,若他们认为受了我的冒犯,会把我困在绝大的危险之中却不加惩罚。因为对凡人而言,还有什么危险比在冬季航海更为严酷呢?在那些危险中,诸神既已掌握我的肉躯,主宰我的生命与家财,难道竟在那时拯救了我,难道他们不能使我的尸首甚至不得安葬吗?况且,那时战事频仍,战舰与海盗常年在海上出没,不知有多少人被掳去,散尽家财,终生沦为奴隶;加之又有野蛮异邦之地,不少人漂流至彼处,遭受莫大的凌辱,身遭酷刑而丧命,——难道诸神从如此众多的险境中拯救了我,却指定要让刻菲西奥斯来作他们自己的复仇者吗?他可是雅典人中最卑劣之徒,自称是雅典公民实则并非雅典人,在此安坐的诸位当中,深知其为人者绝无一人愿将私事托付于他。因此,诸位,我认为理当把此等危险视作人事的危险,而将海上的危险视为属神的危险。假使一定要揣度神意,我想,诸神若看见蒙他们拯救之人反遭凡人毁灭,定会大发雷霆、愤懑不已。

§140

καὶ μὲν δὴ καὶ τάδε ὑμῖν ἄξιον, ὦ ἄνδρες, ἐνθυμηθῆναι, ὅτι νυνὶ πᾶσι τοῖς Ἕλλησιν ἄνδρες ἄριστοι καὶ εὐβουλότατοι δοκεῖτε γεγενῆσθαι, οὐκ ἐπὶ τιμωρίαν τραπόμενοι τῶν γεγενημένων, ἀλλʼ ἐπὶ σωτηρίαν τῆς πόλεως καὶ ὁμόνοιαν τῶν πολιτῶν. συμφοραὶ μὲν γὰρ ἤδη καὶ ἄλλοις πολλοῖς ἐγένοντο οὐκ ἐλάττους ἢ καὶ ἡμῖν· τὸ δὲ τὰς γενομένας διαφορὰς πρὸς ἀλλήλους θέσθαι καλῶς, τοῦτʼ εἰκότως ἤδη δοκεῖ ἀνδρῶν ἀγαθῶν καὶ σωφρόνων ἔργον εἶναι. ἐπειδὴ τοίνυν παρὰ πάντων ὁμολογουμένως ταῦθʼ ὑμῖν ὑπάρχει, καὶ εἴ τις φίλος ὢν τυγχάνει καὶ εἴ τις ἐχθρός, μὴ μεταγνῶτε, μηδὲ βούλεσθε τὴν πόλιν ἀποστερῆσαι ταύτης τῆς δόξης, μηδὲ αὐτοὶ δοκεῖν τύχῃ ταῦτα μᾶλλον ἢ γνώμῃ ψηφίσασθαι.

况且诸位,还有一事极值得你们深思:如今在所有希腊人看来,你们已成为最杰出、最深谋远虑之人,因为你们并未致力于清算过去的宿怨,而是致力于城邦的自救与公民的和睦。因为对于灾难而言,许多别国之人所遭遇的并不亚于我们;然而能将彼此之间已经产生的裂痕妥善化解,这理所当然被视为贤良明智之士的作为。既然在所有人公认之下你们已享有此等声誉,无论对方是友是敌,都请勿改变初衷,切莫自愿剥夺城邦的这份荣光,也切莫让自己显得是出于侥幸而非出于深思熟虑才通过这些法令的。

§141

δέομαι οὖν ἁπάντων ὑμῶν περὶ ἐμοῦ τὴν αὐτὴν γνώμην ἔχειν, ἥνπερ καὶ περὶ τῶν ἐμῶν προγόνων, ἵνα κἀμοὶ ἐγγένηται ἐκείνους μιμήσασθαι, ἀναμνησθέντας αὐτῶν ὅτι ὅμοιοι3 τοῖς πλείστων καὶ μεγίστων ἀγαθῶν αἰτίοις τῇ πόλει γεγένηνται, πολλῶν ἕνεκα σφᾶς αὐτοὺς παρέχοντες τοιούτους, μάλιστα δὲ τῆς εἰς ὑμᾶς εὐνοίας, καὶ ὅπως, εἴ ποτέ τις αὐτοῖς ἢ τῶν ἐξ ἐκείνων τινὶ κίνδυνος γένοιτο ἢ συμφορά, σῴζοιντο συγγνώμης παρʼ ὑμῶν τυγχάνοντες. εἰκότως δʼ ἂν αὐτῶν μεμνῇσθε· καὶ γὰρ τῇ πόλει ἁπάσῃ αἱ τῶν ὑμετέρων προγόνων ἀρεταὶ πλείστου ἄξιαι ἐγένοντο. ἐπειδὴ γάρ, ὦ ἄνδρες, αἱ νῆες διεφθάρησαν, πολλῶν βουλομένων τὴν πόλιν ἀνηκέστοις συμφοραῖς περιβαλεῖν, Λακεδαιμόνιοι ἔγνωσαν ὅμως τότε ἐχθροὶ ὄντες σῴζειν τὴν πόλιν διὰ τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς, οἳ ὑπῆρξαν τῆς ἐλευθερίας ἁπάσῃ τῇ Ἑλλάδι.

因此,我恳求你们大家,对我怀有与对我先祖相同的看法,使我也能有机会效法他们;请你们铭记他们曾与那些为城邦带来最多、最大福祉的功臣并驾齐驱,他们表现出这般品格是出于诸多缘由,尤为关键的是出于对你们的善意,也是为了倘若他们自己或其子孙后代遭遇危险或灾祸,能够蒙受你们的宽恕而保全性命。你们缅怀他们本是理所当然的;因为你们先祖的美德,对整个城邦而言确实具有无可估量的价值。因为诸位,当舰队覆没、许多人妄图让城邦陷入不可挽回的灾难之时,拉刻代蒙人即便在当时身为敌邦,却依然决定保全这座城邦,正是由于那些为全希腊奠定自由基石的先驱们所建立的美德。

§143

ἐπειδὴ τοίνυν καὶ ἡ πόλις ἐσώθη δημοσίᾳ διὰ τὰς τῶν προγόνων τῶν ὑμετέρων ἀρετάς, ἀξιῶ κἀμοὶ διὰ τὰς τῶν προγόνων τῶν ἐμῶν ἀρετὰς σωτηρίαν γενέσθαι. καὶ γὰρ αὐτῶν τῶν ἔργων, διʼ ἅπερ ἡ πόλις ἐσώθη, οὐκ ἐλάχιστον μέρος οἱ ἐμοὶ πρόγονοι συνεβάλοντο· ὧν ἕνεκα καὶ ἐμοὶ δίκαιον ὑμᾶς μεταδοῦναι τῆς σωτηρίας, ἧσπερ καὶ αὐτοὶ παρὰ τῶν Ἑλλήνων ἐτύχετε.

因此,既然城邦因你们先祖的美德而得以在公共层面上获救,我认为我也理当因我先祖的美德而获得拯救。因为在使城邦得以幸存的那些功业之中,我的先祖亦作出了绝非微小的贡献;正因如此,你们理应将你们自己从希腊人那里获得的救助,同样施与我。

语法注3 条
  1. 137ὡς ἄρα οἱ θεοὶ διὰ τοῦτό με ἐκ τῶν κινδύνων σῴσαιεν

    此处以 ὡς 搭配希求式构成间接引语,转述原告方的论调。小词 ἄρα 带有强烈的反讽意味,点出对方逻辑之荒谬(‘诸神大费周章救我脱险,难道竟是…’)。

  2. 138ἔτι δὲ πολέμου γενομένου καὶ τριήρων ἀεὶ κατὰ θάλατταν οὐσῶν καὶ λῃστῶν, ὑφʼ ὧν πολλοὶ ληφθέντες, ἀπολέσαντες τὰ ὄντα, δουλεύοντες τὸν βίον διετέλεσαν, οὔσης δὲ χώρας βαρβάρου, εἰς ἣν πολλοὶ ἤδη ἐκπεσόντες αἰκείαις ταῖς μεγίσταις περιέπεσον καὶ τὰ σφέτερα αὐτῶν σώματα αἰκισθέντες ἀπέθανον, — εἶτα οἱ μὲν θεοὶ ἐκ τοσούτων κινδύνων ἔσῳζόν με

    在接连使用了数个属格绝对结构(πολέμου γενομένου... τριήρων οὐσῶν... οὔσης δὲ χώρας)并嵌套多重关系从句之后,句式发生破格(破格句 anacoluthon),以破折号后的主句(εἶτα οἱ μὲν θεοὶ...)重新承接。副词 εἶτα 用于引出带有愤慨语气的反问,将上文罗列的重重险境与诸神竟差遣刻菲西奥斯复仇这一荒谬假设形成尖锐对比。

  3. 141ἀναμνησθέντας αὐτῶν ὅτι ὅμοιοι

    尽管支配动词 δέομαι 支配属格宾语(ἁπάντων ὑμῶν),但分词 ἀναμνησθέντας 却采用了宾格形式。这是古典希腊语中常见的句法同化,即分词在格上未依随主句动词的属格,而是同化为不定式在逻辑上的宾格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:137-143